De Compositione Verborum

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.

δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, καθάπερ ἡ παρʼ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφʼ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν, ἡδίστην καὶ τιμιωτάτην ἑορτῶν ἐμοί· πλὴν οὔτε χειρῶν δημιούργημα πέμπω σοι τῶν ἐμῶν, ὡς ἐκείνη φησὶ διδοῦσα τῷ μειρακίῳ τὸν πέπλον, οὔτʼ ἐς γάμου μόνον ὥραν, καὶ γαμετῇ χάριν εὔθετον, ἀλλὰ ποίημα μὲν καὶ γέννημα παιδείας καὶ ψυχῆς τῆς ἐμῆς, κτῆμα δὲ σοὶ τὸ αὐτὸ καὶ χρῆμα πρὸς ἁπάσας τὰς ἐν τῷ βίῳ χρείας ὁπόσαι γίνονται διὰ λόγων ὠφέλιμον, ἀναγκαιότατον ἁπάντων χρημάτων, εἴ τι κἀγὼ τυγχάνω τῶν δεόντων

p.4
φρονῶν, ἅπασι μὲν ὁμοίως τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους, ἐν ᾗ ποτʼ ἂν ἡλικίᾳ τε καὶ ἕξει τυγχάνωσιν ὄντες· μάλιστα δὲ τοῖς μειρακίοις τε καὶ νεωστὶ τοῦ μαθήματος ἁπτομένοις ὑμῖν, ὦ Ῥοῦφε Μετίλιε πατρὸς ἀγαθοῦ κἀμοὶ τιμιωτάτου φίλων.

διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τῆς περὶ τὰ ὀνόματα, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖά ἐστι καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεώς ἐστι καὶ πολιαῖς κατηρτυμένης ἡλικίας ἡ τούτων κατάληψις οἰκειοτέρα, πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη· τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς πέφυκε συνανθεῖν ἡλικίαις. ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους

p.5
τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν ὅ τι κεν ἐπʼ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθῃ λέγειν μηδʼ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλʼ ἐκλογῇ τε χρήσεσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ. εἰς δὴ τοῦτο τὸ μέρος, ὃ δεῖ πρῶτον νέοις ἀσκεῖσθαι, συμβάλλομαί σοι μέλος εἰς ἔρωτα τὴν περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πραγματείαν ὀλίγοις μὲν ἐπὶ νοῦν ἐλθοῦσαν, ὅσοι τῶν ἀρχαίων ῥητορικὰς ἢ διαλεκτικὰς συνέγραψαν τέχνας, οὐδενὶ δʼ ἀκριβῶς οὐδʼ ἀποχρώντως μέχρι τοῦ παρόντος ἐξειργασμένην, ὡς ἐγὼ πείθομαι. ἐὰν δʼ ἐγγένηταί μοι σχολή, καὶ περὶ τῆς ἐκλογῆς τῶν ὀνομάτων ἑτέραν ἐξοίσω σοι γραφήν, ἵνα τὸν λεκτικὸν τόπον τελείως ἐξειργασμένον ἔχῃς. ἐκείνην μὲν οὖν τὴν πραγματείαν εἰς νέωτα πάλιν ὥραις ταῖς αὐταῖς προσδέχου θεῶν ἡμᾶς φυλαττόντων ἀσινεῖς τε καὶ ἀνόσους, εἰ δή ποτε
p.6
ἡμῖν ἄρα τούτου πέπρωται βεβαίως τυχεῖν· νυνὶ δὲ ἣν τὸ δαιμόνιον ἐπὶ νοῦν ἤγαγέ μοι πραγματείαν δέχου.

κεφάλαια δʼ αὐτῆς ἐστιν ἃ πρόκειταί μοι δεῖξαι ταῦτα, τίς τε ἐστὶν ἡ τῆς συνθέσεως φύσις καὶ τίνα ἰσχὺν ἔχει, καὶ τίνων στοχάζεται καὶ πῶς αὐτῶν τυγχάνει, καὶ τίνες αἱ γενικώταται αὐτῆς εἰσι διαφοραὶ καὶ τίς ἑκάστης χαρακτὴρ καὶ ποίαν κρατίστην αὐτῶν εἶναι πείθομαι, καὶ ἔτι πρὸς τούτοις, τί ποτʼ ἐστὶ τὸ ποιητικὸν ἐκεῖνο καὶ εὔγλωσσον καὶ μελιχρὸν ἐν ταῖς ἀκοαῖς, ὃ πέφυκε τῇ συνθέσει τῆς πεζῆς λέξεως παρακολουθεῖν, ποιητικῆς τε κατασκευῆς τὸν ἀποίητον ἐκμιμουμένης λόγον καὶ σφόδρα ἐν τῇ μιμήσει κατορθούσης εὖ τί τὸ κράτος καὶ διὰ ποίας ἂν ἐπιτηδεύσεως ἐγγένοιτο ἑκάτερον αὐτῶν. τοιαυτὶ μὲν δή τινά ἐστιν ὡς τύπῳ περιλαβεῖν ὑπὲρ ὧν μέλλω λέγειν. ἄρχεται δὲ ἐνθένδʼ ἡ πραγματεία.

