Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ
  2. θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός
  1. πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
  2. ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου.
Χορός
  1. περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως
  2. πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
  3. παροίχομαι, πάτερ, δείματι.
Δαναός
  1. ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
  2. θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ.
  1. ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
  2. μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
Χορός
  1. δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας
  2. νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ
  3. πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
Δαναός
  1. πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας
  2. θάλπει βραχίονʼ εὖ κατερρινημένους.
  1. μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
  2. γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.
Χορός
  1. οὐλόφρονες, δὲ καὶ δολιομήτιδες