De Conjuctionibus
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
πρὸς οἷς καὶ αὐτοί τι ἐπινοήσαντες μετὰ τῆς δεούσης σαφηνείας παραδώσομεν, οὐκ ἐκτὸς γινόμενοι κατὰ τὸ παντελὲς τῆς τῶν Στωικῶν δόξης.
Ποσειδώνιος ἐν τῷ περὶ συνδέσμων ἀντιλέγων πρὸς τούς φάσκοντας, ὡς οἱ σύνδεσμοι οὐ δηλοῦσι μέν τι, αὐτὸ δὲ μόνον τὴν φράσιν συνδέουσι, φησὶν ὡς διαφέρει τὸ ἐπιδοῦναι τοῦ ἀποδοῦναι, ὡς τὸ ἀπαιτεῖν τοῦ προσαιτεῖν, καὶ ἄλλας τινὰς τοιαύτας συντάξεις, ἤδη πιστούμενος ὅτι ἕν μέρος λόγου ἥ τε πρόθεσις καὶ ὁ σύνδεσμος. ἐν γοῦν τῇ αὐτῇ πάλιν τῇ ἐναντιωτάτῃ πρὸς ἐκείνους ἀντιρρήσει ἐκτίθεται τοὺς κατὰ φύσιν συνδέσμους, φάσκων ὡς διὰ τὴν δύναμιν . . . . . τὸ ἵνα ἐπίρρημά φαμεν τοπικόν· ἡ γὰρ φράσις παρῃτεῖτο εἰς τὸ καλεῖν σύνδεσμον. ἀλλ’ οὐκέτι ἐν τῷ ἵνα εἴδομεν ἄμφω (Α 363). ὄφρα μὲν ἠὼς ἦν (Θ 66), χρονικὸν ἐπίρρημα · ὄφρα πεποίθῃς (Α 524), σύνδεσμος ἀποτελεστικός. — τί οὖν κωλύει καὶ κατὰ τοῦτον τὸν λόγον καὶ τὰ ἴσην δύναμιν ἀναδεδεγμένα συνδέσμοις μόρια καλεῖν συνδέσμους ὁμοφωνοῦνταϲ προθέσεσιν, οὐ μήν , ὡς ἐδόκει τῷ Ποσειδωνίῳ, καὶ τὰς ἐν τῷ τοιούτῳ δηλουμένῳ συνδέσμους καλεῖν, ἐπιδοῦναι, ἀποδοῦναι; λέληθε Οὐ δ’ ἡμᾶς κἀκεῖνος ὁ λόγος, ὡς οὐδὲ κατὰ τὸ παντελὲς τοῖς συνδέσμοις ἀνθυπάγονται. εἰ δεινὰ δέδρακας· ἀνθ’ ὧν δεινὰ δέδρακας· ἰδοὺ γὰρ καὶ ἄρθρου παρέμπτωσις. καὶ ἔτι εἰ ἡμέρα ἐστί, φῶς ἐστί·
διὰ τὸ ἡμέραν εἶναι φῶς ἐστί· καὶ πάλιν παρεισέδυ τὸ ἄρθρον, καὶ ἀντὶ ὁριστικῶν ἀπαρέμφατα παρελήφθη. ὅτι δὲ κατὰ πολὺ τὰ μόρια χωριστέον, καθότι καὶ νῦν οἱ γραμμα . . . . . . . . . . . . . . . . . . . . . . . . . ἡμέρα ἐστίν . . . . . . . . . σκότος ἐστί . . . . συνδέσμου
Ἠπορήθη πῶς σύνδεσμοι οἱ προκείμενοι, μαχομένην ἔχοντες τὴν ἐξ αὐτῶν δύναμιν τῇ θέσει τοῦ ὀνόματος, εἴγε τὸ συνδεῖν τῷ διαζευγνύειν μάχεται. Ἔχεται ἀπολογίας ἡ προκειμένη ἀπορία, ὡς καὶ ἐπ’ ἄλλων ἔστιν ἐπινοῆσαι· ὡς τὰ αὐτὰ ὄντα μαχομένην πολλάκις ὀνομασίαν ἀνεδέξατο. φαμὲν τὸ μάχομαι παθητικόν, καὶ δῆλον ὅτι τῷ τύπῳ τῆς φωνῆς· εἰ γὰρ ἀπὸ τοῦ δηλουμένου, δῆλον ὅτι ἐνεργητικόν.
ἀλλὰ μὴν καὶ τὸ παιδίον οὐδέτερον διὰ τὸν τύπον, ἐπεὶ ἀμφότερόν ἐστι διὰ τὸ δηλούμενον· παρατιθέμενος γοῦν τις ἀρσενικὸν καὶ θηλυκόν, εἴποι ἄν παρατίθεμαί σοι παιδία. ἀλλὰ καὶ τὸ Θῆβαι πληθυντιAaovκ.
