Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ---
- Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.
- ---
- ---
- τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
- Βῆλον δίπαιδα πατέρα τοῦδʼ ἐμοῦ πατρός.
- τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
- Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.
- καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.
- Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος
- πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
- δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
- τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
- λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
- ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά.
- πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
- ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν
- κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
- ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;