ἡ σύνθεσις ἔστι μέν, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παρʼ ἄλληλα τῶν τοῦ λόγου μορίων, ἃ δὴ καὶ στοιχεῖά τινες τῆς λέξεως καλοῦσιν. ταῦτα δὲ Θεοδέκτης μὲν καὶ Ἀριστοτέλης καὶ οἱ κατʼ ἐκείνους φιλοσοφήσαντες τοὺς χρόνους ἄχρι τριῶν

p.7
προήγαγον, ὀνόματα καὶ ῥήματα καὶ συνδέσμους πρῶτα μέρη τῆς λέξεως ποιοῦντες. οἱ δὲ μετὰ τούτους γενόμενοι, καὶ μάλιστα οἱ τῆς Στωικῆς αἱρέσεως ἡγεμόνες, ἕως τεττάρων προὐβίβασαν, χωρίσαντες ἀπὸ τῶν συνδέσμων τὰ ἄρθρα. εἶθʼ οἱ μεταγενέστεροι τὰ προσηγορικὰ διελόντες ἀπὸ τῶν ὀνοματικῶν πέντε ἀπεφήναντο τὰ πρῶτα μέρη. ἕτεροι δὲ καὶ τὰς ἀντονομασίας ἀποζεύξαντες ἀπὸ τῶν ὀνομάτων ἕκτον στοιχεῖον τοῦτʼ ἐποίησαν. οἳ δὲ καὶ τὰ ἐπιρρήματα διελόντες ἀπὸ τῶν ῥημάτων καὶ τὰς προθέσεις ἀπὸ τῶν συνδέσμων καὶ τὰς μετοχὰς ἀπὸ τῶν προσηγορικῶν, οἳ δὲ καὶ ἄλλας τινὰς προσαγαγόντες τομὰς πολλὰ τὰ πρῶτα μόρια τῆς λέξεως ἐποίησαν· ὑπὲρ ὧν οὐ μικρὸς ἂν εἴη λόγος. πλὴν ἥ γε τῶν πρώτων εἴτε τριῶν ἢ τεττάρων εἴθʼ ὅσων δή ποτε ὄντων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα, ἔπειθʼ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους, αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον. ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρʼ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον.

δευτέρα δʼ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατὰ γοῦν τὴν τάξιν ʽἡγεῖται γὰρ ἡ

p.8
τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν’ ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρείττονʼ ἐκείνης ἔχει. καὶ μηδεὶς ἡγήσηται παράδοξον, εἰ πολλῶν καὶ μεγάλων ὄντων θεωρημάτων περὶ τὴν ἐκλογήν, ὑπὲρ ὧν πολὺς ἐγένετο φιλοσόφοις τε καὶ πολιτικοῖς ἀνδράσι λόγος, ἡ σύνθεσις δευτέραν ἔχουσα χώραν τῇ τάξει καὶ λόγων οὐδὲ πολλοῦ δεῖ τῶν ἴσων ἐκείνῃ τυχοῦσα τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν ὥστε περιεῖναι πάντων τῶν ἐκείνης ἔργων καὶ κρατεῖν, ἐνθυμούμενος ὅτι καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομική τε καὶ τεκτονικὴ καὶ ποικιλτικὴ καὶ ὅσαι ταύταις εἰσὶν ὁμοιογενεῖς, αἱ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν ἐκλεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι· ὥστʼ εἰ καὶ τῷ λόγῳ τὸ αὐτὸ συμβέβηκεν, οὐκ ἄτοπον ἡγητέον. οὐδὲν δὲ κωλύει καὶ πίστεις παρασχεῖν τοῦ προκειμένου, μή τι δόξωμεν ἐξ ἑτοίμου λαμβάνειν τῶν ἀμφισβήτησιν ἐχόντων λόγων.

