Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις
  2. ἐριοστέπτοισι[*](ἐριοστ. Auratus: ἱεροστ. codd.) κλάδοισιν;
  3. ὦ πόλις, ὦ[*](ὦ ... ὦ Robortello: ὧν ... ὧν codd.) γῆ, καὶ λευκὸν ὕδωρ,
  4. ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
  5. χθόνιοι θήκας κατέχοντες,
  6. καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
  7. ὁσίων ἀνδρῶν, δέξασθ᾽[*](δέξασθ᾽ Heath: δέξαιθ᾽ codd.) ἱκέτην
  8. τὸν θηλυγενῆ στόλον αἰδοίῳ
  9. πνεύματι χώρας: ἀρσενοπληθῆ δ᾽
  10. ἑσμὸν[*](δ᾽ ἑσμὸν Turnebus: δεσμὸν codd.) ὑβριστὴν Αἰγυπτογενῆ,
  11. πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει
  12. θεῖναι, ξὺν ὄχῳ ταχυήρει
  13. πέμψατε πόντονδ᾽: ἔνθα δὲ[*](ἔνθα δὲ Robortello: ἐνθάδε codd.) λαίλαπι
  14. χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽
  15. ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας
  16. ἁλὸς ἀντήσαντες ὄλοιντο,
  17. πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
  18. σφετεριξάμενοι[*](σφετεριξάμενοι Hermann: σφετεριξάμενον codd.) πατραδέλφειαν[*](πατραδέλφειαν Pauw: πατραδελφίαν codd.)
  19. τήνδ᾽ ἀεκόντων ἐπιβῆναι.
Χορος
  1. νῦν δ᾽ ἐπικεκλομένα[*](ἐπικεκλομένα Turnebus: ἐπικεκλόμεναι codd.)