Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,
  2. λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορός
  1. ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλεύς
  1. πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορός
  1. τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
Βασιλεύς
  1. σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορός
  1. καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.
Βασιλεύς
  1. πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορός
  1. αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλεύς
  1. βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον.
Χορός
  1. ἀλλʼ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
βασιλεύς
  1. εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορός
  1. αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην.
Βασιλεύς
  1. πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους.
Χορός
  1. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
Χορός
  1. Παλαίχθονος τέκος, κλῦθί μου
  2. πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
  3. ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
  4. λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις