Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ἰσοκράτης μὲν ὁ σὸς ἑταῖρος καὶ ἐμός, ὦ Ἐχέκρατες, εἴ περ ἄλλο τι, φησὶ χρῆναι προσεῖναι τοῖς σπουδαίοις | ἀνθρώποις, ἐν τῇ παραινέσει τῇ πρὸς τὸν Ἰππονίκου, καὶ τὴν φιλοπροσηγορίαν· ὅ πέρ ἐστι τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, ὡς αὐτός φησιν. εἰ δὲ καὶ ἰδίᾳ χρῆν πρὸς ἕκαστον τοῦτο ποιεῖν, ὅπως καὶ τοὺς ἰδιώτας ὡς ὅ τι μάλιστα οἰκειοτέρως καὶ εὐμενεστέρως ἔχειν πρὸς ἡμᾶς παρασκευάζωμεν ἐκ τῆς τοιαύτης φιλοπροσηγορίας, πολλῷ δή που ἀναγκαιότερον τὸ πρᾶγμα καὶ ὁ τοιοῦτος τρόπος τῆς προσφωνήσεως, εἰ πρὸς τοὺς ἐν τέλει καὶ ἐν ἀρχαῖς γεγονότας ὑφ’ ἡμῶν γίγνοιτο καὶ μάλιστά γε δὴ τοὺς ἑκάστοτε ἐκ βασιλέων εἰς τὰ ἔθνη καὶ τὰς πόλεις | τὰς ἡμετέρας παραγιγνομένους, ὅπως καὶ αὐτοὺς διὰ τοιούτου τρόπου καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς αὑτῶν πατρίδας οἰκειοτέρως διακεῖσθαι παρασκευάσαιμεν. ἀμέλει γέ τοι καὶ τὸ πρᾶγμα ἤδη ἐπιχωριάζει ἐπὶ πᾶσι, καὶ καθάπερ τις οὗτος νόμος καὶ θεσμὸς διελήλυθεν διὰ πάντων, ὡς εὐθὺς ἅμα τε τῇ πρώτῃ τῶν πυλῶν, ὡς ἄν εἴποι

τις, εἰσόδῳ προσφωνεῖν τούτους δημοσίᾳ τὰς πόλεις ὑφ’ ἑνὸς ὅτου οὖν τῶν ἀρίστων κατὰ τὴν παιδείαν ὥςπερ δημοσίᾳ τινὶ φωνῇ καὶ κοινῷ προσαγορεύματι προσαγορεύοντος. φέρε οὖν εἴπωμέν τι καὶ περὶ τούτων τῶν λόγων, ὅπως ἂν καὶ τούτους ἄριστα καὶ ῥᾷστα μεταχειριζοίμεθα.

Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως, καὶ δι’ ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς ἀποδεχομένου τοὺς τοιούτους ἄπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι’ ὅπερ καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ, πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου [καὶ] τῆς φαιδρότητος ὥςπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο ἐπισημηνάμενον, ὅτι οὐδ’ ἂν ὁ

σύμπας χρόνος ἐξαρκέσαι πρὸς τοῦτο, καὶ ὅτι ἑτέρου καιροῦ, οὐ τοῦ παρόντος. κατακλείσεις δὲ τὸ ἐγκώμιον εἰς τοῦτο, ὅτι ἕν τι τῶν καλῶν τῶν βασιλέως καὶ τοῦτο, τὸ τοιοῦτον ἄνδρα ἐπιλεξάμενον καταπέμψαι ἐπὶ τὸ αὑτοῦ ἔθνος οὐ πόρρω βαίνοντα τῆς αὑτοῦ προαιρέσεως.

Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ μὲν φανερὰ εἴη, καθ’ ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον 〈εἰ〉 ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς, εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας, καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη | πεπαιδευμένος, τοῖς

ἀρίστοις τῶν Ῥωμαίων παραβάλλειν· εἴτε τὴν Ἑλληνικήν, τοῖς τῶν Ἑλλήνων. διὰ τοῦτο δὲ καὶ δίκαιος καὶ σώφρων καὶ περὶ τὰς δίκας ἀκριβής· παραδείγμασι δὲ καὶ ἐπὶ τούτῳ χρηστέον προσώποις, τῷ Ἀριστείδῃ, τῷ Θεμιστοκλεῖ, ἐφαρμόζοντα καὶ παραβάλλοντα καὶ τούτων ἀμείνω ἀποφαίνοντα.