Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ
  2. τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·
  3. στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
  4. καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν,
  5. οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
  6. ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.
  7. πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις
  8. γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
  9. καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία
  10. εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα
  11. στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
  12. ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
  13. πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.
  14. ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών.
  15. ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,
  16. ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
  17. ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.
  18. ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
  19. ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.