Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. γυίοισι[*](γυίοισι Turnebus: γύοισι M G) λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
  2. καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ʼπικουρία
  3. εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
  4. στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
  5. ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
  6. πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν[*](μὴ ἀμελεῖν M) θεῶν.
  7. ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω[*](θήξω M) λαβών.
  8. ἴσως γὰρ ἂν[*](ἂν Burges: ἢ codd.) κῆρυξ τις ἢ πρέσβη[*](πρέσβη Lobeck, μόλοι P: πρεσβήμολοι M G) μόλοι,
  9. ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
  10. ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν.
  11. ὅμως <δ᾽[*](δ᾽ add. Geel)> ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
  12. ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
  13. θάρσει:[*](θάρσει Turnebus: θαρσεῖτε codd.) χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
  14. θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορος
  1. πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
  2. ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.