Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Τάδε πλημμελούμενα ἐν ταῖς μελέταις· οἳ μὲν ἠθῶν ἀμοίρους τοὺς λόγους ποιοῦνται οἰόμενοι τοῦ | πράγματος εἶναι τὸν ἀγῶνα, τὸ δὲ ἦθος ἐν παρέργῳ τιθέ- μένοι· οἳ δὲ περὶ τὴν κρᾶσιν τῶν ἠθῶν οὐ σπουδαίως ἔχουσιν, ἀλλ’ ἂν μὲν ἀπλοῦν ᾖ τὸ ἦθος καὶ παντί τῳ ἰδεῖν ἐκκείμενον, ἰδόντες καὶ προσπεσόντες χρῶνται τῷ ἦθει· ἂν δὲ διπλοῦν ᾖ ἢ τριπλοῦν καὶ ποικιλώτερον, οὔτε τὰς διαιρέσεις τῶν ἠθῶν ζητοῦσιν οὔτε περὶ τὴν κρᾶσιν αὐτῶν πραγματεύονται· ὅθεν αὐτοῖς οὐδὲ ἀγωνίζεσθαι τοῖς ἤθεσιν συμβαίνει, ἀλλ’ ὁ τοῦ ἤθους ἀγὼν ὑπάρχει τὰ καλούμενα ἐπιφωνήματα, προστυχοῦσαί τινες αὐτόματοι φωναὶ ἠθικαί. παρ’ ὃ καὶ τὸν ἔπαινον καρποῦνται γυμνὰ τὰ ἤθη φθεγγόμενοι, δέον καθόλου τούτοις διαγωνίζεσθαι, ὥςπερ

σώματι ψυχὴν συμπλέκοντας τὰ ἤθη τοῖς πράγμασιν. ἔτι τε οὐχ ὑποτείνουσι τὸ ἓν μέγα ἦθος (ἔστι δὲ τοῦτο 〈τὸ〉 ἐκ φιλοσοφίας), οὗ τὰ ἄλλα πάντα 〈τὰ〉 κατὰ μέρος ἐξήρτηται πρόσφορα τοῖς ἑκάστοτε ὑποκειμένοις προσώποις· παρ’ ὃ καὶ μικρότεροι ἐν ταῖς τῶν ἠθῶν χρείαις εἰσίν, ὁπόταν καὶ τὰ ἤθη || μεταχειρίζωνται, οὐδαμοῦ τὸ μεγαλοπρεπὲς διασῴζοντες, δέον τοῦτο φυλάττειν πανταχοῦ. ὥςπερ γὰρ ἐν ψυχῇ δεῖ τὸν λογισμὸν κρατεῖν, θυμὸν δὲ καὶ ἐπιθυμίαν τούτῳ ὑπακούειν, καὶ ὅσα γε θυμῷ πράττομεν, μετὰ λογισμοῦ θυμοῦσθαι, ὅσα δὲ ἐπιθυμίαις χαριζόμεθα, μὴ ἄγαν ἀλογίστως χαρίζεσθαι· οὕτω δὲ δεῖ κἀν τῷ λόγῳ ἓν μὲν ἦθος ἐκεῖνο τὸ μέγιστον τὸ ἐκ φιλοσοφίας ὥςπερ λογισμὸν ὑποκεῖσθαι τῷ λόγῳ, τὰ δὲ ἄλλα ἐπάγειν, τὰ θυμικὰ λέγω καὶ τὰ οἰκτρὰ καὶ τὰ ἀστεῖα καὶ τὰ πικρὰ καὶ τὰ ἐπίφθονα, πάντα ταῦτα ἐκείνου ἐξηρτημένα καὶ ἀλλήλοις συγκε- κραμένα κατὰ τὸν τῆς χρείας λόγον.

Τοῦτο τὸ ἦθος Πλάτων ὑποθέμενος καὶ τὰ τῶν σοφιστῶν καὶ τὰ τῶν πολιτικῶν καὶ τὰ τῶν δημιουργῶν, καὶ τὰ τῶν μειρακίων καὶ τὰ τῶν ἀνδρῶν καὶ τὰ τῶν πρεσβυτέρων, καὶ τὰ τῶν γυναικῶν, καὶ τὰ τῶν | δούλων καὶ τὰ ἐλευθέρων ἤθη κατὰ λόγον τούτῳ συνέπλεξεν. τοῦτο καὶ Δημοσθένης ὑποθέμενος δι’ ὅλου μεγαλοπρεπής ἐστιν ἐν τοῖς λόγοις, ὁμοίως ἔν τε τοῖς συμβουλευτικοῖς τὸ τοῦ πολιτικοῦ ἦθος ὑποθέμενος καὶ τὸ τοῦ κολακεύοντος τούτῳ συμπλέκων