Καὶ ὡς μὲν σύνδεσμοι κατὰ τὸ συνδεῖν τὰς φράσεις εἰσίν, ἀπεδείχθη· ὡς δὲ τὸ ἐπιφερόμενον πρᾶγμα παρελήφθη μὲν ὑπὸ τῆς συνδέσεως, διαζεύγνυται δὲ ὑπὸ τοῦ δηλουμένου τοῦ ἀπὸ τοῦ συνδέσμου, σαφὲς γενήσεται ἐκ τοῦ ἢ νύξ ἐστι. μόνον γὰρ ἐν ἔστι τῶν νοουμένων πραγμάτων κατὰ τὸ αὐτὸ παραλαμβάνεσθαι. ἡ ἐπαγγελία τῶν διαζευκτικῶν ἑνὸς ὕπαρξιν ἐπαγγέλλεται, τοῦ δ’ ὑπολειπομένου ἢ τῶν ὑπολειπομένων ἀναίρεσιν. — καὶ ἔστι πάλιν αὐτῶν ἃ μὲν ἀληθῆ
οὐ διαζεύγνυται γὰρ τὰ τοιαῦτα, ἐὰν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον. ἐφ’ ὧν ἔστι καὶ τοὺς μαχομένους τοῖς διαζευκτικοῖς συνδέσμους παραθέϲθαι, καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται· εἰ Τρύφων παρέσται, καὶ Ἀπολλώνιος παρέσται. ἐπὶ μέντοι τῶν κατὰ φύσιν διεζευγμένων οὐκέτι· οὐ γὰρ συστήσεται τὸ καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστιν, οὐδὲ τὸ εἰ ἡμέρα ἐστί, νύξ ἐστιν. ὡς εἰσί τινες λόγοι ὑπὸ τῶν συνδέσμων διαζευγνύμενοι ἢ ϲυμπλεκόμtνοι, τινὲς δὲ συναπτόμενοι, τινές τε οὐ πάντως ὑπὸ τῶν συνδέσμων τὸ συναφὲς ἐπαγγελλόμενοι, ἀλλὰ καὶ δι’ αὐτῶν δηλοῦντες· ἢ καὶ διαζευγνύμενοι πάλιν οὐχ ὑπὸ τῶν διαζευκτικῶν, ἀλλ’ ἐξ αὐτῶν τὴν διάζευξιν δηλοῦντες. ἐφ’ ὧν οὐκ ἐναλλαγαὶ γενήσονται συνδέσμων. ἐκκείσθω δὲ ὑποδείγματα. ὁ λέγων τὸ ἡμέρα ἐστί δεδήλωκεν ὅτι καὶ φῶς ἐστίν. ἐπὶ τούτου οὐκέτι ἐγχωρήσει τὸ ἤτοι ἡμέρα ἐστὶν ἤ φῶς ἐστι. καὶ ζῶ καὶ ἀναπνέω· οὐ γὰρ ἔτι ἐγχωρήσει τὸ ἤτοι ζῶ ἢ ἀναπνέω. ἡ συνάφεια γὰρ ἐν τῷ ζῆν τοῦ ἀναπνεῖν ἀπαράδεκτός ἐστι τοῦ διαζευκτικοῦ, καθὼς προείπομεν. διὰ δὲ τὸ κατὰ φύσιν διεζεῦχθαι ἡμέραν εἰναι, νύκτα εἶναι, τὸ ἕτερον ἀληθεύει.
λέγω δὲ λόγον τὸν δι’ ἑαυτοῦ ἐπαγγελλόμένον συνάφειαν. ἐφ’ οὖ γὰρ ὁ διαζευκτικός, ἐκεῖ οὐχ ὁ συναπτικός· καὶ ὅπου ὁ συναπτικός,· ἐκεῖ οὐκέτι ὁ διαζευκτικός. καὶ σαφὲς ἐκ τοῦ προκειμένου, ὡς μάχεται ἥ τε τῶν συναπτικῶν ἐπαγγελία, καὶ ἔτι τῶν συμπλεκτικῶν, πρὸς τὴν τῶν διαζευκτικῶν, καθ’ ἕνα τρόπον τῶν συμπλεκτικῶν ἀδιαφορούντων. ὡς γὰρ οἱ διαζευκτικοὶ οὐκ ἐν ἀκολουθίᾳ , οὐδ’ οἱ συμπλεκτικοί. εἰ γὰρ ὧδ’ ἀποφαινοίμεθα, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ καὶ κατὰ ἀναστροφήν, ἤτοι νύξ ἐστιν ἢ ἡμέρα ἐστίν, ἀδιαφορεῖ, ὡς εἰ καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται, καὶ Τρύφων παρέσται καὶ Ἀπολλώνιος.
Μηδὲ τὸ πρὸς τῶν Στωικῶν λεγόμενον παραλείπωμεν, παρ’ οἶς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου. καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται, ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ φθέγγομαι ἢ σιγῶ, καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντικείμενον δὲ τὸ πλεονάζον ἀποφάσει, ὅπερ δυνάμει πάλιν μαχόμενον, ἢ φθέγγομαι ἢ οὐ φθέγγομαι, ἢ ἡμέρα ἐστὶν ἢ οὐκ ἔστιν ἡμέρα. ὁ γὰρ ἕτερος λόγος ἐπλεόνασε τῇ ἀποφάσει. ἡ γὰρ φ . . . . ἢ κάθημαι ἢ οὐ κάθημαι. καὶ τοῦτό φασιν διαφέρειν τὸ ἀντικείμενον τοῦ μαχομένου, ἡ τῷ μὲν μαχομένῳ πάντως τι ἀντιστατοῦν
ἐν ᾧ γὰρ ἀποφάσκομεν τὸ ἡμέραν εἶναι, ἐν τούτῳ καταλείπεται τὸ νύκτα εἶναι. ο . . . δὲ εἴρηται μαχόμενον ἀπὸ τῶν ἐν μάχῃ . . . οἷς παρέπεται τὸ μὴ συνεῖναι. φαμὲν γ . . . τησιν καὶ ἔτι ξυμβασίας τὰς φιλίας . . . . . καὶ τὰ κατὰ φύσιν ἦν διαζευκτικά.
