Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.
- ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
- ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.
- οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.
- ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας
- δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
- τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
- φύλακα πολυπόνων
- βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
- δίκας οὐ τυγχάνουσιν ἐννόμου.
- μένει τοι Ζηνὸς ἱκταίου κότος
- δυσπαραθέλκτους παθόντος οἴκτοις.
- εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
- νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
- εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι;
- δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
- ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.
- μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος
- κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
- μῆχαρ ὁρίζομαι γάμου δύσφρονος