〈καὶ ἐν τοῖς δικανικοῖς〉 * * . * * καὶ διαφέρων τὴν δόξαν τοῦ συναγορεύοντος, ἐν οἷς πραχθῆναι συναγωνίζεται, κατὰ μίμησιν τὴν Πλάτωνος. καὶ γὰρ ἐκεῖνος τὰ δόγματα οὐκ αὐτὸς ἀποφαίνεται, εἶτα περὶ αὐτῶν διαγωνίζεται· ἀλλὰ ἐν μέσῳ τὴν ζήτησιν ποιούμενος πρὸς τοὺς διαλεγομένους εὑρίσκων μᾶλλον τὸ δέον δόγμα ἢ φιλονεικῶν ὑπὲρ αὐτοῦ φαίνεται, πλὴν ὅσα περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς διαλέγεται. τοῦτο καὶ Ὅμηρος πανταχῇ τηρῶν καὶ πάντα ἤθη καὶ πάσας φαντασίας ἀπὸ τοῦ ἴσου ὑμνῶν καὶ τῇ τοιαύτῃ τέχνῃ μεταχειριζόμενος πρὸς τὰς διαφορὰς τῶν ὑποκειμένων προσώπων ποιεῖται τὴν διάκρισιν. |

Ταῦτα μὲν ἐν ἤθει πλημμελοῦμεν, 〈οἳ μὲν〉 τὸ μηδὲ ὅλως ζητεῖν, οἳ δὲ τὸ μὴ πάντα εὑρίσκειν, οἳ δὲ τὸ μὴ περὶ τὴν κρᾶσιν πραγματεύεσθαι, οἱ δὲ πλεῖστοι καὶ σχεδὸν ἅπαντες καὶ τὸ μὴ 〈τὸ〉 πρῶτον καὶ μέγιστον ἦθος ὑφίστασθαι καὶ τὰ ἄλλα ἀκολούθως τούτῳ ἐπάγειν.

Περὶ δὲ γνώμην πρῶτον τὰ μέτρα οὐχ ὁρῶμεν, ἀλλ’ οἳ μὲν πάντα διὰ βραχέων ἐπιτρέχουσι δείξαντες ἕκαστα τῶν ζητουμένων καὶ παρελθόντες, συντομίαν τινὰ τοῦτο νομίζοντες, τὴν ἀπόλειψιν τῆς τῶν πραγμάτων θεωρίας· οἳ δὲ ὅπως πλεῖστα εἰς ἕκαστον τῶν ὑποκειμένων ζητημάτων ἐροῦσι, σκοποῦνται οὐκ εἰδότες,

ὅτι τὰ μὲν φύσει ὁμολογούμενα καὶ τὰ τοῖς ἤθεσι διεγνωσμένα καὶ τὰ ἔθεσι κεκριμένα βραχείᾳ ἀποφάσει τὴν ἰσχὺν ἔχει, ἐὰν δέ τις μηκύνῃ, ψυχρότερα καὶ ἀσθενέστερα αὐτὰ ἐξεργάζεται· περὶ δὲ τὰς τῶν νόμων ἐξετάσεις καὶ τὰς τούτων ἀποδείξεις ἡ πολλὴ πραγματεία ἀναγκαία τῷ ῥήτορι. ἔτι τε πολλάκις ἀγνοοῦμεν ἅ τε βρα|χέως δεῖ λέγειν καὶ οἷς δεῖ μῆκος περιτιθέναι. καίτοι βραχὺς ὁ περὶ τούτων λόγος, ὡς τὰ ἰσχυρότατα βραχύτατα λεκτέον, τὰ δὲ ἀσθενέστατά ἐστι καὶ τὰ ἀγχώμαλα τὰ τῆς βοηθείας τοῦ ῥήτορος εἰς ῥοπὴν δεόμενα. ὅλως δὲ οὔτε βραχέα οὔτε πολλὰ δεῖ ζητεῖν λέγειν, ἀλλὰ σύμμετρα πανταχοῦ, ζητοῦντας πρὸς τῇ συμμετρίᾳ πανταχοῦ καὶ τὴν ἀσφάλειαν· ἐπιθυμίᾳ δὲ τοῦ πολλὰ δοκεῖν εὑρίσκειν καὶ λέγειν πολλὰ ἐν τοῖς λόγοις λυμαινόμεθα. ταῦτα μὲν καὶ περὶ τὴν γνώμην ἁμαρτάνομεν.

