Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Πρὸ δὲ τοῦ περὶ τῆς γενέσεως λόγου (μικροῦ γάρ με παρῆλθεν ὑπὸ τοῦ θρύβου καὶ τῆς ταραχῆς τῆς περὶ τὴν ἔξοδον) ὁ ἐπὶ τῷ θαλάμῳ λεγόμενος λόγος· ἐχόμενος δ’ ὅ τι μάλιστα καὶ ἀκόλουθος 〈ἂν〉 εἴη τοῖς γαμικοῖς τῶν λόγων, σχεδὸν εἷς καὶ ὁ αὐτὸς ὢν τῷ

γαμικῷ, πλὴν τῷ χρόνῳ διαφέρων, ἐπὶ τετελεσμένοις τοῖς γάμοις λεγόμενος οὗτος· οὐ μὴν τοῖς γε ἄλλοις ἀπᾴδων τοῦ προειρημένου, καὶ ὥςπερ ἀντὶ ὑμεναίων ἐπᾳδόμενος τοῖς γάμοις. τινὰ μὲν οὖν καὶ παρὰ Σαπφοῖ τῆς ἰδέας ταύτης παραδείγματα, ἐπιθαλάμιοι οὕτως | ἐπιγραφόμεναι ᾠδαί· ἀλλ’ ἐπειδὴ οὐχ ἡ αὐτὴ μεταχείρισις ποιήσεως τε καὶ πεζοῦ λόγου, ἀλλ’ ὥςπερ τοῖς μέτροις, οὑτωσὶ δὲ καὶ τοῖς ἐννοήμασι διενήνοχεν ταῦτα, τοῦτον ἄν μοι δοκεῖς τὸν τρόπον καὶ τοῦτον τὸν λόγον προσφόρως μεταχειρίσασθαι, εἰ ἐν μὲν τῷ προοιμίῳ εὐθὺς αὐτὸ τοῦτο ἐπισημαίνοιο, ὅτι οἱ μὲν ἄλλοι τὸν ὑμέναιον ᾄδουσιν, ἡμεῖς δὲ ἀντὶ τοῦ ὑμεναίου τὸν λόγον, οὐχ ὑπ’ αὐλοῖς ἢ πηκτίσιν ἢ νὴ Δία καλλιφωνίᾳ τινὶ τοιαύτῃ, ἀλλὰ ἐπαίνοις καὶ ὕμνοις τῶν γεγαμηκότων.

Εἶτα ἐπὶ τούτοις ἐπάγειν, ὅτι ἀναγκαῖος ὁ γάμος ἀνθρώποις γε οὖσι· σωτηρία γὰρ τοῦ γένους· καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ γάμου. εἶτα μεταβήσῃ ἐπὶ τὰ πρόσωπα τῶν συνιόντων εἰς τὸν γάμον, ὁποῖοί τινες οὗτοι· ἐν ᾇ | περὶ γένους ἐρεῖς αὐτῶν καὶ τροφῆς, καὶ περὶ κάλλους σωμάτων καὶ ἡλικίας· ὅσα ἐκ τύχης αὐτοῖς πρόσεστι, καὶ περὶ ἐπιτηδευμάτων· ὅτι σπουδὴν ἔσχον

περὶ τὸν γάμον καὶ τὴν σύζευξιν αὐτοί· ὅπως διάκεινται ἐπὶ τῷ γάμῳ οἱ οἰκεῖοι, οἱ ἀλλότριοι, ἡ πόλις αὐτὴ δημοσίᾳ· ὅτι πᾶσι διὰ σπουδῆς ὁ γάμος ἐστίν, καὶ ὁ γάμος ἔοικεν πανηγύρει τινὶ καὶ νεομηνίᾳ καὶ δημοτελεῖ ἑορτῇ τῆς πόλεως. ὥςπερ δὲ ἐν τοῖς γαμικοῖς ἠξιοῦμεν πρὸς τοῖς ἄλλοις ἐπισκοπεῖν, οἷον εἰ ἐκ τῆς αὐτῆς πατρίδος, εἰ ἐκ τοῦ αὐτοῦ γένους, οὑτωσὶ δὲ μηδὲ ἐν τούτῳ παρὰ φαῦλον ποιεῖσθαι τὸ μέρος τοῦ λόγου τοῦτο.

Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ | Ὁμηροῦ παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν

ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή·
τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα. παῖδες γένοιντο, ὡς καὶ τούτων ἐπιδεῖν γάμους καὶ ᾆσαί τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγω.