De Compositione Verborum

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.

ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθʼ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ

p.112
ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδʼ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα· συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον διʼ εὐλαβείας ἔχει.

οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ

p.113
κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει· ἀπερίοδον δὲ λέξιν ἢ περίοδον ἀκώλιστον ἢ κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδʼ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν.

ἀκόλουθον δʼ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ

p.114
πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετʼ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.
Ποικιλόθρονʼ ἀθάνατʼ Ἀφροδίτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μʼ ἄσαισι μηδʼ ὀνίαισι δάμνα, πότνια θῦμον· ἀλλὰ τύδʼ ἔλθʼ, αἴ ποκα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀίοισα πήλυ ἔκλυες, πάτρος δὲ δόμον λίποισα, χρύσιον ἦλθες
p.115
ἄρμʼ ὐπασδεύξαισα. κάλοι δέ σʼ ἆγον ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας πύκνα διννῆντες πτέρʼ ἀπʼ ὠράνᾤθερος διὰ μέσσω. αἶψα δʼ ἐξίκοντο· τὺ δʼ, ὦ μάκαιρα, μειδιάσαισʼ ἀθανάτω προσώπω ἤρεʼ, ὄττι δἦν τὸ πέπονθα κὤττι δηὖτε κάλημι, κὤττʼ ἔμω μάλιστα θέλω γενέσθαι μαινόλᾳ θύμω· τίνα δηὖτε πείθω μαῖσʼ ἄγην ἐς σὰν φιλότατα; τίς σʼ, ὦ Ψάπφʼ, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δέκετʼ, ἀλλὰ δώσει· αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα.
p.116
ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι θῦμος ἰμάρρει, τέλεσον, σὺ δʼ αὔτα σύμμαχος ἔσσο.
ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν· ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἢ ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ
p.117
παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους ἢ τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

ἔλεγον δʼ ἂν καὶ τὰ λοιπὰ τῆς συνθέσεως ταύτης ἰδιώματα καὶ ἀπεδείκνυον ἐπὶ τῶν παραδειγμάτων τοιαῦτα ὄντα οἷα ἐγώ φημι, εἰ μὴ μακρὸς ἔμελλεν ὁ λόγος γενήσεσθαι καὶ ταυτολογίας τινὰ παρέξειν δόξαν. ἐξέσται γὰρ σοὶ καὶ παντὶ ἄλλῳ καθʼ ἓν ἕκαστον τῶν ἐξηριθμημένων ὑπʼ ἐμοῦ κατὰ τὴν προέκθεσιν τοῦ χαρακτῆρος ἐπιλέγεσθαί τε καὶ σκοπεῖν ἐπὶ τῶν παραδειγμάτων κατὰ πολλὴν εὐκαιρίαν καὶ σχολήν· ἐμοὶ δʼ οὐκ ἐγχωρεῖ τοῦτο ποιεῖν ἀλλʼ ἀπόχρη παραδεῖξαι μόνον ἀρκούντως ἃ βούλομαι τοῖς δυνησομένοις παρακολουθῆσαι.

ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ ἡ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε·

πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε

p.118
γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ
p.119
τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.

ταῦθʼ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται, καὶ οὐ καθʼ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπʼ ἀλλήλων, ἀλλʼ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δʼ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπʼ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δʼ οὐδʼ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν· ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά
p.120
τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ ἡ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων ὁ κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες· εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν ἡ πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών· ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν.

ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι ʽμεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων καὶ τεχνῶν, ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατʼ ἐκείνην τὴν αἵρεσιν φιλοσοφοῦσιν̓, ὁρᾶται δʼ,

p.121
ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλʼ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδʼ ὁμοίως ἐπετήδευσαν, ἀλλʼ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δʼ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός,
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι,
δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δʼ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρʼ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντʼ ἄν, καθʼ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατʼ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθʼ ἱκανά.
p.122
παραδείγματα γὰρ τούτων οὐκ οἴομαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου.

εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην· ἀλλʼ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπʼ αὐτῶν ὡς γλυκύς, εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι· τὸ γὰρ οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντοσ , ὡς αὐτὸς Ἐπίκουρος λέγει, τοῖς μὴ στοχοζομένοις τοῦ πυκνὰ μεταπίπτοντος κριτηρίου πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.