Ἀτεχνία δὲ ἐν μελέταις αὕτη· πρώτη μὲν γυμνὴ τῶν κεφαλαίων πρότασις πανταχοῦ τῷ μὴ ἐπίστασθαι μήτε προδιοικεῖσθαι, ὃ πέρ ἐστι προσυστῆσαι ἢ προ- διαβαλεῖν, μήτε τὰς τῶν προτάσεων μεθόδους· αἳ | ἐπὶ τριῶν σχημάτων ἀγωνίζονται· ἢ ὡς εἰδότος τοῦ λέγοντος τὰ μέλλοντα λεχθήσεσθαι ὑπὸ τοῦ ἀντιδίκου· οἶδ τοίνυν, ὅτι ἐρεῖ καὶ ἀλλὰ νὴ Δία ἐρεῖ· ἢ ὡς πυθομένου· πέπυσμαι τοίνυν αὐτὸν ἐρεῖν, ἀπήγγειλεν

τοίνυν τίς μοι· ἢ ὡς στοχαζομένου. ὧν ἑκάστη τῶν προτάσεων κατὰ λόγον τέχνης προτείνεται. ὁ δὲ λόγος τῆς τέχνης οὗτος· περὶ ὧν θαρροῦμεν λύσειν, ἐροῦμεν εἰδέναι ἐροῦντα τὸν ἀντίδικον· περὶ ὧν ἀμφιβόλως ἔχομεν καὶ μέσως, εἰκάζειν προσποιησόμεθα· ἃ δὲ ἰσχυρὰ ὄντα τῷ ἀντιδίκῳ ἴσμεν, ταῦτα ἀκηκοέναι φήσομεν, ἵνα μὴ δοκῶμεν συνειδέναι τὰ ἰσχυρὰ τοῖς ἐναντίοις.

Μία τοίνυν αὕτη ἀτεχνία, ὅπερ ἔφην, ἡ τῶν προτάσεων γυμνότης, ἣν καὶ τέχνην τινὲς διαιρέσεως νομίζουσιν. ἑτέρα δὲ ἡ δοκοῦσα παρὰ τοῖς πολλοῖς τῆς τάξεως ἀκολουθία, τὸ καθ’ ὅλον τοῦ προβλήματος τὴν τάξιν διδόναι τοῖς καλουμένοις κεφαλαίοις· ἀλλὰ δεῖ κατὰ τὴν χρείαν | τοῦ ἀγῶνος διακοσμεῖν τὰς πίστεις, ἔνια καὶ μετατιθέντα, καὶ τάξαι τὸ συμφέρον ἡγούμενον, ἀλλὰ μὴ ὥςπερ στοιχείοις χρῆσθαι τοῖς κεφαλαίοις κατὰ τὴν τάξιν ἀπὸ τοῦ ᾱ ἕως w̄, καθάπερ γραμματικὸν ἄνδρα, ἀλλὰ πρὸς τὴν χρείαν τῶν ἀγώνων, ὥςπερ 〈τὰ〉 γράμματα πρὸς τὰ ὀνόματα, οὕτω καὶ τὰ κεφάλαια πρὸς τὰ πράγματα διακοσμεῖν. ἕτερον ἐκεῖνο τὸ μηδαμοῦ συμπλέκειν τοῖς ἀσθενέσι τὰ ἰσχυρά, ἵνα τῇ τούτων ἰσχύι ἐκεῖνα ἐπικρύπτηται.

ἔτι κἀκεῖνο τὸ μηδαμοῦ τῶν λόγων ἐκβολὴν ποεῖσθαι μηδεμίαν, καιροὺς ὑπερβαίνοντα, εἶτα πάλιν ἐπανιόντα. ὅ περ ποιοῦσιν οἱ παλαιοί· ἐν ἑτέρων καιρῶν ἀγῶσιν ἑτέρων μνήμας ποιοῦνται, τεχνικῶς προδιοικούμενοι τὴν τῶν μελλόντων λεχθήσεσθαι πίστιν καὶ 〈τὰ〉 παρόντα ὁμοῦ ταῖς ἐκείνων συμπλέκοντες πίστεσιν. ἔτι κἀκεῖνο ἁμάρτημα τὸ μηδὲν προδιοικεῖσθαι μηδὲ πρότερον ἀποδεικνύναι, εἶτα ἐπιφέρειν· ὅ περ ποιοῦσιν οἱ παλαιοὶ πολλάκις, καὶ | μάλιστα Δημοσθένης κατὰ μίμησιν τὴν Πλάτωνος, εἰδὼς ὅτι πολλαχοῦ προτεινόμενα τὰς κατασκευὰς ἀσθενεῖς ἔχει, προκατασκευασθέντα δὲ πιστὰ 〈τὰ〉 ἐπενεχθέντα φαίνεται. τί δεῖ λέγειν, ὅτι τὴν ἀναγκαίαν ἀκολουθίαν οὐχ ὁρῶμεν; ἣν φησὶ δεῖν Πλάτων προσεῖναι τοῖς λόγοις, οὐ χύδην ὡς ἔτυχεν βεβλῆσθαι τὰ ἐνθυμήματα, ἀλλ’ εἶναι τὸν λόγον ἐοικότα σώματι ἐκ κεφαλῆς ἐπὶ πόδας ἔχοντι τὰ μέρη καὶ τὰ μέλη ἀλλήλοις τε πρέποντα καὶ τῷ ὅλῳ συστήματι τοῦ σώματος. τοῦτο μὲν παρίημι εὐθύνειν, ὅτι ἔοικε σπάνιον εἶναι. ὁπότε γὰρ καὶ Λυσίαν ἐπὶ τούτῳ ἐλέγχει, πᾶσαν τὴν ἡμετέραν ῥητορικὴν ἔοικεν ἐλέγχειν. τοῦτον δὲ τὸν ἔλεγχον τὸν τοῦ μὴ ἐπίστασθαι τὴν ἀναγκαίαν ἀκολουθίαν μόνος Δημοσθένης ἐξέφυγεν κατὰ μίμησιν τὴν Πλάτωνος· πῶς καὶ τίνα τρόπον, ἐν τῷ περὶ μιμήσεως πειρασόμεθα. τοιαῦ|τα
μὲν καὶ τοσαῦτα καὶ ἔτι πλέω τούτων τὰ τῆς ἀτεχνίας πλημμελήματα.

