Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορος
  1. οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
Βασιλευς
  1. ἀεὶ γυναικῶν[*](γυναικῶν Linwood: δ᾽ ἀνάκτων codd.) ἐστὶ δεῖμ᾽ ἐξαίσιον.
Χορος
  1. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.[*](φρένα Heath: φρενί codd.)
Βασιλευς
  1. ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
  2. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
  3. στείχω,[*](στείχω Weil: πιετω m) τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ:
  4. καὶ σὸν διδάξω πατέρα ποῖα[*](ποῖα supra scr. in P: τοῖα codd.) χρὴ λέγειν.
  5. πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους[*](desunt in M, in marg. scr. m)
  6. λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν.
  7. ἐγὼ δὲ ταῦτα πορσυνῶν[*](πορσυνῶν Heath: πορσύνων codd.) ἐλεύσομαι:
  8. πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.
Χορος
  1. ἄναξ ἀνάκτων, μακάρων
  2. μακάρτατε καὶ τελέων
  3. τελειότατον κράτος, ὄλβιε Ζεῦ,
  4. πιθοῦ[*](πιθοῦ Stanley: πείθου codd.) τε καὶ γένει σῷ[*](γένει σῷ Schütz, Lobeck: γενέσθω codd.)