Ἔστι καὶ τρίτη διαφορὰ τῶν προκειμένων συνδέσμων , ἡ παραδια ζευκτικὴ καλουμένη, ἐπαγγελίαν ἔχουσα τοιαύτην, ἢ τὸ ἓν ἢ καὶ τὸ συνὸν ἢ καὶ τὰ συνόντα τιθέναι. διαφέρει δὲ τοῦ διαζευκτικοῦ τοῦ ἓν μόνον ἐπαγγελλομένου. καὶ ἡ γινομένη ἐν αὐτοῖς σύνδεσις οὐκ ἂν δύναιτό ποτε ἀπὸ τῶν μαχομένων παραληφθῆναι, ἀπὸ δὲ τῶν ἑτέρων λόγων. οἷόν τε γάρ ἐστι τὸν παραδιαζευκτικὸν καὶ εἰς τὸν καί μεταλαμβάνεσθαι, παρεστήσαμεν δὲ ὡς τὰ φύσει διεζευγμένα οὔ ποτε συμπλακήσεται. ἐκκείσθω δὲ ὑποδείγματα. ὁ ἀποφηνάμενος οὕτως, ἢ νέος ἠὲ παλαιός (Ξ 108), οὐχὶ τὸ ἕτερον ἀπαγορεύει, ὡς νέος μὲν βουλὴν εἰσηγησάσθω, παλαιὸϲ δὲ μή, ἢ παλαιὸς μέν, νέος δὲ μή, ἀλλὰ τοιοῦτόν τι ἀπαιτεῖ, κἂν νέος εἰσηγῆ ται κἂν παλαιός, παραδέξομαι. ὥστε ἢ τὸ ἓν αἰτεῖ ἢ τὰ δύο. καὶ αἱ τοιαῦται δὲ φράσεις οὕτως ἔχουσιν, ἢ Ἀλκαϊκόν μοι χρῆσον ἢ Σαπφικόν. οὐ γὰρ ἐν ἀποφάσει τὸ ἕτερον, ὥσπερ ἐστὶν ἐπὶ τοῦ ἰατροῦ ἀποφαινομένου ἢ ῥοφημάτιον δὸς ἢ σευτλίον. . . . . . . . . γένοιτο. λέγω δὲ ἐπὶ τοῦ προ . . . . .
οὕτως ἂν ἔχοι. φωνή ἐστιν . . . . . . η τὸ ἴδιον αἰσθητὸν ἀκοῆς . . . . . ἐζητήθη διότι οὐ τακτέοι εἰσὶν εἰς τοὺς ϲυμπλεκτικούϲ, εἴγε ἀκώλυτον ἔχουσι τὴν εἰς αὐτοὺς μετάληψιν, καὶ νέος παλαιός καὶ παλαιὸς . . . μα ἐστι τοι οἱόν τε δρᾶσαι ἢ παθεῖν . . . δρᾶσαι. καί φησι Τρύφων (p. 35 Velsen ), ὡς οὐ πάντως τὰμεταλαμβανόμενα εἰς τὸ αὐτὸ εἶδος ἐπάγεται. τὸ ἀκολουθεῖ ῥῆμα μετάληψιν ἔχει τὴν εἰς τὸν εἴ σύνδεσμον· ἀκολουθεῖ τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι· ἴσον γὰρ τῷ εἰ ἡμέρα ἐστί, φῶς ἐστίν. ἄλλως τε τὸ μὲν συμπλεκτικὸν ἐξ ἀνάγκης πάντα τίθησι, καὶ νέος καὶ παλαιός· τὸ δὲ παραδιαζευκτικὸν οὐκέτι, ἀλλὰ ἢ καὶ τὸ ἓν ἢ καὶ τὰ ἕτερα ἢ καὶ τὰ ἐπιφερόμενα. προσθείημεν δ’ ἂν καὶ τοῦτο. ὃν τρόπον ὁ καλούμενος παρασυναπτικός, ἔχων καὶ ἐπαγγελίαν τὴν τοῦ συμπλεκτικοῦ, ἐν οἷς συμπλέκει λόγους, ἔχων δὲ καὶ τὴν τοῦ συναπτικοῦ, ἐν οἷς ἀκολουθίας ἐστὶ παραστατικός, οὐκ ἀπὸ τῆς δυνάμεως τῶν ϲυνδέϲμων τὴν ὀνομασίαν εἴληφε, καλούμενος συμπλεκτικὸς ἢ συναπτικός, παρὰ δὲ τὸ συνημμένον ληφθεὶς παρασυναπτικὸς ὠνομάσθη, τὸν αὐτὸν τρόπον καὶ οἱ καλούμενοι παραδιαζευκτικοί, ἔχοντες μὲν τοῦ διαζευκτικοῦ τὸ ἓν παραλαμβάνειν , ἔχοντες δὲ καὶ τοῦ συμπλεκτικοῦ τὸ καὶ ἕν καὶ τὰ ἕτερα, πάλιν ἔτυχον τῆς ὀνομασίας, κληθέντες παραδιαζευκτικοί.
Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐννοίας τῶν προκειμένων συνδέσμων. ῥητέον δὲ καὶ ὑπὲρ τῆς τάξεως. ὁ ἤ καὶ ὁ ἠέ διαφέρουσι τοῦ ἤτοι, καθότι οἱ μὲν καὶ προτακτικοί εἰσι καὶ ὑποτακτικοί, κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν (α 296 ), ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι (Σ 511). ὁ δὲ ἤτοι μόνως προτακτικός· οὐ γὰρ ἄν ποτε φήσαιμεν ἢ ἡμέρα ἐστὶν ἤτοι νύξ ἐστι. καὶ ἔτι ὁ μὲν ἤτοι ἅπαξ παραλαμβάνεται, οἱ δὲ ἄλλοι ἐπὶ πλεῖον παραλαμβάνονται κατὰ τὰς συνδέσεις,
ἤτοι Ἀπολλώνιος παρέσται ἢ Διονύσιος ἢ Τρύφων. ὁ δὲ ἠέ τοῦ ἤ
Ἔστι καὶ τρίτη διαφορὰ τοῦ ἤ συνδέσμου, ἥτις καλεῖται διαϲαφητική. τοῦ μὲν γὰρ προτέρου ὕπαρξιν διασαφεῖ, τοῦ δὲ ἐπιφερομένου ἀναίρεσιν, βούλομαι πλουτεῖν ἢ πένεσθαι, βούλομαι φιλολογεῖν ἢ σχολάζειν. ποιεῖται καὶ μετὰ τοῦ πέρ τὴν σύνταξιν, ἡμέρα ἐστὶν ἤπερ νύξ. ἴδιον δὲ ἔχει παρὰ τοὺς προκειμένους συνδέσμους τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεσθαι, καθάπερ ἔχουσιν οἵ τε διαζευκτικοὶ καὶ παραδιαζευκτικοί, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐϲτιν. τῷ μέντοι διαϲαφητικῷ ϲυνδέϲμῳ οὐκ ἄλλο τι ϲύνεϲτι μόριον ἢ τὸ μᾶλλον καὶ ἧττον.
καὶ ἦν ἡ τοιαύτη ἀφορμὴ ἀποδεικτική, καθότι προείπομεν ἐν τοῖϲ κατ’ ἀρχήν , τοῦ τὸ μᾶλλον καὶ ἧϲϲον ϲυνδέϲμουϲ εἶναι, καὶ καθὸ δύναμιϲ ἦν ἀντηρη Anν.
Ἔϲτι μέντοι καὶ ὑπὲρ τοῦ ἤ ζήτηϲιϲ, πότερον εἰϲ τὰ ἐπιρρήματα καταταγείη ἢ εἴπερ εἰϲ τοὺϲ ϲυνδέϲμουϲ. δῆλον ὡϲ καὶ τὸ ἀνθυπαγόμενον μὸριον, λέγω δὲ τὴν οὔ ἀπόφαϲιν, εἰϲ τοὺϲ ϲυνδέϲμουϲ παραλαμβάνοιτο ἄν· ἡμέρα ἐϲτὶν ἢ ν ύξ· π λουτεῖν βούλομαι ἤ πένεϲθαι. ἔϲτι τὸ αὐτὸ οὕτωϲ ἀποφήναϲθαι· πλουτεῖν βούλομαι , οὐ πένεϲθαι· ἡμέρα ἐϲτίν, οὐχὶ δὲ νύξ. Ἀλλὰ δείξομεν ὡϲ οὔτε ὁ προκατειλημμένοϲ ϲύνδεϲμοϲ ἄλλο τι κεκλήϲεται ἢ ϲύνδεϲμοϲ, οὔθ’ ἡ ἀπόφαϲιϲ . . ϲει ἢ ἐπίρρημα. πρῶτον, ὡϲ καὶ ἄλλοτε ἐδείξαμεν, τὰ ἀνθυπαγόμενα οὐκ εἰϲ τὰ αὐτὰ μέρη λόγου παραληπτά ἐϲτιν ἐν τῷ καθόλου, εἴγε ἐδείξαμεν ἐν τῷ . . ῥηματι τὸν ἄν ϲύνδεϲμον ἀντιπαραλαμβανόμενον κατὰ πλείονα, ὥϲτε οὐδὲ κατὰ τοῦτο τῷ ἤ τὸ οὔ τὸ αὐτό. δεύτερον οἱ ϲύνδεϲμοι ϲυϲϲημαίνουϲιν, αὐτόθεν δὲ ἡ ἀπόφαϲιϲ τὸ δηλούμενον προφανὲϲ ἔχει. τρίτον οἱ ϲύνδεϲμοι κατ’ ἰδίαν οὐ ῥητοί, ἐπεὶ πόθεν ϲύνδεϲμοι; . . . τὸν μὲν ἤ, ϲύνδεϲμον ἐπαγγελλόμενον, οὐ ῥητὸν κατ’ ἰδίαν, ἡ δὲ οὔ ἀπόφαϲιϲ. τέταρτον τὰ ἐπιρρήματα παράγεται, οὐχὶ οἱ ϲύνδεϲμοι. τὸ οὔ ἐν τῷ οὐχὶ παράγεται, τοῦ ἤ οὐχ οὕτωϲ ἔχοντοϲ. τὸ δὲ πάντων ϲυνεκτικώτατον· ἡ ἀπόφαϲιϲ πρὸ ῥήματοϲ ἐπιταϲϲομένη ποιεῖ αὐτοτέλειαν οὐ γρά φω, οὐ περιπατῶ. ἦν δὲ τὸ τοιοῦτον ἴδιον ἐπιρρημάτων. ὁ δὲ ἤ οὐδέποτε τὸ τοιοῦτον ἀπετέλεϲε . . τοῦ δ’ ἑτέρου λόγου ἐξ ἀνάγκηϲ παραλαμβανομένου . . ὅπερ ἦν ἴδιον ϲυνδέϲμου, γράφω ἤπερ λέγω, διαλέγομαι ἤπερ ἀναγινώϲκω. ὑγιῶϲ ἄρα ὃ μὲν ἐπίρρημα κεκλήϲεται, ὃ δὲ ϲύνδεϲμοϲ.