Περὶ δὲ τὴν λέξιν συχνὰ τὰ ἁμαρτήματα. οἳ μὲν γὰρ πάνυ εὐτελῶς φθέγγονται καὶ φασὶ τὸ κατὰ φύσιν δὴ καὶ γνώριμον μεταδιώκειν, οὐκ εἰδότες ὅτι ἐν τῷ καλῷ μάλιστα 〈τὸ〉 γνώριμόν ἐστιν, ἐν δὲ τῷ ἀγοραίῳ τῆς λέξεως οὐδὲ τὸ σαφές, μή τί γε 〈τὸ〉 γνώριμον φαίνεται· τὸ γὰρ ἀγοραῖον οὔτε τὴν δήλωσιν ἀκριβῆ οὔτε τὴν φαντασίαν ἐναργῆ παρέχεται. οἳ δὲ τὸ παράσημον τῆς λέξεως ἐναγκαλίζονται, εἴ πού τι ἀνακεχωρηκὸς ὄνομα ἢ ῥῆμα εἴρηται, τοῦτο θηρῶντες καὶ πανταχοῦ φθεγγόμενοι, ἐπ’ ἀρχαιότητι δή τινι σεμνυνόμενοι· γελοῖον πεπονθότες, εἴ γε μὴ λογίζονται, ὅτι τὰ βυβλία διὰ τῶν γνωριμωτάτων ἀγωνίζεται, τὰ δὲ ἀνακεχωρηκότα ταῦτα σπάνιά ἐστιν. οὔκουν ἀρχαΐζειν 〈ἂν〉 δοκοίη ὁ τὰ ὀλιγάκις εἰρημένα ἀρχαίοις λέγων, ἀλλ’ ὁ τοῖς ἀεὶ λεγομένοις καὶ πανταχοῦ χρώμενος. ἀγνοοῦσιν δὲ καὶ τὴν χρῆσιν τῶν σπανίων ὀνο|μάτων, καθ’ ἃς αἰτίας ἔνεστι τοῖς βυβλίοις. εἰσὶ δὲ αἱ αἰτίαι αὗται· πρώτη μὲν ἐκείνη·

ἔνια τῶν ὀνομάτων τοῖς τότε καιροῖς συνήθη ἦν καὶ γνώριμα, ὧν νῦν ἡ χρῆσις ἐξερρύηκεν· ἐκεῖνοι μὲν οὖν ὡς γνωρίμοις ἐχρῶντο, ἡμεῖς δ’ ἂν αὐτὰ εἰκότως ἐκκλίνοιμεν. δευτέρα αἰτία·

ἔνια τῶν πραγμάτων τῷ μὴ πολλάκις

συνήθη τοῖς ἀνθρώποις εἶναι ἀήθη πάντα ἔσχεν καὶ τὰ ὀνόματα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, ὅταν ὑπό τινος δριμέος ἢ στριφνοῦ μὴ οἷοί τε ὦσιν τέμνειν οἱ ὐδόντες ὥςπερ φρίττοντες. τοῦτο γὰρ σπανίως συμβαίνει· σπανία δὴ καὶ ἡ χρῆσις τοῦ ὀνόματος. ἡμεῖς δὲ ἐκκυκλοῦμεν ἀεὶ τὰ τοιαῦτα ὀνόματα.

