Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·
  2. καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλεύς
  1. ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,
  2. ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
  3. Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
  4. γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
  5. καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
  6. Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις
  7. εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
  8. τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν
  9. εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
  10. παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.
  11. καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,
  12. εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα
  13. ὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον,
  14. ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.
Χορός
  1. κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
  2. Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;
Βασιλεύς
  1. ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.