Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὃς[*](ὃς Stephanus: ὡς M) οὐδ᾽[*](οὐδ᾽ ἐν G: οὐδὲν M) ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ.
  2. μῶν οὐ δοκεῖ δεῖν[*](δοκεῖ δεῖν Turnebus: δοκεῖν δεῖ codd.) φροντίδος σωτηρίου;
Χορος
  1. φρόντισον καὶ γενοῦ
  2. πανδίκως εὐσεβὴς
  3. πρόξενος: τὰν φυγάδα μὴ προδῷς,
  4. τὰν ἕκαθεν ἐκβολαῖς
  5. δυσθέοις ὀρμέναν:[*](ὀρμέναν Pauw: ὀρομέναν (ω supra ο scr.) M)
Χορος
  1. μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν
  2. πολυθέων ῥυσια-
  3. σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
  4. γνῶθι δ᾽ ὕβριν ἀνέρων
  5. καὶ φύλαξαι κότον.
Χορος
  1. μή τι τλῇς τὰν[*](τλῇς τὰν Pauw: τ᾽ ἀαΐσταν M (οἶμαι μήτι τλαίης τὰν m)) ἱκέτιν εἰσιδεῖν
  2. ἀπὸ βρετέων βίᾳ
  3. δίκας ἀγομέναν
  4. ἱππηδὸν ἀμπύκων,
  5. πολυμίτων[*](πολυμίτων Turnebus: πολυμήτων codd.) πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.
Χορος
  1. ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις,
  2. ὁπότερ᾽ ἂν κτίσῃς,
  3. μένει ἄρ᾽ ἐκτίνειν[*](ἄρ᾽ ἐκτίνειν Abresch: δρεικτείνειν M: δορὶ τίνειν Boissonade)