τρίτη δὲ αἰτία ἐκείνη· ἐνίοτε λέγουσιν τὰ σπάνια τῶν ὀνομάτων κατὰ μίμησιν τὴν πρὸς ἑτέρους, καθάπερ ἐν ἰδιώματι κωμῳδίας. ἡμεῖς δὲ οὔτε παίζοντες οὔτε | ἀνάγκῃ κατακλειόμενοι θηρῶμεν τὰ ὀλίγα ταῦτα ὀνόματα, ὀψιμαθίᾳ καὶ ἀπειροκαλίᾳ τοῖς αἰσχίστοις τῶν παθῶν περιπεπτωκότες. Ἔτι κἀκεῖνο πλημμέλημα ἐν τῇ λέξει τὸ ὑπὸ φιλοτιμίας πᾶσι χρῆσθαι τοῖς εἰρημένοις ὀνόμασι πανταχοῦ, τὸν καιρὸν μὴ προστιθέντα, οἷον λέγω ἱστορικόν που ὄνομα, διαλεκτικόν, ποιητικόν, ἐκ τραγῳδίας ἢ κωμῳδίας φθέγγεσθαι ὄνομα. ἔστιν δὲ τοῦτο παιδείας μὲν ἴσως ἔνδειξις, χρήσεως δὲ ἀπειρία. δεῖ γὰρ διακρίνειν, τίνα δικανικά τε τῶν ὀνομάτων, τίνα διαλεκτικὰ καὶ τίνα ἱστορικά, καὶ τίνα ποιητικὰ ἑκατέρας τῆς ποιήσεως, καὶ ἐπιλέγεσθαι τὰ πολιτικὰ πανταχόθεν· εἰ δὲ μή, καὶ γελοῖοι καὶ ἐπίφθονοι φανούμεθα· οὐχ ὡς οὐκ ἔστι που καὶ διαλεκτικὸν ὄνομα καὶ ἱστορικὸν καὶ ποιητικὸν ἐν τοῖς πολιτικοῖς βυβλίοις, ἀλλ’ ἐπίστασθαι

δεῖ καὶ τὸν καιρὸν τῆς χρήσεως καὶ τὴν διοίκησιν. ἔστιν δὲ ὁ μὲν καιρὸς ἐκεῖνος, ὅταν ἐναργέστερόν τι ὄνομα ᾖ ἀπὸ ποιήσεως ἢ διαλεκτικῆς ἢ ἱστορικῆς, χρῆσθαι, | ὡς ὁ ῥήτωρ, πρὸς τὴν ἐνέργειαν. ἡ δὲ διοίκησις ἐκείνη, τὸ προεξηγήσασθαι καὶ τοῖς προταχθεῖσιν ἢ ἐπιφερομένοις οὖσι γνωρίμοις ἀφανίσαι τὴν καινότητα τοῦ ὀνόματος καὶ ὁμολογίᾳ χρῆσθαι τοῦ τὸ ῥῆμα ἐξ ἄλλης ἰδέας λόγων εἶναι· ἱκανὴ γὰρ 〈ἡ〉 ὁμολογία καὶ παραμυθία τῆς καινότητος. ταῦτα καὶ ἔτι πλείω τούτων κατὰ λέξιν ἁμαρτάνομεν.

Ἀκόλουθος δὲ τῇ λέξει καὶ ὁ περὶ τῶν σχημάτων λόγος, ὅτι καὶ ἀπλάστως καὶ ἀσχηματίστως λέγουσιν, ὥςπερ καὶ ἀγοραίως τοῖς ὀνόμασιν. οἳ δὲ καὶ πανταχόθεν σχήματα συνάγουσιν ἀγνοοῦντες τὸν καιρὸν αὐτῶν, ὥςπερ καὶ τῶν ὀνομάτων. τοιαῦτα μέν τινα καθόλου λέγειν ἔχομεν 〈πλημμελούμενα〉 ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει.

Φέρε δὴ κατὰ μέρος σκεψώμεθα ἀπὸ τῶν τῆς ὑποθέσεως στοιχείων τὰ ἐν ἑκάστῳ στοιχείῳ πλημμελήμα|τα· ἔστι δὲ τὰ τῆς ὑποθέσεως στοιχεῖα τέσσαρα· προοίμιον, διήγησις, πίστεις, ἐπίλογοι.

Ἃ τοίνυν πλημμελοῦμεν ἐν προοιμίῳ μελετῶντες, ταῦτά ἐστι. πρῶτον μὲν ὡς εἰδόσι τοῖς δικασταῖς διαλεγόμεθα προοιμιαζόμενοι, γελοιότατον πάσχοντες, ἐπειδὴ προβάλλομεν πρὸ τῆς μελέτης τὴν ὑπόθεσιν,