Φαίνεται δὲ ὅτι ἡ τοιαύτη διαφορὰ τοῦ ϲυνδέϲμου ἀπὸ τῆϲ διαζευκτικῆϲ ϲυνδέϲεωϲ μετέβαλεν εἰϲ τὴν διαϲαφητικήν,
ὡϲεὶ ἐπικριτικὴ γενομένη τῆϲ διαζεύξεωϲ. ἐκκείϲθωϲαν γὰρ αἱ διαφοραί. ἐπαγγέλλεται γὰρ τὸ διαζευκτικόν , ἐὰν τοῦτο, οὐ τοῦτο· εἰ τοῦτο μή, τοῦτο. καὶ ἔτι, ἢ τοῦτο ἢ καὶ τὸ ϲυνὸν ἢ τὰ ϲυνόντα . . . ὅπερ καλεῖται
Ἑξῆϲ ῥητέον περὶ τῶν διαπορητικῶν.
Ἆρα. Οὗτοϲ κατὰ πᾶϲαν διάλεκτον, ὑπεϲταλμένηϲ τῆϲ κοινῆϲ καὶ Ἀττικῆϲ, ἦρα λέγεται· ἦρ’ ἔτι παρθενίαϲ ἐπιβάλλομαι, Ϲαπφώ (fr. 52 Ahrens, 102 Bergk3). ἧρ’ ἔϲτι θ’ ὕδωρ ϲ .... (lyr. gr. III3 p. 1358 Bergk) ἐπὶ τοῦ τοιούτου οὐκ ἐμποδίζοντόϲ τινοϲ ϲυναλοιφὴν ἐκδέξαϲθαι, Τρύφων (p. 35 Velsen) φηϲὶν ἀποκοπὴν παρηκολουθηκέναι. καὶ ἔτι ἧρά κεν ἐν δεϲμοῖϲ ἐθέλοιϲ. παρ’ Ἀλκμᾶνι (fr. 61 Bergk3)
εἴπερ οὖν καὶ ὁ ἦρα μόνωϲ ὢν προτακτικὸϲ ἀπεκέκοπτο, καὶ πάλιν κατ’ ἀρχὰϲ παρελαμβάνετο. ὅπερ οὐ παρείπετο· εἰϲ γὰρ τοὐναντίον ἐχώρηϲε, τὸ ἐν μέϲῃ τῇ φράϲει παραλαμβάνεϲθαι. — ἀλλ’ οὐδ’ ὁ ἐν ἀρχῇ ἤ πάλιν ἀποκοπή ἐϲτι τοῦ ἦρα. φαμὲν γὰρ . . . ἢ δολιχὴ νοῦϲοϲ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172)· ἦν γὰρ ἂν περιϲπώμενοϲ, εἴγε ἡ βαρεῖα ἀποκοπτομένη τὸν αὐτὸν τηρεῖ τόνον ἐν τῷ ὑπολειπομένῳ, δῶμα δῶ. — (καὶ ἕνεκά γε τούτου τὴν νῶι ἀντωνυμίαν, μονοϲύλλαβον εὑριϲκομένην παρ’ Ἀττικοῖϲ ἐν τῷ νώ, οὔ φαμεν ἀποκεκόφθαι. ἢ εἴπερ ἀποκοπή, ὑφ’ ἑτέρου λόγου τὰ τοῦ τόνου μετετέθη· οὗ τὴν ἀπόδειξιν ἐν τῷ περὶ ἀντωνυμιῶν ἐξεθέμην). — ϲαφὲϲ οὖν ὅτι οὔτε ἡ τοῦ προτακτικοῦ φωνὴ ἀπεκόπη τοῦ ἦρα διὰ τὸν τόνον, οὔτε ἡ τοῦ ὑποτακτικοῦ διὰ τὴν
Μηδ’ ἐκεῖνο δὲ παραλείπωμεν, ὥϲ τινεϲ ὑπέλαβον τὸν ἆρα ϲύνδεϲμον μὴ εἶναι, εἴγε τοῦ ἰδίου τῶν ϲυνδέϲμων ἐκτὸϲ πίπτει. τὸ ἡμέρα ἐϲτίν αὐτοτελέϲ, ἀλλὰ τὸ ἤτοι ἡμέρα ἐϲτίν οὐκ αὐτοτελέϲ, οὐδὲ τὴν αὐτὴν θέϲιν ἐπαγγελλόμενον τῷ ἡμέρα ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό· ἐν μέντοι γε τῷ ἡμέρα ἐϲτί, λέγω κατ’ ἐρώτηϲιν, οὐδὲν πλεῖον νοεῖται μετὰ τοῦ ἆρα. εἴτε ἄρα τὸ πρότερον αὐτοτελέϲ, καὶ τὸ μετὰ τοῦ ἆρα· εἴτε ἐλλειπέϲ, πάλιν τὸ αὐτό. —
ἔτι ὅτε φαμὲν οὕτωϲ ἆρα ἡμέρα ἐϲτὶν ἢ νύξ, ϲύνδεϲιν ἐποιηϲάμεθα οὐ διὰ τοῦ ἆρα, διὰ δὲ τοῦ ἤ. καὶ τοῦτο ϲαφέϲ ἐϲτιν ἐκ τοῦ τὸν μὲν ἤ ὑποϲτελλόμενον ἀϲύϲτατον τὸν λόγον καταλιπεῖν, τὸν δὲ ἆρα μηκέτι.
