Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τίεται δʼ αἰολόμητις
  2. θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
  3. μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν
  4. Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον
  5. τελέθει θέλκτορι Πειθοῖ.
  6. δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας
  7. ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων.
  1. φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη
  2. πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.
  3. τί ποτʼ εὔπλοιαν ἔπραξαν
  4. ταχυπόμποισι διωγμοῖς;
  5. ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν.
  6. Διὸς οὐ παρβατός ἐστιν
  7. μεγάλα φρὴν ἀπέρατος·
  8. μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
  9. προτερᾶν πέλοι γυναικῶν.
  1. ὁ μέγας Ζεὺς ἀπαλέξαι
  2. γάμον Αἰγυπτογενῆ μοι.
  1. τὸ μὲν ἂν βέλτατον εἴη·