ἡγούμενοι καὶ τὸν δικαστὴν ὥςπερ τὸν ἀκροατὴν ἐπίστασθαι τὸ πρόβλημα. δεῖ δὲ ἐν τῷ προοιμίῳ καὶ παρανοίγειν τὸ πρᾶγμα, ἐπὶ κεφαλαίων προδηλοῦντα, περὶ ὧν ὁ ἀγὼν γενήσεται. ἔπειτα δὲ νόμον τινὰ προοιμιίων ἐποιήσαντο τὰ προοίμια, οὐκ εἰδότες ὅτι ἓν ἐξαρκεῖ 〈πολλάκις〉, πολλάκις δὲ καὶ πλειόνων δεῖ. ἔτι τοίνυν πολλοὶ προκαταχρῶνται τοῖς κεφαλαίοις ἐν τοῖς προοιμίοις, οὐδὲ νοοῦντες, ὅτι τὰ προοίμια δεῖ σύστασιν μὲν εἶναι τῶν κεφαλαίων, οὐκέτι δὲ αὐτὰ κεφάλαια. ὅθεν καὶ τῶν ἀντι|δίκων ὑπολήψεις ἐν προοιμίοις διαλαμβάνουσιν. ἔτι μέντοι καὶ λοιδορούμεθα πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι, οὐκ εἰδότες οὐδὲ τοῦτο, ὅτι ῥήτωρ λοιδορίᾳ χρῆται ὡς πίστει ἤτοι κατὰ ἤθους ἢ κατὰ πραγμάτων χρείαν· ἡμεῖς δὲ πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι λοιδορούμεθα. ἔτι μέντοι ἓν σχῆμα τῶν προοιμίων ἡμῖν ἐστι, τὰ στρογγύλα καὶ τὰ περιφερῆ λέγειν προοίμια· οὐκ ἴσμεν δὲ ὅτι καὶ τὰ ἀποτεταμένα ἔστιν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ ἀπὸ παροιμίας που ἄρχεται προοίμιον, καὶ παράδειγμά που καὶ εἰκόνα προοίμιον ἔχει. πάντων δὲ τούτων τῶν ἀγνοημάτων 〈αἴτιον〉 τὸ μὴ ἐπίστασθαι, τί τὸ κεφάλαιόν ἐστι τοῦ προοιμίου καὶ τίς ἡ τέχνη ἐστί. τὸ δὲ κεφάλαιον τοῦ προοιμίου δόξα προσώπων τε καὶ πραγμάτων· δεῖ γὰρ ἢ συστῆσαι ἢ διαβαλεῖν
ἢ πρόσωπον ἢ πρᾶγμα. ἡ δὲ τέχνη τοῦ προοιμίου προδιοίκησις τοῦ παντὸς ἀγῶνος. δεῖ γὰρ παρασκευάσαι τὸν ἀκροατὴν ἐν τῷ προοιμίῳ, ὡς συμφέρει τῷ ῥήτορι τοῦτον τὴν τοῦ | παντὸς ἀγῶνος ἀκρόασιν ποιήσασθαι. ἐντεῦθεν καὶ τὰ μέτρα τῶν προοιμίων εὑρίσκομεν κατὰ τὰς διοικήσεις καὶ τὰς πλάσεις καὶ τὴν ἑρμηνείαν. ταῦτα μέν ἐστι κεφάλαια περὶ τῆς ἐν προοιμίοις πλημμελείας.

Διηγήσεις δὲ οἳ μὲν οὕτω βραχείας ποιοῦνται, ὥςπερ οὐ δέον μηκῦναι τὴν ὑπόθεσιν· οἳ δὲ οὕτω μακράς, ὥςτε καὶ συμπλέκειν καὶ κατασκευάς τινας καὶ αὐξήσεις. ἑκάτερον δὲ τούτων ἁμάρτημα. τό τε γὰρ μὴ σαφῶς διδάσκειν οὐκ ἂν εἴη διηγεῖσθαι· τό τε ἀπέραντα λέγειν, ἀλλὰ μὴ ἐν μέτρῳ τῆς διδασκαλίας τὸ πιθανὸν διοικεῖσθαι κλέπτοντα τὴν ἀκρόασιν ματαία καὶ ἄκαιρος ἡ τοιαύτη ἀδολεσχία. δεῖ δὲ τὸν ῥήτορα διηγεῖσθαι μὲν ὡς διδάσκοντα, πειρᾶσθαι δὲ πείθειν ἐν τῷ διδάσκειν, τά 〈τε〉 σαθρά καὶ τὰ ἰσχυρά, τά τε τοῦ ἐξ ἐναντίας καὶ τὰ αὑτοῦ πρὸς τὸ συμφέρον μεταχειριζόμενον. ἁμάρτημα δὲ καὶ τὸ πανταχοῦ διηγεῖσθαι μὴ ἐπιστάμενον, ὅτι ὅλη μὲν ἰδέα συμβουλευτικὴ διηγήσεως οὐ δεῖται· ἴσασι γὰρ οἱ βουλευόμενοι περὶ ὧν σκοποῦνται, καὶ δέονται μα|θεῖν ὃ πρακτέον ἐστίν, οὐχ ὅπερ βουλευτέον. εἰσὶ δὲ καὶ δίκαι διηγήσεις οὐκ ἔχουσαι· αὗται δέ εἰσιν 〈αἱ〉 καὶ τοῖς δικάζουσι τὸ

