Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
  2. Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
  3. ὄρη τε Δωδωναῖα. συντέμνει δʼ ὅρος
  4. ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
  5. αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
  6. πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
  7. Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
  8. ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
  9. τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
  10. τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
  11. χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη
  12. δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
  13. τούτων ἄκη τομαῖα καὶ λυτήρια
  14. πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
  15. μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.
  16. ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια
  17. γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
  18. μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορός
  1. βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος