Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ὁ μέγιστος κίνδυνός ἐστι καὶ νέῳ καὶ μὴ νέῳ περὶ τὴν τῶν λόγων κρίσιν. ταῖς γὰρ ἡμετέραις δόξαις δίχα ἐπιστήμης εἰκῇ καὶ ἐπαινοῦμεν ἃ ἔτυχεν ἑκάστοτε καὶ ψέγομεν· καὶ διὰ τοῦτο συμβαίνει ταὐτὰ καὶ ἐπαινεῖσθαι καὶ ψέγεσθαι οὐ μόνον ἄλλοτε ὑπ’ ἄλλων, ἀλλὰ καὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ποτὲ μὲν ἐπαινεῖσθαι, ποτὲ δὲ ψέγεσθαι. ὥςπερ γὰρ οἱ ἄπειροι τοῦ ἀριθμοῦ οὐδέποτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγουσιν οὔτε πρὸς ἀλλήλους οὔτε πρὸς ἄλλους, ἀλλ’ ἡ ἀπειρία παρέχει τεκμήριον τὴν | ἀσυμφωνίαν· οὕτως ἀμέλει καὶ περὶ λόγους ἔχομεν οἱ πλεῖστοι· οὐδέποτε γὰρ τὰ αὐτὰ ἡμῖν δοκεῖ, ἀλλὰ ποτὲ μὲν ἐπαινοῦμεν ταῦτα ἃ ποτὲ ἐψέγομεν, καὶ ἃ ἐψέξαμεν ἐπαινοῦμεν· ψυχαγωγούμεθα γὰρ τῇ δόξῃ τῶν ἀποφαινομένων ἢ πρὸς τὸ ἀξίωμα τὸ ἐκείνων ἀποβλέποντες, οὐκ οἰκείᾳ κρίσει χρώμενοι. δεῖ δὲ ὥςπερ κανόνα εἶναι καὶ στάθμην τινὰ καὶ δοκίμιον ὡρισμένον, πρὸς ὅ τις ἀποβλέπων δυνήσεται τὴν

κρίσιν ποιεῖσθαι ἢ ἐπὶ τάδ’ ἢ ἐπ’ ἐκεῖνα. ὡς οὖν ἐμοὶ δοκεῖ, φράσω πρὸς ὑμᾶς. τέτταρα εἶναί φημι, ἀφ’ ὧν τὴν δοκιμασίαν καὶ τὴν κρίσιν χρῆναι ποιεῖσθαι τῶν λόγων ἀξιῶ. ἔστι δὲ τὰ τέσσαρα ταῦτα· ἦθος, γνώμη, τέχνη, λέξις. σκεπτέον οὖν ἀεὶ ἡμῖν, περὶ ὧν ἢ ἀνέγνωμεν ἢ ἠκούσαμεν ἢ ὁπωςοῦν ἐνετύχομεν, τί ὠφελεῖ ἢ βλάπτει εἰς ἦθος, τί εἰς γνώμην, τί εἰς τέχνην, τί εἰς λέξιν. ἔξω τούτων οὐκ εἰσὶν ὅροι.

Τί ποτ’ ἐστὶν ὃ λέγω, μαθεῖν χρή. τὸ ἦθος φημὶ διπλοῦν εἶναι, κοινόν τε καὶ ἲδιον. πῇ διορίζω τὸ κοινὸν καὶ τὸ ἴδιον ἀπ’ ἀλλήλων, φράσω. κοινὸν λέγω τὸ φιλοσοφίας ἐχόμενον. ἔστι δὲ τοῦτο τί; τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀπαλλάττον. ἴδιον δὲ λέγω τὸ ῥητορικόν. ἔστι δὲ τοῦτο τί; τὸ πρέποντας καὶ προσήκοντας τοὺς λόγους ποιεῖσθαι περὶ τῶν ὑποκειμένων πραγμάτων τῷ λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος· 〈οὗ〉 ὅ τί ποτέ ἐστιν, 〈ἔστιν〉 ὁ ἀγὼν τοῖς βυβλίοις πᾶσιν, καὶ τοῖς παλαιοῖς 〈καὶ τοῖς νέοις〉. τί οὖν περὶ τούτων λέγω; τὰ βυβλία μεστά ἐστι δικαίων ἠθῶν, ἀδίκων, σωφρόνων ἀκολάστων, ἀνδρείων δειλῶν, σοφῶν ἀμαθῶν, πράων ὀργίλων. ἔξεστιν οὖν καταλιπόντας τὰ ὀνόματα, ἐκλαβόντας 〈τὰ〉 ἤθη φιλοσοφῆσαι τὰ τοῦ βίου πράγματα, καὶ τὰ μὲν μιμήσασθαι, τὰ δὲ φυγεῖν·

οἷον εἴ τις λαβὼν παρὰ Ὁμήρου τὸ ἦθος τοῦ Ἀλεξάνδρου λυμηναμένου ξένου οἰκίαν καὶ ἁρπαγὴν ποιησαμένου ἀλλοτρίας γυναικὸς μισοῖ μὲν τὸ ἦθος, φυλάττοιτο δὲ καὶ τὴν τύχην, ὡς καὶ τὴν πατρίδα τούτου | κατασκαφεῖσαν καὶ τὸν οἶκον ἀνατραπέντα καὶ μεγίστην τιμωρίαν καὶ παρὰ ἀνθρώπων καὶ ἐκ θεῶν γενομένην. πάλιν αὖ ἔστι πονηρὸν ἦθος τοῦ Πανδάρου συγχέοντος τοὺς ὅρκους· ἡ τιμωρία φαίνεται ἐπαξία τοῦ ἁμαρτήματος. Νέστορός που σωφροσύνη φαίνεται· τοῦτο εἰς ἀρετὴν συντελεῖ. λέγει που ὁ Ζεὺς περὶ τοῦ Ἕκτορος, εὐοέβειαν αὐτῷ μαρτυρῶν
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
καὶ ἂν καταλιπὼν τὰ ὀνόματα ἐξετάσῃς τῶν ἠθῶν τὰς διακρίσεις, ὥςπερ ἐν θεάτρῳ τοῦ βίου διὰ τῶν βυβλίων πορεύση. τοῦτο καὶ λάτων εἶπεν, ὅτι ἡ ποιητικὴ μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγινομένους παιδεύει. παιδεία ἄρα ἐστὶν ἡ ἔντευξις τῶν ἠθῶν. τοῦτο καὶ Θουκυδίδης ἔοικεν λέγειν, περὶ ἱστορίας λέγων, ὅτι καὶ στορία φιλοσοφία ἐστὶν ἐκ παραδειγμάτων· ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι,
ὠφέλιμα *** χρῆσθαι ταῖς παλαιαῖς ἱστορίαις καὶ τοῖς παραδείγμασιν τῶν ἠθῶν ὡς ἱστορίᾳ τοῦ βίου. ταῦτα μὲν περὶ τοῦ κοινοῦ ἤθους· κακίας φυγὴ καὶ ἀρετῆς κτῆσις.

Περὶ δὲ τοῦ ἰδίου ἤθους, ὃ ῥητορικὸν καλοῦμεν καὶ τρόπον τινὰ οὗτος ὁ λόγος περὶ διαιρέσεώς ἐστιν· περὶ οὗ μηδεὶς γέγραφεν μηδὲ εἴρηκέν ποτε. οἱ γὰρ ἀγῶνές εἰσιν τῷ ῥήτορι δύο, ὁ τοῦ πράγματος καὶ ὁ τοῦ ἤθους· πρεσβύτερος δ’ ὁ τοῦ ἤθους καὶ κυριώτερος, καὶ ὡς εἰπεῖν τῷ ῥήτορι μόνος ὁ τοῦ ἤθους ἀγών ἐστιν. τὸ γὰρ πρᾶγμα οἰκείαν ὕλην εἰς χορηγίαν παρέχει· ἡ τῶν ἠθῶν θεωρία ἀριθμῷ καταληφθεῖσαν διαίρεσιν ἠθῶν παραδίδωσι. συνέλωμεν οὖν καὶ τὰ ἤθη ἀριθμῷ καταδησώμεθα, ὥςτε μηδὲν ἡμᾶς δύνασθαι διαφυγεῖν. τὰ τοίνυν ἴδια καὶ ῥητορικὰ ἤθη τούτοις διαιρεῖται· κατὰ ἔθνη, γένη, ἡλικίας, προαιρέσεις, τύχας, ἐπιτηδεύσεις. ἑπτὰ οὗτοι τόποι· τὸ γὰρ ἔθνος διπλοῦν, ἔκ τε τοῦ κοινοῦ παντὸς καὶ τοῦ ἰδίου.

Τί ποτέ ἐστιν ὃ λέγω, διηγήσομαι. ζητητέον ἐστί, πότερον Ἕλλην ὁ λέγων ἢ βάρβαρος καθόλου. πολλὴ γὰρ διαίρεσίς ἐστι καὶ διάκρισις Ἑλληνικοῦ ἤθους καὶ βαρβαρικοῦ. εὑρήσεις γὰρ ἀγροικότερα τὰ βαρβαρικὰ

ἤθη καὶ τραχύτερά πως καὶ ἔχοντά τινα αὐθάδειαν, ὥςπερ καὶ ὁ Πλάτων τὸν Αἰγύπτιον λέγοντα εἰσάγει· ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδες ἐστέ, μάθημα δὲ οὐδὲν ἔχετε χρόνῳ πολιόν· ἐνταῦθα γὰρ καὶ ἡ τροπὴ τῶν ὀνομάτων δηλοῖ τὸ ἴδιον τῶν βαρβάρων. ὥςπερ | ἀμέλει καὶ Ἡρόδοτος πεποίηκεν διαλεγόμενον τὸν Κανδαύλην πρὸς τὸν Γύγην· ὦτα γὰρ τυγχάνει ἀνθρώποισιν ἐόντα ἀπιστότερα ὀφθαλμῶν· οὐ γὰρ περὶ ἀκοῆς καὶ ὄψεως διελέχθη, ἀλλ’ ἐπὶ τὰ μέρη τοῦ σώματος τὴν γνώμην μετήνεγκεν. ὡς καὶ τὸν τρόπον τῆς λέξεως βαρβαρικὸς καὶ ὁ λέγων χρῆμα ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ᾧ χρώμενοιι μαίνονται, τὴν γυμνασίαν τῶν ἀθλούντων λέγων, καὶ 〈ὁ〉 μανίας πόμα λέγων τὸν οἶνον.

Καὶ ὅλως τί δεῖ ταῦτα ἐπιλέγεσθαι; μεστὰ γὰρ τὰ βυβλία τῶν τοιούτων ἐστίν.

Ἰδοῦ διαίρεσις τοῦ ἔθνους· Ἑλληνικὸν ἢ βάρβαρον τὸ ἦθος. ἀλλὰ θῶμεν εἶναι Ἑλληνικὸν ἢ θῶμεν βάρβαρον, πάλιν καταδιαιρέσεις τῶν ἠθῶν· καὶ δεῖ συνελθεῖν ἀμφότερα, καὶ τὸν βάρβαρον καὶ τὸν Θρᾷκα τὸν φονικόν, καὶ τὸν βάρβαρον καὶ τὸν Σκύθην τὸν σύντομον. πάλιν Ἑλληνικὸν θῶμεν τὸ | ἦθος. ἔστω

Ἕλλην· ποῖόν τι ἔθνος Ἑλλήνων; Ἕλλην Ἀθηναῖος· τορός, λάλος, σοφός. Ἕλλην Ἴων· ἁβρός, ἀνειμένος. Ἕλλην Βοιωτός· εὐήθης. Ἕλλην Θετταλός· διπλοῦς καὶ ποικίλος. ἐντεῦθεν καὶ ἄνθρωποι φιλοσοφοῦντες τοῦτο καὶ ἐφιστανόμενοι τῇ φύσει τῶν πραγμάτων τὰ ἔθνη λοιδορίας ποιοῦνται, οὐκ ἐχόντων τῶν ἐθνῶν τὰς λοιδορίας ἀλλ’ ἐκ τῶν ἐπιπολαζόντων ἠθῶν τοῖς ἔθνεσιν τὰς βλασφημίας λαμβάνοντες. ὡς καὶ Δημοσθένης· οὐκ εἰσάγει ἰσχυρὸν εἶναι τὸν Θρᾷκα τοῦτον; καὶ ἡ διαβολὴ ἐν τῷ τὸν Θρᾷκα. καὶ τί δεῖ τὰ ἄλλα λέγειν; καὶ γὰρ ὁ Πλάτων φησὶ παγκάλως, ὅτι κατὰ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ τῶν ἠθῶν αἱ κράσεις· καὶ διὰ τοῦτο τινὰς μὲν ἀνθρώπους εἶναι φησὶ πρὸς μαθήματα ὀξυτέρους, τοὺς περὶ τὴν Ἐλλάδα· τοὺς δὲ πρὸς ἀργυρισμόν, τοὺς περὶ τὴν Φοινίκην καὶ Αἴγυπτον· ἄλλοι περὶ θυμόν, ὅσοι τῶν βαρβάρων εἰσὶ πολέμοις ἀνακείμενοι. καὶ εἰκότως ταῦτα λέγει. καὶ γὰρ τὰ ἤθη φησὶν ἐνδύεσθαι τοῖς τόποις καὶ τοῖς ἔθνεσιν ἀπὸ τῶν καθ’ ἕνα, καὶ διὰ τοῦτο ὅσα πολιτειῶν εἴδη, τοσαῦτα ἠθῶν εἴδη, ὡς τὰς πολιτείας ἀπὸ τῶν ἠθῶν
τά τε ἤθη ἀπὸ τῶν πολιτῶν γιγνόμενα. ὁρῶμεν οὖν ἀπὸ ἔθνους· διπλοῦν δὲ τὸ ἔθνος, Ἕλλην ἢ βάρβαρος. μετὰ τὸ κοινὸν ἐρχόμεθα ἐπὶ τὸ ἴδιον· Ἀθηναῖος ἢ Λάκων ἢ Βοιωτὸς ἢ Ἴων, ἢ Σκύθης ἢ Θρᾷξ ἢ Κελτὸς ἢ | ἀπὸ Ἰβηρίας ἢ Αἰγύπτιος. Δεῖ οὑν συνελθεῖν τιν’ ἰδιότητα ἀπὸ γένους. 〈ὑπὸ〉 τὸ γένος ἐστὶ τὰ τῆς συγγενείας ὀνόματα· πατὴρ βάρβαρος, καὶ βάρβαρος Κελτός, καὶ βάρβαρος Σκύθης· καὶ πατὴρ Ἕλλην· καὶ Ἕλλην πατὴρ Λακεδαιμόνιος, καὶ ὅδε πατὴρ Ἀθηναῖος.

Δεῖ προσελθεῖν τούτοις καὶ ἡλικίαν, καὶ τὰ τέσσαρα ἓν γενέσθαι· πατήρ, βάρβαρος, Σκύθης, νέος. οὐ γὰρ τὰ αὐτὰ ἤθη διασῴζονται νέοι καὶ πατέρες ὄντες καὶ πρεσβῦται γενόμενοι, ἀλλὰ γίνεται τὰ μὲν τῶν πρεσβυτέρων ἤθη μαλακώτερα, τὰ δὲ τῶν νεωτέρων ἀκμαιότερα. ὡς αὕτως καὶ εἰ ἀδελφὸν λέγοις, καὶ εἰ γυναῖκα λέγοις, καὶ εἰ ἄνδρα καὶ εἰ υἱόν. Ἐντεῦθεν τὸ οἰκεῖον ἦθος τῆς προαιρέσεως ἐξετάζεται· φιλόστοργος, ἀλλὰ τραχύς, ἀλλὰ σκληρός, ἀλλὰ φιλάργυρος, ἀλλὰ ἀνειμένος. ἡ προαίρεσις συντρέχει παντὶ ἤθει. Εἶτα ἀπὸ τύχης· εὖ πράττων, κακῶς πράττων· οὐ γὰρ ταὐτὰ ἤθη ἐστίν, ἀλλὰ ἡ τύχη ῥυθμίζει. Εἶτα καὶ ἐπιτήδευσις· ἔστι γοῦν καὶ ἀπὸ ἐπιτηδευμάτων· οἱ στρατιῶται ἔχουσίν τι ἀπὸ τῆς στρατιωτικῆς, οἱ ἰατροὶ ἀπὸ τῆς ἰατρικῆς, οἱ ῥητορικοὶ ἀπὸ τῆς ῥητορικῆς, καὶ

οἱ γεωργοὶ ἀπὸ τῆς γεωργικῆς. εὑρήσεις τὸν ἰατρὸν διαλεγομενον λέγοντα· δεῖ τοῦτο ἐκκαθᾶραι, ἐκτεμεῖν αὐτό. εὑρήσεις τὸν μουσικὸν λέγοντα· παρὰ μέλος λέγεις, οὐ συνᾴδει τὰ λεγόμενα. παρὰ τῷ Πλάτωνι ὁ Δημόδοκος λέγει πρὸς Σωκράτην· ἐμοὶ γάρ, ὦ Σώκρατες, ἡ τούτου τοῦ παιδὸς εἴτε φυτείαν εἴτε παιδοποιίαν χρὴ φάναι· τοῦτο δὲ οὐ χρὴ νομίζειν ὅτι μεγάλῃ τῇ φωνῇ χρῆται ὁ Πλάτων, ἀλλ’ ἐπειδὴ ὁ Δημόδοκος ἐργατικὸς καὶ γεωργικός, φωνὰς ἀφίησι τῆς τέχνης.

Ταῦτα τὰ ἑπτὰ εἴδη ἓν γενέσθαι δεῖ. οὕτως εὑρήσεις καθ’ ἕκαστον ῥῆμα ὑποθέσεως προβαλλομένης ἠθῶν συναγωγάς. πένης καὶ πλούσιος ἐχθροὶ ἐκ πολιτείας· εὑρήσεις ἐν τῷ πένητι ἦθος, ἐν τῷ πλουσίῳ ἦθος, | ἐν τοῖς ἐχθροῖς ἦθος, ἐν τῷ ἐκ πολιτείας ἦθος· οὐ γὰρ ἡ αὐτή ἐστιν ἔχθρα ἐξ ἰδιωτικῶν πραγμάτων καὶ ἐκ πολιτικῶν, ἀλλ’ ἕξεις τὸ φρόνημα ἑκατέρου ἀξιοῦντος διαλέγεσθαι τῷ δήμῳ. εἶτα εἰ πατήρ ἐστιν αὐτῶν τις ἢ οὐ πατήρ. εἶτα πόλεμος κατέλαβεν, εἶτα κατὰ τὸν πόλεμον ἀριστεία ἢ πταῖσμα· εἶτα αἰτήσεις καὶ κρίσεις. εὑρήσεις καθ’ ἕκαστον ὄνομα τῆς πλοκῆς ἐν ταῖς ὑποθέσεσιν γένεσιν ἤθους ἀναγκαίου. καὶ οὗτός ἐστιν ὁ διαιρετικὸς τῶν ἠθῶν ἀκριβής, ὁ μηθὲν ἦθος παραλιπών. ἂν γὰρ τὸν μὲν πατέρα