Ἕνεκά γε τοῦ τοιούτου οὐδὲ τὸν ἤ ϲύνδεϲμον καταλείψομεν. ἔϲτι γάρ που τοιαύτη φράϲιϲ· ἀναγιν ώϲκειϲ, οὐκ ἀ ναγινώϲκειϲ· ἀπέρχῃ, οὐκ ἀπέρχῃ. ἀλλ’ ὡμολογημένωϲ λείπεται ἡ φράϲιϲ τοῦ ἤ . . . . . . . . . . . . ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυϲϲεῦ· εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώματα καλά (κ 251—52)· λείποντοϲ τοῦ καί. καὶ οὐχὶ παρὰ τὰϲ ἐλλείψειϲ οὐ ϲύνδεϲμοι. — (ἀλλὰ μὴν οὐδὲ ἄλλη λέξιϲ, εἰ καὶ ἔϲθ’ ὅτε πλεονάϲαιεν, οὐ παρὰ τοῦτο πλέον τι ἀναδεδεγμέναι εἰϲί, λέγω καθόλου ἐπὶ παϲῶν λέξεων). — τὸν αὐτὸν δὴ τρόπον ἐν φράϲει ἐὰν ἐλλείπῃ ὁ ἆρα, οὐ πάντωϲ οὐ ϲύνδεϲμοϲ. — ἔτι ὁ ἤτοι ὡμολόγηται ὅτι ϲύνδεϲμοϲ διαζευκτιAaovs.
Τινὲϲ δὲ καὶ τῶν φιλοϲόφων εἰϲ ἀναπόληϲίν φαϲι τῆϲ ἐρωτήϲεωϲ τὸν ἆρα παραλαμβάνεϲθαι, καθότι καὶ εἰϲ πλείονα ϲυγκατάθεϲιν τὸ ναὶ γέγρα φα, καὶ εἰϲ μᾶλλον ὕπαρξιν τὸν καί ἐν τῷ καὶ γράφῶ . — ἔλοθε δὲ αὐτούϲ, ὅτι καὶ ἐν τῷ ἆρα ἡμέρα καὶ ἔτι τοῖϲ παραπληϲίοιϲ ἐλλειπτικόϲ ἐϲτιν ὁ λόγοϲ, ἀπεκδεχομένων ἡμῶν τὰϲ ϲυμβολικὰϲ φωνάϲ, λέγω τὴν οὔ καὶ τὴν ναί. τὰ γὰρ ἐντελῆ ἐϲτι τοιαῦτα, ἡμέρα ἐϲτὶν ἦ οὕ; ἡμέρα ἐϲτὶν ἦ νύξ; Τρύφων παρεγένετο ἦ οὔ; Τ ρύ φ ων παρεγένετο ἦ Διον ύϲιοϲ: — Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ καθόλου οἱ τοιοῦτοι λόγοι ἐκ διαζευκτικῆϲ φράϲεωϲ μετατέθεινται εἰϲ διαπορητικὴν ϲύνταξιν· καὶ γὰρ κατ’ ἐρώτηϲιν διαπορούντων ἡμῶν τι πρόϲ τιναϲ λόγουϲ καθ’ ὁριϲμὸν ἐκφερομένουϲ, παρα λαμβάνεται ἡ κατ’ ἐρώτηϲιν φράϲιϲ· περιπ ατεῖ Τρύφων. περιπατεῖ Τρύφων; γέγραφα . γέγρα φαϲ; γέγραφαϲ ϲήμερον γέγραφα. ϲήμερον γέγρα φαϲ; — τὰ δέοντα οὖν τούτων τῶν λόγων παραλαμβανέϲθω
— ὁμολόγωϲ οὖν οἱ κατ’ ἀρχὴν τιθέμενοι ϲύνδεϲμοι τῶν προκειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔϲχον, ὥϲτε ἐν μὲν διαζευκτικῷ παραλαμβάνεϲθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων πα ρέϲται ἢ Θέων, ἆρα Τρύφων παραγεν ήϲεται ἧ Θέων; μόνου τοῦ κατ’ ἀρχὴν ἤ κοινῶϲ εἰλημμένου ἐπί τε διαζεύξεωϲ ἐπί τε διαπορήϲεωϲ. Eἴρηται ὡϲ τὸ α τοῦ ἆρα εἰϲ η μετετίθετο παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ, ὑπεϲταλμένηϲ τῆϲ Ἀττικῆϲ καὶ κοινῆϲ. καί πού τινεϲ ἐπὶ τῆϲδε τῆϲ μεταθέϲεωϲ ἐπιϲτοῦντο, ὡϲ τὸ μακρὸν α εἰϲ η μετατίθεται παρ’ Ἴωϲιν, οὐ τὸ βραχύ, καθότι ὁ ἐν βραχεῖ τῷ α λεγόμενοϲ ἄρα ϲυλλογιϲτικόϲ ἐϲτι καλούμενοϲ ἢ ἐπιφορικόϲ, ὃν οὐ μετατιθεῖϲι. καὶ ἀντέλεγε Τρύφων (p. 36 Velsen), παρατιθέμενοϲ ὡϲεὶ καὶ τὸ βραχὺ α εἰϲ η μετατίθεται, ὡϲ τὸ ἀναιδείην ἐπιειμένε (Α 149), διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην,
