De Compositione Verborum
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
τούτων δή μοι τέλος ἐχόντων, ἐκεῖνά σε οἴομαι ποθεῖν ἔτι ἀκοῦσαι, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἄρξομαι δὲ πρῶτον ἀπὸ τῆς ψιλῆς λέξεως, ἕνα τῶν ἀνδρῶν προχειρισάμενος ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν,
μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή.
πειρατέον δὴ καὶ περὶ τούτων λέγειν ἃ φρονῶ. μυστηρίοις μὲν οὖν ἔοικεν ἤδη ταῦτα καὶ οὐκ εἰς πολλοὺς οἷά τε ἐστὶν ἐκφέρεσθαι, ὥστʼ οὐκ ἂν εἴην φορτικός, εἰ παρακαλοίην οἷς θέμις ἐστὶν ἥκειν ἐπὶ τὰς τελετὰς τοῦ λόγου, θύρας δʼ ἐπιθέσθαι λέγοιμι ταῖς ἀκοαῖς τοὺς βεβήλουσ . εἰς γέλωτα γὰρ ἔνιοι λαμβάνουσι τὰ σπουδαιότατα διʼ ἀπειρίαν, καὶ ἴσως οὐδὲν ἄτοπον πάσχουσιν. ἃ δʼ οὖν βούλομαι λέγειν, τοιάδε ἐστί.
πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν μοῦσαν ἢ μελικὴν χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν· ἐπεὶ καὶ ἡ ἐκλογὴ τῶν ὀνομάτων μέγα τι δύναται, καὶ ἔστι τις ὀνομασία ποιητικὴ γλωττηματικῶν τε καὶ ξένων καὶ τροπικῶν καὶ πεποιημένων, οἷς ἡδύνεται ποίησις, εἰς κόρον ἐγκαταμιγέντων τῇ ἀμέτρῳ λέξει, ὃ ποιοῦσιν ἄλλοι τε πολλοὶ καὶ οὐχ ἥκιστα Πλάτων· οὐ δὴ λέγω περὶ τῆς ἐκλογῆς, ἀλλʼ ἀφείσθω κατὰ τὸ παρὸν ἡ περὶ ταῦτα σκέψις. περὶ τῆς συνθέσεως αὐτῆς ἔστω ἡ θεωρία τῆς ἐν τοῖς κοινοῖς ὀνόμασι καὶ τετριμμένοις καὶ ἥκιστα ποιητικοῖς τὰς ποιητικὰς χάριτας ἐπιδεικνυμένης. ὅπερ οὖν ἔφην, οὐ δύναται ψιλὴ λέξις ὁμοία γενέσθαι τῇ
τίς δʼ ἐστὶν ἡ τούτων διαφορά, πάνυ ῥᾴδιον ἰδεῖν. ἡ μὲν ὅμοια περιλαμβάνουσα μέτρα καὶ τεταγμένους σῴζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς στίχων ἢ περιόδων ἢ στροφῶν χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν ἐμφαίνουσα αὐτῶν μήτε ὁμοζυγίαν μήτε ἀντιστροφὴν εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλταί τισιν ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις
αὐτίκα ὁ κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου ἐξ ἀναπαίστων ῥυθμῶν συγκειμένου, λείπεται δὲ ποδὶ τοῦ τελείου, παρʼ ὃ καὶ λέληθεν· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με · τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον πόδα ἤτοι κατʼ ἀρχὰς ἢ διὰ μέσου ἢ ἐπὶ τελευτῆς, τέλειον ἔσται
μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι,ἴσον δὲ τῷ
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο.τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο ἀλλʼ ἐκ ταὐτομάτου ἐγένετο· πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα ἡ φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφὴν ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί
μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκαὅμοιον τούτοις
κοῦραι ἐλαφρὰ ποδῶν ἴχνιʼ ἀειράμεναι.καὶ τοῦτʼ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ γνώμης γεγονέναι. ἀλλʼ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν μέτρων· μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα,
οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτακαὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου τουδί
ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνʼενόμιστοτοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν συνάψειε τοῦτον τὸν τρόπον
οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα καὶ σωφροσύνη ʼνενόμιστο·οὐδὲν διοίσει τοῦ μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ . τὸ δʼ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν · τέλειον γὰρ ἔσται πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο
προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα.παρίδωμεν ἔτι καὶ ταῦτα ὡς οὐκ ἐξ ἐπιτηδεύσεως
ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι,τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν. καὶ τί γε δὴ διὰ μέσου παρεμπεσὸν τὸ καὶ σκοπῶ , ὑφʼ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται; τὸ δʼ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα διασῷζον
περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας,ὅμοιον τῷ παρʼ Εὐριπίδῃ τῷδε
βασιλεῦ χώρας τῆς πολυβώλου Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει.καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος τουτί ἀποστερηθῆναι πάλιν αὐτῆσ ἰαμβικὸν τρίμετρόν ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον· ἐγένετο δʼ ἂν τέλειον οὕτως
ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει.