ἔστι τοίνυν πᾶσα λέξις ᾗ σημαίνομεν τὰς νοήσεις ἣ μὲν ἔμμετρος, ἣ δὲ ἄμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τʼ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον, ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν

p.9
ῥιπτουμένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου. ἕτεροι δʼ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δʼ αὐτὰ ἡδέως καὶ περιττῶς πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελος διανοίας ἐστὶ χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω κἀνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει.

ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος· ἀπόχρη γὰρ ἐκ τούτων καὶ

p.10
περὶ τῶν ἄλλων εἰκάσαι. ἔστι δὴ παρʼ Ὁμήρῳ μὲν ὁ παρὰ τῷ συβώτῃ καταγόμενος Ὀδυσσεὺς περὶ τὴν ἑωθινὴν ὥραν ἀκρατίζεσθαι μέλλων, ὡς τοῖς παλαιοῖς ἔθος ἦν· ἔπειτα ὁ Τηλέμαχος αὐτοῖς ἐπιφαινόμενος ἐκ τῆς εἰς Πελοπόννησον ἀποδημίας· πραγμάτιʼ ἄττα βιωτικὰ ἡρμηνευμένα ὑπέρευ. ποῦ δʼ ἐστὶν ἡ τῆς ἑρμηνείας ἀρετή, τὰ ποιήματα δηλώσει παρατεθέντα αὐτά·
τὼ δʼ αὖτʼ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντʼ ἄριστον ἅμʼ ἠοῖ κειαμένω πῦρ ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν· αἶψα δʼ ἂρ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης·
p.11
ἐκ δʼ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δʼ ἀντίος ἔδραμʼ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ταῦθʼ ὅτι μὲν ἐπάγεται καὶ κηλεῖ τὰς ἀκοὰς ποιημάτων τε τῶν πάνυ ἡδίστων οὐδενὸς ἥττω μοῖραν ἔχει, πάντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν. ποῦ δὲ αὐτῶν ἐστιν ἡ πειθὼ καὶ διὰ τί τοιαῦτά ἐστι, πότερον διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἢ διὰ τὴν σύνθεσιν; οὐδεὶς ἂν εἴποι διὰ τὴν ἐκλογήν, ὡς ἐγὼ πείθομαι· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων ὀνομάτων πέπλεκται πᾶσα ἡ λέξις, οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς καὶ χειροτέχνης καὶ πᾶς ὁ μηδεμίαν ὤραν τοῦ λέγειν εὖ ποιούμενος ἐξ ἑτοίμου λαβὼν ἐχρήσατο. λυθέντος γοῦν τοῦ μέτρου φαῦλα φανήσεται τὰ αὐτὰ ταῦτα καὶ ἄζηλα· οὔτε γὰρ μεταφοραί τινες ἔνεισιν εὐγενεῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτʼ ἄλλη τροπικὴ διάλεκτος οὐδεμία, οὐδὲ δὴ γλῶτται παλαιαί τινες οὐδὲ ξένα ἢ πεποιημένα ὀνόματα. τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι;
p.12
τοιαῦτα δʼ ἐστὶ παρὰ τῷ ποιητῇ μυρία, ὡς εὖ οἶδʼ ὅτι πάντες ἴσασιν· ἐμοὶ δʼ ὑπομνήσεως ἕνεκα λέγοντι ἀρκεῖ ταῦτα μόνα εἰρῆσθαι.

φέρε δὴ μεταβῶμεν ἤδη καὶ ἐπὶ τὴν πεζὴν διάλεκτον καὶ σκοπῶμεν, εἰ κἀκείνῃ τοῦτο συμβέβηκε τὸ πάθος, ὥστε παρὰ μικρὰ καὶ φαῦλα πράγματά τε καὶ ὀνόματα συνταχθέντα καλῶς μεγάλας ἡδονὰς γίνεσθαι καὶ χάριτας. ἔστι δὴ παρὰ τῷ Ἡροδότῳ βασιλεύς τις Λυδῶν, ὃν ἐκεῖνος Κανδαύλην καλεῖ, Μυρσίλον δὲ καλεῖσθαί φησιν ὑφʼ Ἑλλήνων, τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, ἔπειτα ἀξιῶν τινα τῶν ἑταίρων αὐτοῦ γυμνὴν τὴν ἄνθρωπον ἰδεῖν, ὃ δὲ ἀπομαχόμενος μὴ ἀναγκασθῆναι, ὡς δὲ οὐκ ἔπειθεν, ὑπομένων τε καὶ θεώμενος αὐτήν—πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι ἐπιτήδειον, ἀλλὰ καὶ παιδικὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρῳ· ἀλλʼ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν διάλεκτον εἶναι τῆς ἡδονῆς αἰτίαν τῇ λέξει, μεταθεὶς αὐτῆς τὸν χαρακτῆρα εἰς τὴν Ἀτθίδα

p.13
γλῶτταν καὶ οὐδὲν ἄλλο περιεργασάμενος οὕτως ἐξοίσω τὸν διάλογον.

