Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ
  2. τίοιεν ἐγχωρίους πατρῴαις
  3. δαφνηφόροις[*](δαφνηφόροις Schütz: δαφνοφόροισιν codd.) βουθύτοισι τιμαῖς.
  4. τὸ γὰρ τεκόντων σέβας
  5. τρίτον τόδ᾽ ἐν θεσμίοις
  6. Δίκας γέγραπται μεγιστοτίμου.
Δαναος
  1. εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι:
  2. ὑμεῖς δὲ μὴ τρέσητ᾽[*](ὑμεῖς δὲ μὴ τρέσητ᾽ Turnebus: ἡμεῖς δὲ μῆτρες ἀεὶ codd.) ἀκούσασαι πατρὸς
  3. ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
  4. ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ
  5. τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει:
  6. στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
  7. καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,
  8. οἴακος εὐθυντῆρος[*](εὐθυντῆρος Turnebus: συνουτῆρος M G E) ὑστάτου νεὼς
  9. ἄγαν καλῶς κλύουσα, τοῖσιν[*](τοῖσιν Herwerden: τῶς.ἂν (rasura post ς) M) οὐ φίλη.
  10. πρέπουσι δ᾽ ἄνδρες νάιοι[*](νάιοι Dindorf: νήιοι M) μελαγχίμοις