Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σὺ δὲ θέλγοις ἂν ἄθελκτον.
  1. σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον.
  1. τί δὲ μέλλω φρένα Δίαν
  2. καθορᾶν, ὄψιν ἄβυσσον;
  1. μέτριον νῦν ἔπος εὔχου·
  1. τίνα καιρόν με διδάσκεις;
  1. τὰ θεῶν μηδὲν ἀγάζειν.
  1. Ζεὺς ἄναξ ἀποστεροί-
  2. η γάμον δυσάνορα
  3. δάιον, ὅσπερ Ἰὼ
  4. πημονᾶς ἐλύσατʼ εὖ
  5. χειρὶ παιωνίᾳ κατασχεθών,
  6. εὐμενῆ βίαν κτίσας.
  1. καὶ κράτος νέμοι γυναι-
  2. ξίν· τὸ βέλτερον κακοῦ
  3. καὶ τὸ δίμοιρον αἰνῶ,
  4. καὶ δίκᾳ δίκας ἕπε-
  5. σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις
  6. μαχαναῖς θεοῦ πάρα.