Γύγη, οὐ γάρ σε δοκῶ πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδους τῆς γυναικός· ὦτα γὰρ τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν· ποίει ὅπως ἐκείνην θεάσῃ γυμνήν. ὃ δʼ ἀναβοήσας εἶπε· δέσποτα, τίνα λόγον λέγεις οὐχ ὑγιᾶ, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποις ἐξεύρηται, ἐξ ὧν μανθάνειν δεῖ· ἐν οἷς ἓν τόδʼ ἐστίν, ὁρᾶν τινα τὰ ἑαυτοῦ. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασῶν γυναικῶν καλλίστην, καὶ σοῦ δέομαι μὴ δεῖσθαι ἀνόμων. ὃ μὲν δὴ λέγων ταῦτα ἀπεμάχετο ..., ὃ δʼ ἠμείβετο τοῖσδε· θάρσει Γύγη, καὶ μὴ φοβοῦ μήτʼ ἐμέ, ὡς πειρώμενόν σου λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μή τί σοι ἐξ αὐτῆς γένηται βλάβος. ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτως, ὥστε μηδὲ μαθεῖν αὐτὴν ὀφθεῖσαν ὑπὸ σοῦ. ἀγαγὼν γάρ σε εἰς τὸ οἴκημα, ἐν ᾧ κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρας στήσω· μετὰ δὲ ἐμὲ εἰσελθόντα παρέσται

p.14
καὶ ἡ γυνὴ ἡ ἐμὴ εἰς κοίτην. κεῖται δʼ ἐγγὺς τῆς εἰσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων καθʼ ἓν ἕκαστον ἐκδῦσα θήσει, καὶ καθʼ ἡσυχίαν πολλὴν παρέσται σοι θεάσασθαι. ὅταν δʼ ἀπὸ τοῦ θρόνου πορεύηται ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐντεῦθεν, ὅπως μή σε ὄψεται ἀπιόντα διὰ θυρῶν. ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἕτοιμος ἦν ποιεῖν ταῦτα .

οὐκ ἂν ἔχοι τις οὐδὲ ἐνταῦθα εἰπεῖν, ὅτι τὸ ἀξίωμα καὶ ἡ σεμνότης τῶν ὀνομάτων εὔμορφον πεποίηκε τὴν φράσιν· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθηκεν σύμβολα τοῖς πράγμασιν· οὐδὲ γὰρ ἥρμοττεν ἴσως κρείττοσι χρήσασθαι ἑτέροις. ἀνάγκη δὲ δή που, ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερʼ εἶναι, ἢ οἷά ἐστιν ἐκεῖνα. ὅτι δὲ οὐδὲν ἐν αὐτοῖς ἐστι σεμνὸν οὐδὲ περιττόν, ὁ βουλόμενος εἴσεται μεταθεὶς οὐδὲν ὅ τι μὴ τὴν ἁρμονίαν. πολλὰ δὲ καὶ παρὰ τούτῳ τῷ ἀνδρὶ τοιαῦτά ἐστιν, ἐξ ὧν ἄν τις τεκμήραιτο, ὅτι οὐκ ἐν τῷ κάλλει τῶν ὀνομάτων ἡ πειθὼ τῆς

p.15
ἑρμηνείας ἦν, ἀλλʼ ἐν τῇ συζυγίᾳ. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα.

ἵνα δὲ πολὺ μᾶλλον αἴσθηταί τις, ὅσην ἔχει ῥώμην ἡ συνθετικὴ δύναμις ἔν τε ποιήμασι καὶ λόγοις, λήψομαί τινας εὖ ἔχειν δοκούσας λέξεις, ὧν τὰς ἁρμονίας μεταθεὶς ἀλλοῖα φαίνεσθαι ποιήσω καὶ τὰ μέτρα καὶ τοὺς λόγους. λαμβανέσθω δὲ πρῶτον μὲν ἐκ τῶν Ὁμηρικῶν ταῦτα·

