Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
- ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ:
- οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
- ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας
- δρᾶσαί τε μὴ δρᾶσαί τε[*](μὴ δρᾶσαί τε Robortello: μηδράσητε M) καὶ τύχην ἑλεῖν.
- τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,[*](ἐπισκόπει Robortello: ἐπισκοπεῖ M G)
- φύλακα πολυπόνων
- βροτῶν, οἳ τοῖς πέλας προσήμενοι