Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.
  2. καὶ τὰς ἀνάνδρους κρεοβόρους[*](κρεοβόρους Abresch: κρεοβρότους M) τ᾽[*](τ᾽ Porson: δ᾽ codd.) Ἀμαζόνας,
  3. εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα
  4. ὑμᾶς. διδαχθεὶς <δ᾽[*](δ᾽ add. Abresch)> ἂν τόδ᾽ εἰδείην πλέον,
  5. ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.
Χορος
  1. κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ[*](personas non indicant codd.)
  2. Ἰὼ γενέσθαι τῇδ᾽ ἐν[*](τῇδ᾽ ἐν Sophianus: τὴ ἰδεῖν M) Ἀργείᾳ χθονί.
Βασιλευς
  1. ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.[*](post hunc v. excidisse chori versum suspicatur Pearson, fortasse iniuria)
  2. μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
Χορος
  1. κοὐ[*](κοὐ Stanley: καὶ codd.) κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.[*](τἀμπαλάγματα ex Hesychio Hermann: παλλαγμάτων codd.)
Βασιλευς
  1. πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Χορος
  1. βοῦν τὴν[*](βοῦν τὴν Canter: βού.την (erasa litera) M: βούτην codd. cett.) γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Βασιλευς
  1. οὔκουν πελάζει Ζεὺς ἐπ᾽[*](ἔτ᾽ Schütz) εὐκραίρῳ βοΐ;
Χορος
  1. φασίν, πρέποντα[*](πρέποντα Turnebus: πρέποντας codd.) βουθόρῳ ταύρῳ δέμας.
Βασιλευς
  1. τί δῆτα[*](δῆτα Victorius: δὴ codd.) πρὸς ταῦτ᾽[*](ταῦτ᾽ ἄλοχος Robortello: ταῦτα λόχοις codd.) ἄλοχος ἰσχυρὰ Διός;[*](ἰσχυρὰ Διός Pauw: χυρα διος M)
Χορος
  1. τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.