πρᾶγμα γνώριμον ἔχουσαι καὶ τοῖς ἀντιδίκοις ὁμοίως ἀμφοτέροις ὁμολογούμενον· τοιαῦται δὲ εἰσὶν αἱ πλείους τῶν πραγματικῶν ὑποθέσεων. οὕτω δέ που πράγματά ἐστι πολιτικὰ ἐν οἷς οὐ δεῖ διηγεῖσθαι, ἀλλὰ μάταιον τὸ ἀνάλωμα τῶν λόγων, ὅπου τοῖς λέγουσιν ἀμφοτέροις ἡ διήγησις περιττὴ καὶ πλέον οὐδὲν ἑκατέρῳ· οἷον ἀριστειῶν διηγήσεις γελοῖαι παντάπασιν (ὁμολογοῦνται γάρ) καὶ ἐκ παραβολῆς αἰτήσεις· οἷον δύο στρατηγῶν ὃ μὲν τριακοσίους ἔλαβεν αἰχμαλώτους, ὃ δὲ τριακοσίους ἀνῄρηκεν· ἀμφισβητοῦσιν τῆς δωρεᾶς· ἐνταῦθα γὰρ τὸ διηγεῖσθαι οὐδετέρῳ χρήσιμον, ἄλλως

Ἐν δὲ τοῖς κεφαλαίοις πρὸς τῇ ἄλλῃ τῇ εἰρημένῃ ἀτεχνίᾳ καὶ τόδε [τὸ] πλημμέλημα, ἀλόγων τινῶν καὶ ἀπρεπῶν καὶ ἀπιθάνων κεφαλαίων συνήθεια, οἷς χρῶνται οἱ μελετῶντες, οὐκ ἂν χρησαμένων τῶν ὡς ἀληθῶς λεγόντων· ἃ καὶ καλοῦσιν καθολικὰ κεφάλαια. ἐν μὲν τῇ συμβουλευτικῇ ἰδέᾳ τὸ οὐ δεῖ πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι· τίς γάρ ἐστιν ὁ λέγων, ὅτι δεῖ 〈ἀεί〉 ποτε πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι; ἀλλ’ εἰ μέντοι, ζητοῦμεν καὶ τὸ πρὸς τίνας καὶ τὸ ἄχρι πόσου· ὧν ἡ ζήτησις ἐν τέσσαρσι τοῖς τῆς συμβουλῆς κεφαλαίοις,

τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῇ δυνάμει. ἐν δὲ ταῖς δικανικαῖς τὸ δεῖν τὸν ἠριστευκότα, τὸν ἀνῃρηκότα τύραννον δωρεὰν λαμβάνειν, 〈ἣν〉 ἂν θελήσῃ, πᾶσαν, ἐπειδὴ ὁ νόμος κελεύει· τοῦτο γὰρ πῶς οὐ παντάπασιν ἄλογον καὶ ἀναίσχυντον; ἀλλ’ εἰ μέν, ζητεῖται, 〈ἃ〉 βούλεταί τις, εἰ δίκαια καὶ πρέποντα αὐτῷ αἰτοῦντι λαβεῖν καὶ τοῖς ψηφιζομένοις παρασχεῖν. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν τὸν στρατηγόν, τὸν ἄρχοντα τῶν κατὰ μέρος εὐ|θύνας ὑποσχεῖν· τούτῳ γὰρ σαφῶς ὁμολογεῖ ἀδικεῖν, τῷ μὴ πάντων ἀξιοῦν λόγον ὑποσχεῖν.

φαίη τις ἂν ἐκ περιουσίας ταῦτα λέγεσθαι· ἀλλὰ τοὺς πλείστους τῶν λόγων ἐπ’ αὐτοῖς ἀναλίσκουσιν. ἔπειτα εἰδέναι δεῖ καὶ περὶ τῶν ἐκ περιουσίας κεφαλαίων, ὅτι τότε λεκτέα ἐστίν, ὅταν χρήσιμον 〈ᾖ〉 καὶ μὴ πολὺ μᾶλλον βλάπτῃ. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν πατρὶ ἀποκηρύττοντι ἀντιλέγειν· τοῦτο πάντων γελοιότατον τὸ ἥκοντα εἰς δικαστήριον κατηγορήσοντα παιδὸς φάναι μὴ δεῖν ἀπολογεῖσθαι. μέγιστον δὲ καὶ ἀλογώτατον ἐκεῖνο τὸ μὴ δεῖν ἐξ εἰκότων κατηγορεῖν· τοῦτο γὰρ παντάπασιν στοχασμὸν ἀναιρεῖ, ὅ περ μέγιστον δικανικῆς ἰδέας μέρος· αἱ γὰρ πλεῖσται δίκαι ἐκ τῶν εἰκότων κρίνονται. ταῦτα καὶ ἄλλα τοιαῦτα κεφάλαια ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς εἰθισμένα

ἀγωνίζεσθαι φευκτέα, εἰ μέλλει τις πρὸς ἀλήθειαν ῥητορεύειν. |

Ταῦτα μὲν πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῶν κεφαλαίων.