ἀλλʼ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων· ὁρῶ δὴ κἀν τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖν ʽδιοίσει γὰρ οὐδέν̓ τὸν ἐκ πέντε συγκείμενον χρόνων οὐκ αὐτοσχεδίως μὰ Δία ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως διʼ ὅλου τοῦ κώλου πλεκόμενον τούτου
τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις.οὐ τοιοῦτος μέντοι κἀκεῖνός ἐστιν ὁ ῥυθμός
Κρησίοις ἐν ῥυθμοῖς παῖδα μέλψωμεν;ἐμοὶ γοῦν δοκεῖ· ἔξω γὰρ τοῦ τελευταίου ποδὸς τά γε ἄλλα παντάπασιν ἴσα. ἔστω καὶ τοῦτο, εἰ βούλεταί τις, αὐτοσχέδιον· ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ
ὅσην εὔνοιαν ἔχων ἔγωγε διατελῶ .κἄπειτα ὁ παιὰν ἢ ὁ κρητικὸς ἐκεῖνος ὁ πεντάχρονος ἥξει ῥυθμὸς ἐν τοῖς ἑξῆς τούτοις τῇ πόλει καὶ πᾶσιν ὑμῖν τοσαύτην ὑπάρξαί μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα . τοῦτο γὰρ ἔοικεν, ὅ τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς, κατὰ γοῦν τὰ ἄλλα πάντα τῷ παρὰ Βακχυλίδῃ
οὐχ ἕδρας ἔργον οὐδʼ ἀμβολᾶς, ἀλλὰ χρυσαιγίδος Ἰτανίας χρὴ παρʼ εὐδαίδαλον ναὸν ἐλθόντας ἁβρόν τι δεῖξαι.
ὑφορῶμαί τινα πρὸς ταῦτα καταδρομὴν ἀνθρώπων τῆς μὲν ἐγκυκλίου παιδείας ἀπείρων, τὸ δὲ ἀγοραῖον τῆς ῥητορικῆς μέρος ὁδοῦ τε καὶ τέχνης χωρὶς ἐπιτηδευόντων, πρὸς οὓς ἀναγκαῖον ἀπολογήσασθαι, μὴ δόξωμεν ἔρημον ἀφηκέναι τὸν ἀγῶνα. ἐροῦσι δὴ ταῦτα·
περὶ δὲ τῆς ἐμμελοῦς τε καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν τοιαῦτά τινα λέγειν ἔχω, ὡς πρώτη μέν ἐστιν αἰτία
μηδεὶς δὲ ὑπολαμβανέτω με ἀγνοεῖν ὅτι κακία ποιήματος ἡ καλουμένη λογοείδεια δοκεῖ τις εἶναι, μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων· ὡς δὲ ἀξιῶ διαιρεῖν κἀν τούτοις τὰ σπουδαῖα ἀπὸ τῶν μηδενὸς ἀξίων, ἀκούσας μαθέτω. ἐγὼ τοὺς λόγους τὸν μὲν ἰδιώτην ἐπιστάμενος ὄντα, τὸν ἀδολέσχην τοῦτον λέγω καὶ φλύαρον, τὸν δὲ πολιτικόν, ἐν ᾧ τὸ πολὺ κατεσκευασμένον ἐστὶ καὶ ἔντεχνον, ὅ τι μὲν ἂν τῶν ποιημάτων ὅμοιον εὑρίσκω τῷ φλυάρῳ καὶ ἀδολέσχῃ, γέλωτος ἄξιον τίθεμαι, ὅ τι δʼ ἂν τῷ κατεσκευασμένῳ καὶ ἐντέχνῳ, ζήλου καὶ σπουδῆς ἐπιτήδειον τυγχάνειν οἴομαι. εἰ μὲν οὖν διαφόρου προσηγορίας τῶν λόγων ἑκάτερος ἐτύγχανεν, ἀκόλουθον ἦν
εἰρηκὼς δὴ καὶ περὶ τούτων παραδείγματά σοι τῶν εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη·
αὐτὰρ ὅ γʼ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ
χῶρον ἀνʼ ὑλήενταἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί
διʼ ἄκριαςἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ
οἷ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν
ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύςἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. ἔπειτʼ αὖθις
τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενονοὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ.
ἔνθά οἱ αὐλὴ ὑψηλὴ δέδμητοἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος· ἐπιθεὶς γὰρ
περισκέπτῳ ἐνὶ χώρῳ,πάλιν ἐποίσει
καλή τε μεγάλη τεβραχύτερον κώλου κομμάτιον, εἶτα
περίδρομοςὄνομα καθʼ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθʼ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον· τί γὰρ δεῖ μηκύνειν;
ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρʼ Εὐριπίδου ταυτί
ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται, χαῖρε,
ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον ἐμβατεύειςτὸ δεύτερον μέχρι τοῦδε.
ἔνθεν εὔχομαι γένος.τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον.
Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ τίκτει λαθραίως Ἡρακλεῖ·μετὰ τοῦτο
ξύνοιδε ὄρος Παρθένιον,οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτʼ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον
ἔνθα μητέρʼ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυιακαὶ τὰ ἑξῆς τούτοις παραπλήσια.
ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα· γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων ἀλλʼ ὧν ὁ πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς,
ὅτε λάρνακι ἐν δαιδαλέᾳ ἄνεμός τε μιν πνέων ἐφόρει κινηθεῖσά τε λίμνα, δείματι φρίττεν οὔτʼ ἀδιάντοισι παρειαῖς ἀμφί τε Περσέι βάλλε φίλαν χέρα εἶπέν τε· ὦ τέκος, οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε· γαλαθηνῷ δʼ ἤθεϊ κνοώσσεις ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ κυανέῳ τε δνόφῳ σταλείς.p.142ἅλμαν δʼ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν παριόντος κύματος οὐκ ἀλέγεις οὐδʼ ἀνέμου φθόγγον, πορφυρέᾳ κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον. εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν, καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας. κέλομαι· εὗδε βρέφος, εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν. μεταβουλία δέ τις φανείη, Ζεῦ πάτερ, ἐκ σέο· ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαι νόσφι δίκας, σύγγνωθί μοι.
τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι.
τοῦθʼ ἕξεις δῶρον ἡμέτερον, ὦ Ῥοῦφε, πολλῶν ἀντάξιον ἄλλων , εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθʼ ἡμέραν γυμνασίαις.