ἀλλʼ ἔχεν ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο.
τοῦτο τὸ μέτρον ἡρῷόν ἐστιν ἑξάπουν τέλειον, κατὰ δάκτυλον πόδα βαινόμενον. ἐγὼ δὴ τῶν ὀνομάτων τούτων μετακινήσας τὴν σύνθεσιν τοὺς αὐτοὺς στίχους ἀντὶ μὲν ἑξαμέτρων ποιήσω τετραμέτρους, ἀντὶ δὲ ἡρωϊκῶν προσοδιακοὺς τὸν τρόπον τοῦτον·
ἀλλʼ ἔχεν ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθής,
p.16
ἥ τις εἴριον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει ἰσάζουσʼ, ἵνʼ ἀεικέα παισὶν ἄροιτο μισθόν.
τοιαῦτά ἐστι τὰ πριάπεια, ὑπό τινων δʼ ἰθυφάλλια λεγόμενα ταυτί·
οὐ βέβηλος, ὦ τελέται τοῦ νέου Διονύσου ... κἀγὼ δʼ ἐξ εὐεργεσίης ὠργιασμένος ἥκω.
ἄλλους πάλιν λαβὼν στίχους Ὁμηρικούς, οὔτε προσθεὶς αὐτοῖς οὐδὲν οὔτε ἀφελών, τὴν δὲ σύνθεσιν ἀλλάξας μόνον ἕτερον ἀποδώσω γένος τὸ τετράμετρον καλούμενον Ἰωνικόν·
ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς.
p.17
τοιαῦτʼ ἐστὶ τὰ Σωτάδεια ταυτί·
ἔνθʼ οἳ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης, ὀρφανὰ τείχεα προλιπόντες Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης, ἥβην τʼ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον.
ἐδυνάμην δʼ ἂν ἔτι πολλὰς ἰδέας μέτρων καὶ διαφόρους εἰς τὸν ἡρωϊκὸν ἐμπιπτούσας στίχον ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν, ὥστε τῆς μὲν ἐκλογῆς τῶν ὀνομάτων τῆς αὐτῆς μενούσης, τῆς δὲ συνθέσεως μόνης μεταπεσούσης τά τε μέτρα μεταρρυθμίζεσθαι καὶ συμμεταπίπτειν αὐτοῖς τὰ σχήματα, τὰ χρώματα, τὰ ἤθη, τὰ πάθη, τὴν ὅλην τῶν ποιημάτων ἀξίωσιν· ἀλλʼ ἀναγκασθήσομαι πλειόνων ἅψασθαι θεωρημάτων, ὧν ἔνια ὀλίγοις πάνυ ἐστὶ γνώριμα. ἐπὶ πολλῶν δʼ ἴσως καὶ οὐχ ἥκιστα ἐπὶ τῶν τοιούτων καλῶς ἂν ἔχοι τὰ Εὐριπίδεια ταῦτα ἐπενεγκεῖν·
μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή·
p.18
τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις.

ταῦτα μὲν οὖν ἐάσειν μοι δοκῶ κατὰ τὸ παρόν. ὅτι δὲ καὶ ἡ πεζὴ λέξις τὸ αὐτὸ δύναται παθεῖν τῇ ἐμμέτρῳ μενόντων μὲν τῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, πάρεστι τῷ βουλομένῳ σκοπεῖν. λήψομαι δʼ ἐκ τῆς Ἡροδότου λέξεως τὴν ἀρχὴν τῆς ἱστορίας, ἐπειδὴ καὶ γνώριμός ἐστι τοῖς πολλοῖς, μεταθεὶς τὸν χαρακτῆρα τῆς διαλέκτου μόνον. Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δʼ Ἀλυάττου, τύραννος δʼ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· ὃς ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίησι πρὸς βορέαν ἄνεμον εἰς τὸν Εὔξεινον καλούμενον πόντον . μετατίθημι τῆς λέξεως ταύτης τὴν ἁρμονίαν, καὶ γενήσεταί μοι οὐκέτι ὑπαγωγικὸν τὸ πλάσμα οὐδʼ ἱστορικόν, ἀλλʼ ὀρθὸν μᾶλλον καὶ ἐναγώνιον· Κροῖσος ἦν υἱὸς μὲν Ἀλυάττου, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων μεταξὺ Σύρων καὶ Παφλαγόνων εἰς τὸν Εὔξεινον καλούμενον πόντον ἐκδίδωσι πρὸς βορέαν ἄνεμον. οὗτος ὁ χαρακτὴρ οὐ πολὺ ἀπέχειν ἂν δόξειεν τῶν