Ἐνίοις κἀκεῖνο ἁμάρτημα, αἱ καλούμεναι ἐκφράσεις, πολλαχοῦ τὸ χειμῶνα γράφειν καὶ λοιμοὺς καὶ λιμοὺς καὶ παρατάξεις καὶ ἀριστείας. οὐ γὰρ ἐν τούτῳ ἐστὶν ἡ κρίσις τῆς δίκης, ἐν τῷ διαγράψαι τὸν χειμῶνα. ἀλλὰ καὶ ταῦτα ματαία ἐπίδειξις καὶ λόγου ἀνάλωμα· εἰσερρύη δὲ τοῦτο τὸ ἁμάρτημα ἐν ταῖς μελέταις κατὰ ζῆλον τῆς ἱστορίας καὶ τῶν ποιημάτων. ἀγνοοῦμεν γὰρ ὡς ἔοικεν, ὅτι ἱστορία μὲν πεζὴ καὶ ποίησις γραφικὰς τὰς ὄψεις τῶν ἀναγκαίων τοῖς ἀκούουσιν παράγουσιν, ἀγὼν δὲ δικανικὸς μεμέτρηται πρὸς τὴν χρείαν. καὶ οἱ μὲν ποιηταὶ καὶ ἱστορικοὶ τὰ συμβεβηκότα τόποις τισὶ καὶ προσώποις ἐκτυποῦσιν, ὡς ἐγένετο· οἱ δὲ μελετῶντες ῥήτορες οὐκ ἔχοντες ὁμολογουμένην οὐδὲ ἰδίαν τὴν τῶν πεπραγμένων ἰδέαν αὑτοῖς ἀναπλάττουσιν λοιμῶν καὶ λιμῶν καὶ χειμώνων καὶ πολέμων ὄψεις, | οὐ πάντων οὕτω συμβεβηκότων, ὡς αὐτοὶ λέγουσιν. ἔξεστι γοῦν καὶ τῷ ἀντιδίκῳ ἑτέρως αὐτὰ φράσαι ἢ ὡς ἂν ὁ ἀντίδικος εἴπῃ. ὥςπερ οὖν ἔφην, καὶ ταῦτα μάταιον μῆκος λόγων. τοῦτο δὲ τὸ πάθημα ἀνθρώπων ἀγνοούντων, ὅτι καὶ ἐν τοῖς ἐπικαίροις τῶν ἀγώνων ἔστι φαντασίας κίνησις

ἱκανὴ καὶ οὐ δεῖ ἔξωθεν λόγοις φαντασίας ἐπεισκυκλεῖσθαι.

Περι δὲ ἐπιλόγων· ἡγοῦνται τοὺς ἐπιλόγους ὥςπερ ἐν δείπνῳ τραγήματα εἶναι τῶν λόγων καὶ ὥςπερ ἐπιφυλλίδας καὶ στωμύλματα (παρ’ ὃ καὶ ἐπιφωνήματα καλοῦσιν τὰ ἐν ἐπιλόγοις λεγόμενα) οὐκ εἰδότες, ὅτι ὥςπερ τὸ προοίμιον διοίκησις τοῦ παντὸς ἀγῶ|νος, οὕτω καὶ ὁ ἐπίλογος βεβαίωσις ἢ ἐπανάμνησις τῶν προαποδεδειγμένων πραγμάτων, ἢ ἐν παθῶν συντάσει παροξυνόντων ἡμῶν ἢ οἰκτιζομένων ἢ καὶ ἄλλα ὅσα ἤθη λόγων διάφορα τῷ ὑποκειμένῳ ἑκάστοτε ἀγῶνι.

Ταῦτα καὶ ὅσα ἐκ τούτων ἤρτηται τηρῶμεν ἐν ταῖς μελέταις πλημμελήματα.

Ἔτι δὲ καὶ τὴν παλαιότητα μὴ ἐν τῇ θέσει τῶν βυβλίων νομίζωμεν εἶναι, ἀλλ’ ἐν τῇ χρήσει τῆς ὁμοιότητος. μίμησις γὰρ οὐ χρῆσίς ἐστι τῶν διανοημάτων, ἀλλ’ ἡ ὁμοία τῶν παλαιῶν ἔντεχνος μεταχείρισις. καὶ μιμεῖται τὸν Δημοσθένην οὐχ ὁ τὸ 〈Δημοσθένους λέγων ἀλλ’ ὁ〉 Δημοσθενικῶς, καὶ τὸν Πλάτωνα ὁμοίως καὶ τὸν Ὅμηρον. καὶ πᾶσα μίμησις ὧδε ἔχει· τέχνης ζῆλος ἐκμάττων ἐνθυμημάτων ὁμοιότητα. μακρότερος ὁ περὶ μιμήσεως λόγος, ὃν ἀλλαχῇ μεταχειριούμεθα. τὸ δὲ νῦν ἔχον τηρητέον τὰ ἐν μελέτῃ πλημμελήματα

ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν | λέξει, κατὰ πάντα μέρη τῆς ὑποθέσεως, κατὰ προοίμιον, διηγήσεις, πίστεις, ἐπιλόγους. ταῦτα περὶ τὰ φανερώτατα· πλείω δὲ τὰ ὑπολειπόμενα, 〈ἃ〉 δείξουσιν αἱ συνουσίαι.