Μῶν. Ϲυνήθηϲ ἐϲτὶ ποιηταῖϲ. καὶ πρόϲ τινων . . . ὡϲ εἴη ϲυνεϲτὼϲ ἐκ τοῦ μή καὶ οὖν. πρὸϲ οὓϲ ἀντιτίθηϲι Τρύφων (p. 36 Velsen) κἀκ τοῦδηλουμένου κἀκ τῆϲ φωνῆϲ . ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡϲ ἀϲυϲτατεῖἡ μή ἀπαγόρευϲιϲ μετὰ ϲυλλογιϲτικοῦ τοῦ οὖν διαπορητικὸν ἀποτελέϲαι, εἴγε διαφέρει τὸ ϲυλλογίζεϲθαι τοῦ διαπορεῖν. καὶ ἔτι ὡϲ ὁ οὖν ἐν ὑποτάξει ἐϲτίν, ὁ δὲ μῶν προτακτικόϲ. ἐκ δὲ τῆϲ φωνῆϲ, καθὸ ὁ μῶν ϲύνδεϲμοϲ τὸ υ ἐκθλίβει·
οὐ γὰρ οἷόν τε εὑρέϲθαι τὸ υ ἐκθλιβόμενον, προϲλαμβανόμενον δὲ κατὰ τὰϲ γινομέναϲ ϲυναλοιφάϲ, ὡϲ ἐν τῷ δὴ αὖτε δηῦτε, ὁ αὐτόϲ ωὑτόϲ, ἐμέο αὐτοῦ ἐμωυτοῦ. ἧν ἂν οὖν καὶ μωῦν. Καὶ πρὸϲ τὸ τοιοῦτόν τινεϲ ἔφαϲαν, ὡϲ διὰ κακοφωνίαν ἐκθλιβείη τὸ υ. Δέον δὲ πρὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φάναι, ὡϲ οὐ παρὰ τὸν οὖν ἡ ϲύνθεϲιϲ, ἀλλὰ παρὰ τὸν ὦν, ὄντα καὶ Ἰωνικὸν καὶ Αἰολικὸν καὶ Δωρικόν. Ἀλλὰ πῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ; ὅτι δυνάμει Ἴωνεϲ. ἀλλ’ εἰ καὶ ἀπὸ Δωρίδοϲ διαλέκτου ἦν τι παρ’ Ἀθηναίοιϲ, οὐ ξένον, ὅπου γε καὶ δαρόν φαϲιν. — ἀλλὰ καὶ ἐπὶ ϲυναλοιφῆϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τὸ θάτερον παρ’ αὐτοῖϲ ἀϲύϲτατον, ἐὰν παρὰ τὸ ἕτερον ᾖ ϲυνηλιμμένον, εἴγε ἡ τοιαύτη ϲυνέλευϲιϲ εἰϲ τὴν ου δίφθογγον μεθίϲταται, τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, τὸ ἔλαιον τοὔλαιον. πῶϲ οὖν τὸ ἕτερον οὐ θούτερον; ψυχρὸν τὸ λέγειν, ὅτι ἀπὸ πληθυντικῆϲ ἐκφορᾶϲ εἰϲ ἑνικὴν μετῆλθε. πότε γὰρ πληθυντικὸν ἑνικὸν ἐκαAnιuνω.
Καθίϲταται οὖν κατὰ φωνὴν ὁ μῶν οὕτωϲ. πρὸϲ δὲ τὸν ἀπὸ τοῦ δηλουμένου λόγον ἐκεῖνα ἂν φήϲαιμεν. πρῶτον ὅτι αἱ ϲυνθετοι τῶν λέξεων οὐ τὸ αὐτὸ ἐπαγγέλλονται ταῖϲ ἁπλῶϲ ἐκφερομέναιϲ, ἐν τοῖϲ περὶ ϲχημάτων εἴρηται. καὶ ἐξ αὐτῶν τῶν ϲυνδέϲμων πλεῖϲτα ἔϲτι παραθέϲθαι, καθὸ ἑξῆϲ εἰρήϲεται, εἴγε ἄλλο μὲν τὸ καί, ἄλλο δὲ τὸ καίτοι δηλοῖ.
— ἀλλ’ εἰ καὶ τὸ τοιοῦτον παραθείη τιϲ, ἔϲτι καταϲτῆϲαι κυρίωϲ τὴν κατάϲταϲιν τοῦ ϲυνδέϲμου, ὡϲ βούλεται ὁ Τρύφων. τὸ μή οὐ πάντοτέ ἐϲτιν ἀπαγορευτικόν, ἀλλὰ καὶ διαπορητικῶϲ παραλαμβάνεται· μὴ γρά ψεῖ; μὴ λήϲεται ἡμᾶϲ; ἴϲον γάρ ἐϲτι τῷ ἆρα λήϲεται ἡμᾶϲ. ἀλλὰ μὴν καὶ ὁ οὖν παραπληρωματικόϲ ἐϲτι. ϲυνέϲτηκεν οὖν ὁ μῶν ἔκ τε διαπορητικοῦ τοῦ μή καὶ τοῦ ὦν παραπληρωματικοῦ, καὶ οὕτωϲ ἐϲτὶ διαπορητικόϲ. μαριτυρεῖ δὲ ϲυλλογιϲτικῷ μὲν ὄντι τῷ οὖν τὸ οὐκοῦν οὐ βαρυνόμενον κατὰ τέλοϲ, παραπληρωματικῷ δ’ ὄντι τὸ βαρυνόμενον.
