Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δίκας οὐ τυγχάνουσιν ἐννόμου.
- μένει τοι Ζηνὸς ἱκταίου κότος
- δυσπαραθέλκτους[*](δυσπαραθέλκτους Burges: ὦ δυσπαρθέλκτοις M) παθόντος οἴκτοις.
Βασιλευς- εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
- νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
- εἶναι, τίς[*](τίς Victorius: τίσδ᾽ M) ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;[*](θέλει M, οι supra ει scr. m)
- δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
- ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χορος- μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος[*](ὑποχείριος Robortello: ὑποχέριος M G P)
- κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
- μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
- φυγάν:[*](φυγάν Heath: φυγαί codd.) ξύμμαχον δ᾽ ἑλόμενος δίκαν
- κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλευς- οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν.
- εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
- πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί[*](μὴ καί Canter: καὶ μή codd.) ποτε