δείξῃς, τὸν δὲ πολιτικὸν μὴ δείξῃς, ἢ τὸν μὲν πολιτικὸν δείξῃς, τὸν δὲ πατέρα μὴ δείξῃς· ἢ πάλιν ἂν μὲν τὸν πατέρα δείξῃς, τὸν δὲ στρατηγὸν μὴ δείξῃς, ἂν τὸν μὲν ἠριστευκότα δείξῃς, τὸν δὲ λιπόντα τὴν τάξιν μὴ δείξῃς· ἂν μὴ δείξῃς κατὰ τύχας καὶ προαιρέσεις καὶ γένη καὶ ἔθνη τὰς διαφορὰς τῶν ἠθῶν καὶ 〈καθ’〉 ὅσα ἄλλα ἠριθμήσαμεν, οὐ πληροῖς τὸ ἦθος. πάντα γὰρ ταῦτα, ὅσα ἠριθμήσαμεν, | καλεῖται μὲν εἴδη, γίνεται δὲ ἦθος. ἡ γὰρ τέχνη τῆς διαιρέσεως, ὡς φησὶν ὁ Πλάτων, διαιρέσεις καὶ συναγωγαί, δεῖξαι τὰ εἴδη πόσα ἐστὶν καὶ πόσας ἔχει τομάς, καὶ πάντα συναγαγεῖν εἰς ταὐτόν. τοῦτο γάρ ἐστι διαιρέσεως τέχνη· ἓν πολλά, πολλὰ ἕν. ἔχομεν τὸ ἦθος, ἐρχόμεθα ἐπὶ τὴν γνώμην.

Ἡ γνώμη τριπλῆν ἐξέτασιν ἔχει· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. τὰ περιττὰ φλυαρία, τὰ ἐλλείποντα ἀσθενῆ, τὰ ἐναντία κίνδυνος. Ὅμηρος ταῦτα ἐπεσημήνατο·

Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα·
〈τίς〉 τῆς ἀκαίρου περιττότητος ἡ αἰτία; ἐὰν γοῦν τοῦ Θερσίτου παρέλῃς δύο ἔπη, Νέστορος γίνεται δημηγορία. τὰ δὲ δύο ἔπη τίνα ἐστίν; * * * Ὅμηρός σοι λέγει·
ἀλλ’ ὅ τί οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν | ἔμμεναι·
ὁτιοῦν τῶν λεγομένων γελοῖόν ἐστιν, ἀλαζονευομένου ἐκείνου ἐπὶ τῇ δυνάμει τοῦ σώματος καὶ τῇ ἀρετῇ καὶ ὑβρίζοντος ἐν τῇ παρρησίᾳ τῇ ἀκράτῳ. ταῦτα ἂν περιέλῃς, τὰ λοιπὰ ἰσχυρά ἐστιν. τοῦτο καὶ ἡ Ὁμήρου τέχνη. ἐπειδὴ γὰρ ἑώρα τὸ στρατόπεδον ἀγανακτοῦντας ὑπὲρ Ἀχιλλέως πρὸς Ἀγαμέμνονα, καὶ διὰ τοῦτο οὐ προθύμως ἔχοντας συμμαχεῖν, ἀλλ’ ἀπαλλακτικῶς ἐπὶ τῶν πατρίδων, ἠθέλησεν λῦσαι τὰ ὑπὲρ Ἀχιλλέως δίκαια. ἀνέστησεν οὖν αὐτῷ συνήγορον ἐπίφθονον, γελοῖον, ἵν’ ἐν τῇ τοῦ συνηγόρου κακίᾳ ἀφανισθῇ τὸ δίκαιον τοῦ πράγματος·
ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἡδ’ Ὀδυσῆι. τὼ γὰρ νεικείεσκε· τότ’ αὖ Ἀγαμέμνονι δίῳ ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα.
τί οὖν ἐστι τὸ θρασὺ αὐτοῦ καὶ ἡ περιττότης τοῦ ἤθους, καὶ ἡ ἀκαιρία τίς; |
τῷ δ’ ἂρ Ἀχαιοὶ ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ.
εἰ μὴ γελοῖος ἦν οὗτος καὶ ἄξιος μίσους, ἦν ἰσχυρὰ τὰ λεγόμενα ὑπὲρ Ἀχιλλέως. διὰ τοῦτο καὶ γέλως τοῖς Ἕλλησι γίνεται, καὶ ἐκ τοῦ γέλωτος διάλυσις τῆς σπουδῆς τῆς εἰς τὰς πατρίδας. ἀπὸ γὰρ ἐκείνης τῆς σκυθρωπότητος ἡ μεταβολὴ διὰ τὸ γενόμενον παρέσχεν
εἰρηναίαν τὴν ψυχήν. ὥςτε ἤδη μάθημα μανθάνομεν μέγα καὶ λαμπρόν, μὴ ἐν τῷ πλήθει τῶν λεγομένων ἡγεῖσθαι τὴν ἀρετὴν τῆς ῥητορικῆς. τὰ ἐλλείποντα πῶς; οὕτω πως εἶπεν περὶ τοῦ Μενελάου·

παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος. τὸ γὰρ παῦρα μέν τοιοῦτόν ἐστιν οἷον οὐκ ἐντελῶς | τῷ ἀγῶνι. τὸ δὲ μὴ ἐναντία, ὅπερ καὶ Ισοκράτης ἐπῄνεσεν, δικανικοῦ λόγου, ὡς δεῖ ἔχειν, καὶ ἐπιδεικτικοῦ διαίρεσιν λέγων, ὅτι δεῖ τοὺς μὲν ἔχειν ἀσφαλῶς, τοὺς δὲ ἐπιδεικτικῶς, καὶ Ὅμηρος δὲ εἶπεν

ὃ δ’ ἀσφαλέως ἀγορεύει·
τοῦτο δέ ἐστι τὸ διὰ τῶν ὁμολογουμένων οὐ περὶ τῶν ὁμολογουμένων ἀμφισβητήσιμα λέγειν, ἀλλὰ καὶ τῇ ἀποδείξει τῶν ὁμολογουμένων ἀμφισβητούμενον λύειν δυνάμενον. τοῦτο καὶ Ξενοφῶν καὶ Πλάτων λέγουσιν περὶ Σωκράτους, ὅτι διὰ τῶν ὁμολογουμένων ἐπορεύετο, ἐπεὶ διδάσκειν ἐβούλετο. Γίνεται οὖν ταῦτα τρία ἀριθμῷ· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. κάλεσον αὐτὰ δυσὶν ὀνόμασιν μέτρον καὶ ἀσφάλειαν. τῷ γὰρ μὴ περιττὰ μηδὲ ἐλλείποντα μέτρου ὄνομα, τῷ δὲ μὴ ἐναντία ἀσφαλείας.

Τρίτος ἡμῖν στόλος ἐστὶ τοῦ λόγου ἐπὶ τὴν τέχνην· εἴπομεν γὰρ ἤδη περὶ ἤθους καὶ γνώμης. πρῶτον

