Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
  2. δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.
Χορός
  1. περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει
  2. μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
  3. οὐδὲν ἐπαΐοντες.
Δαναός
  1. ἀλλʼ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν
  2. εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
  1. ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
  2. ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.
Δαναός
  1. οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
  2. οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
  3. ἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαις
  4. θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
  5. ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
  6. ἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖ
  7. ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
  8. οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ
  9. καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
  10. φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·
  11. ---