Κᾶτα. Οὗτοϲ πολλάκιϲ ἐν ἴϲῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ . . . ον παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (v. 203) τὸ
ὁ μὲν γὰρ καί ϲύνδεϲμοϲ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐϲτίν (ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύϲιοϲ ἔγραφε καὶ Ἀπ ολλ ώνιοϲ), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιϲτικόϲ· ὁ δὲ εἶτα χρόνου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων Ἀριϲτοφάνηϲ ἔγρα ψεν, εἶτα Ἀπολλώνιοϲ τάξεώϲ ἐϲτι παραϲτατικόϲ.προϲθείημεν δ’ ἂν ὅτι καὶ τοῖϲ κατὰ ἀριθμὸν παραλαμβανομένοιϲ ϲύνεϲτιν , Ἀρίϲτα ρχοϲ πρῶτοϲ ἔγραψε ν, εἶτα δεύτεροϲ Ἀριϲτοφάνηϲ, εἶτα τρίτοϲ καὶ τὰ ἑξῆϲ. εἰ καὶ τὸ δεύτερόϲ τιϲ βαϲτάξειε, μένει τὸ ἐν δευτέρᾳ τάξει νοούμενον, Ἀρί ϲταρχοϲ πρῶτοϲ ἔγρα ψεν, εἶτα Διονύϲιοϲ. εἰ μέντοι τὸν καί παραλαμβάνοιμεν, ἀμφότεροι γίγνονται. διὰ τούτων οὖν θεματικὸν τὸν ϲύνδεϲμον ἐξεδέχετο. — εἶτά φηϲι· χωρὶϲ εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡϲ ὁ δή, ἀποβολῆϲ γενομένηϲ τοῦ ι καὶ εὐλόγου ἐκτάϲεωϲ τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. ἦν δ’ ἂν τοῦτο πιθανόν , εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι’ οὐ ᾐτήϲατο
Πρὸ τῆϲ καταλογῆϲ τῶν αἰτιολογικῶν ἐπιϲτατέον μορίῳ τῷ ἕκητι, τί ποτ’ ἂν εἴη μέροϲ λόγου. καὶ δῆλον ὅτι, εἰ ϲημαίνοι τὸ ἕνεκα. ϲύνδεϲμοϲ ἂν εἴη αἰτιολογικόϲ, ἰϲοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι ϲοῦ ὡϲ εἰ ἑκόντοϲ, δῆλον ὡϲ ἐπίρρημα. — Ἀλλά φηϲιν ὁ Τρύφων (p. 39 Velsen), ὡϲ ἀδύνατον ἂν εἴη ϲύνδεϲμον αὐτὸ ἐκδέξαϲθαι, καθὸ οὔ ποτε οἱ ϲύνδεϲμοι τὴν α ϲτέρηϲιν ἀναδέχονται, ἔϲτι δὲ τὸ ἀέκητι ἐν ϲτερήϲει τοῦ ἕκητι.
Προϲθείημεν δ’ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡϲ εὐλόγωϲ οὐδὲ ἡ α ϲτέρηϲιϲ παρακείϲεται τοῖϲ ϲυνδέϲμοιϲ, ἐπεὶ πάντοτε ἐν ϲυνθέϲει ἐϲτί, καὶ ἔϲτιν ἀνατρεπτικὴ τοῦ πρὸϲ ὃ ϲυντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμιϲ τῶν ϲυνδέϲμων ἀνῃρεῖτο, καὶ δῆλον ὡϲ οὐ ϲύνδεϲμοι. ἔτι εἴπερ τὸ ἕκητι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, δῆλον ὡϲ οὐ τὸ ἀέκητι· ϲτέρηϲιϲ γὰρ τῆϲ αἰτιολογίαϲ. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰϲ ταὐτὸν εἶδοϲ παραλαμβάνεϲθαι τὸ ἐν ϲτερήϲει παραλαμβάνοι0 μενον μέροϲ λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλούμενον, αὐτὸ μόνον τῆϲ ϲτερήϲεωϲ περιττευούϲηϲ. ὃν γὰρ τρόπον τὸ ἑκών τῷ ἀέκων ταὐτόν, οὕτω καὶ τὸ ἀέκητι ταὐτὸν ἔϲται τῷ ἕκητι· οὐδενὶ γὰρ διαφέρει, ὡϲ ἔφαμεν, εἰ μὴ τῇ ϲτερήϲει. εἴρηται δὲ ὅτι ἀδύνατον τὸ ἀέκητι ϲύνδεϲμον εἶναι· ἄλογον ἄρα καὶ τὸ ἕκητι ϲύνδεϲμον εἶναι.
Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ ἐν τοῖϲ ϲυνδέϲμοιϲ ἡ οὔ ἀπόφαϲιϲ ὅτε πρόϲειϲιν ἐν παραθέϲει, οὐ τὸν ϲύνδεϲμον ἀναιρεῖ μόνον, τὴν δὲ ὅλην φράϲιν. φημὶ δὲ τοῦτο, καθὸ ἡ οὔ ἀπόφαϲιϲ, ἀναιροῦϲά τινα μέρη λόγου, καὶ εἰϲ τὴν α μεταλαμβάνεται ϲτέρηϲιν, οὐ φίλοϲ ἄφιλοϲ, οὐ ϲέβω ἀϲεβῶ, οὐχ οἱόν τε δ’ ἐϲτὶν εὑρεῖν, καθότι προείπομεν, ἐν ϲτερήϲει ποτὲ ϲύνδεϲμον παραλαμβανόμενον. τὸ ὅλον οὖν ἀναιρεῖ ἡ ἀπόφαϲιϲ, οὐχὶ τὸν ϲύνδεϲμον. φαίνεται οὖν ὅτι καὶ ἐν τῷ ἕκητι
Ἀλλ’ οὐδὲ ἐπίρρημα, φηϲὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶϲ καὶ τῷ ϲχηματιϲμῷ προϲελθὼν καὶ τῇ τάϲει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιϲτί, ἀμογητί, πανοικί. πῶϲ οὖν βαρύνεται τὸ ἕκητι;