τὴν | ὑπόνοιαν, ᾗ ἄν τις ἀμφισβητήσαι, ἐκκαθάρωμεν. ἡ δ’ ὑπόνοια τίς; οἰηθείη ἄν τις, εἴ περ μὴ περιττὰ λέγοι μήτ’ ἐλλείποντα μήτ’ ἐναντία, τεχνίτην αὐτὸν εἶναι. τί οὖν πλέον ἡ τέχνη ἐστὶ τῆς περὶ τὴν γνώμην ἀσφαλοῦς πραγματείας; πολὺ τὸ πλέον. ἡ μὲν γὰρ γνώμη τὸ τῷ πράγματι χρήσιμον ἔχει τὸ εἰς ἀπόδειξιν, ἡ τέχνη τὸ πιθανὸν τοῖς ἀκούουσιν. ὥςπερ ἐν ἰατρικῇ εἴ τις τὴν μὲν γνώμην λέγοι, τὸ δεῖν τεμεῖν ἢ τὸ δεῖν φαρμακοποσίᾳ χρῆσθαι, τὴν δὲ τέχνην λέγοι τὸ κρύψαι τὸν σίδηρον, τὸ φάρμακον ἐν τοῖς γλυκέσι καὶ τοῖς συντρόφοις σιτίοις παρέχειν. αὕτη ἡ τέχνη μετὰ τὴν γνώμην ἐστίν. πῶς 〈δ’〉 ἂν συναγάγοις ἦθος καὶ τὴν γνώμην τέχνῃ; * * * * * * * * * * * * * * *
ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προἱεῖσι μογοστόκοι Εἰλείθυιαι·
δεύτερον·
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι.
τρίτον [τέταρτον] ἐστὶ δι’ οὗ ἐπανέρχεται ἐπὶ τὸ πρῶτον
ὸς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο.
οὕτω καὶ Θουκυδίδης· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον
σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι. εἶτα τὸ τεκμήριον πόσα ἔχει ὀνόματα; τεκμήριον, μαρτύριον, σημεῖον, παράδειγμα. προβὰς ἐρεῖ· μαρτύριον [σημεῖον] δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων. πάλιν προελθὼν ἐρεῖ· καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστιν. καὶ πάλιν προελθών· σημεῖον δ’ ἐστὶν ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα. καὶ ὅταν πᾶν εἴπῃ, ἐπὶ τὸ πρῶτον πάλιν, ἐπὶ τὸ δεύτερον· καὶ ὅλως ἡ χρεία τὸν ἀριθμὸν ἀνακαλέσεται. τοῦτο τὸ πολλοστῶς ἐστιν εἰπεῖν. ἕπεται τούτῳ τὸ ποικίλως. διαφέρει δὲ τὸ ποικίλως τοῦ πολλοστῶς, τὸ τῶν ἰδεῶν | τῆς λέξεως.

ἔστι δ’ εὐφορία κατὰ κρίσεις φαύλων ὀνομάτων· τοῦτο δικανικὸν ὄνομα, τοῦτο ἱστορικόν, τοῦτο διαλεκτικόν, τοῦτο κωμικόν. καὶ πάλιν μετὰ τὰς ἰδέας τοὺς ἄνδρας ἐπανελθεῖν· κωμικὸν τοῦτο Ἀριστοφάνειον, κωμικὸν τοῦτο Κρατίνειον, τοῦτο Εὐπολίδειον, τοῦτο Μενάνδρου· εἶτα δικανικὸν τοῦτο Λυσίειον, τοῦτο Δημοσθενικόν, Αἰσχίνῃ πρεπωδέστερον τοῦτο ὄνομα, Ἀντιφῶντι τοῦτο σύνηθες μᾶλλον. τοῦτο τὸ ποικίλως ἐστίν.

Αὕτη ἐστὶν ἡ θεωρία, καθ’ ἣν ἐξετάζεται 〈κατὰ〉 βυβλίων ἀκροάσεις πᾶς λόγος μετὰ ἀσφαλείας πορευομένης τῆς ἐξετάσεως. ζητήσεις γὰρ τί ὠφελεῖ ἢ βλάπτει τὰ ἀνεγνωσμένα ἢ εἰρημένα ἢ ἠκουσμένα εἰς ἦθος, γνώμην, τέχνην, λέξιν. τὸ ἦθος διπλοῦν, κοινὸν καὶ | ἴδιον. κοινὸν μὲν τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀποτρέπον· ἴδιον δὲ τὸ προσήκοντας καὶ πρέποντας τοὺς λόγους τῷ τε λέγοντι καὶ τοῖς ἀκούουσι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος παρέχεσθαι· γίνεται δὲ τοῦτο ἐν τοῖς ἀριθμοῖς οἷς εἴπομεν, τοῖς ἑπτά. εἶτα ἡ γνώμη μέτρῳ καὶ ἀσφαλείᾳ ἐπὶ τῶν τριῶν ἀριθμῶν. εἶτα ἡ τέχνη, ἡ κρᾶσις ἠθῶν καὶ πραγμάτων. εἶτα ἡ λέξις, τὸ σαφῶς, τὸ καθαρῶς, τὸ πολλοστῶς, τὸ ποικίλως. οὗτος ὁ περὶ 〈τῆς〉 τῶν λόγων ἐξετάσεως λόγος.