Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
  2. στόλον ἡμέτερον νάιον ἀρθέντ᾽[*](νάιον ἀρθέντ᾽ Turnebus: ναῖον ἀρόεντ᾽ codd.)
  3. ἀπὸ προστομίων λεπτοψαμάθων[*](λεπτοψαμάθων Pauw: λεπτομαθῶν codd.: τῶν λεπταμάθων Stanley)
  4. Νείλου. Δίαν δὲ λιποῦσαι[*](λιποῦσαι Turnebus: λειποῦσαι codd.)
  5. χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
  6. οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν[*](δημηλασίαν Auratus: δημηλασίᾳ codd.)
  7. ψήφῳ πόλεως γνωσθεῖσαν,[*](γνωσθεῖσαν M Schmidt: γνωσθεῖσαι codd.)
  8. ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ,[*](αὐτογενεῖ φυξανορίᾳ Bamberger: αὐτογένητον φυλαξάνοραν M G)
  9. γάμον Αἰγύπτου παίδων ἀσεβῆ
  10. ʼξ̓ονοταζόμεναι.[*](ʼξ̓ονοταζόμεναι Tucker: τ᾽ ὀνοταζόμεναι codd.)
  11. Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
  12. καὶ στασίαρχος τάδε πεσσονομῶν,
  13. κύδιστ᾽ ἀχέων[*](ἀχαιῶν (έ supra scr.) M) ἐπέκρανεν,
  14. φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,[*](διὰ κῦμ᾽ ἅλιον ex Hesych. Canter: διακυμ.αλέον M: διακυμβαλέον m1: διὰ κυμβαλέον G P)
  15. κέλσαι[*](κέλσαι Sophianus: κέασαι M E P) δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ
  16. γένος ἡμέτερον τῆς οἰστροδόνου[*](οἰστροδόνου Turnebus: οἰστροδόμου codd.)
  17. βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας[*](ἐπι.νοίας eraso π M)
  18. Διὸς εὐχόμενον τετέλεσται.
  19. τίν᾽ ἂν οὖν[*](τίν᾽ ἂν οὖν Burges: τίνα.οὖν (erasa post α littera M) codd.) χώραν εὔφρονα μᾶλλον
  20. τῆσδ᾽ ἀφικοίμεθα