p.19
Θουκυδίδου τούτων· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον· προσοικοῦσι δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. πάλιν δὲ ἀλλάξας τὴν αὐτὴν λέξιν ἑτέραν αὐτῇ μορφὴν ἀποδώσω τὸν τρόπον τοῦτον· Ἀλυάττου μὲν υἱὸς ἦν Κροῖσος, γένος δὲ Λυδός, τῶν δʼ ἐντὸς Ἅλυος ποταμοῦ τύραννος ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων Σύρων τε καὶ Παφλαγόνων μεταξὺ πρὸς βορέαν ἐξίησιν ἄνεμον ἐς τὸν καλούμενον πόντον Εὔξεινον . Ἡγησιακὸν τὸ σχῆμα τοῦτο τῆς συνθέσεως, μικρόκομψον, ἀγεννές, μαλθακόν· τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ἁνὴρ τοιαῦτα γράφων· ἐξ ἀγαθῆς ἑορτῆς ἀγαθὴν ἄγομεν ἄλλην. ἀπὸ Μαγνησίας εἰμὶ τῆς μεγάλης Σιπυλεύς. οὐ γὰρ μικρὰν εἰς Θηβαίων ὕδωρ ἔπτυσεν ὁ Διόνυσος· ἡδὺ μὲν γάρ ἐστι, ποιεῖ δὲ μαίνεσθαι.

ἅλις ἔστω παραδειγμάτων. ἱκανῶς γὰρ οἴομαι πεποιηκέναι φανερὸν ὃ προὔκειτό μοι, ὅτι μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον

p.20
ἐποίει φαίνεσθαι, τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη
μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας.
αὕτη τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δʼ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτʼ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα. τοῖς μὲν οὖν ἀρχαίοις ὀλίγου δεῖν πᾶσι πολλὴ ἐπιτήδευσις ἦν αὐτοῦ, παρʼ ὃ καὶ καλά ἐστιν αὐτῶν τά τε μέτρα καὶ τὰ μέλη καὶ οἱ λόγοι· τοῖς δὲ μεταγενεστέροις οὐκέτι πλὴν ὀλίγων· χρόνῳ δʼ ὕστερον παντάπασιν ἠμελήθη καὶ οὐδεὶς ᾤετο δεῖν ἀναγκαῖον αὐτὸ εἶναι οὐδὲ συμβάλλεσθαί τι τῷ κάλλει τῶν λόγων· τοιγάρτοι τοιαύτας συντάξεις κατέλιπον οἵας οὐδεὶς
p.21
ὑπομένει μέχρι κορωνίδος διελθεῖν, Φύλαρχον λέγω καὶ Δοῦριν καὶ Πολύβιον καὶ Ψάωνα καὶ τὸν Καλλατιανὸν Δημήτριον Ἱερώνυμόν τε καὶ Ἀντίγονον καὶ Ἡρακλείδην καὶ Ἡγησιάνακτα καὶ ἄλλους μυρίους· ὧν ἁπάντων εἰ τὰ ὀνόματα βουλοίμην λέγειν, ἐπιλείψει με ὁ τῆς ἡμέρας χρόνος. καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπου γε καὶ οἱ φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων ὥστε αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τοῦ λόγου Χρυσίππῳ τῷ Στωϊκῷ ʽπεραιτέρῳ γὰρ οὐκ ἂν προβαῖεν̓· τούτου γὰρ οὔτʼ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν οὔτε ἁρμονίᾳ χείρονι συνταχθέντας ἐξήνεγκε λόγους τῶν γοῦν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζεσθαί γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ καὶ τέχνας γέ τινας ἔγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων· ἀλλὰ
p.22
πολύ τι πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλάγχθησαν καὶ οὐδʼ ὄναρ εἶδον, τί ποτʼ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν. ἐγώ γʼ οὖν ὅτʼ ἔγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις, εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου ποιουμένους· δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῇ δʼ οὐδὲν εἰρημένον ὑπʼ οὐδενὸς ὁρῶν τῶν γοῦν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττὰς ἐπιγραφὴν ἐχούσας περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν οὐ ῥητορικὴν θεωρίαν ἐχούσας ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βύβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτʼ ὠφέλειαν οὔτε χρείαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένας εἰς γοῦν ἡδονὴν καὶ κάλλος
p.23
ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην, ἐσκόπουν δʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ γενόμενος, εἴ τινα δυναίμην εὑρεῖν φυσικὴν ἀφορμήν, ἐπειδὴ παντὸς πράγματος καὶ πάσης ζητήσεως αὕτη δοκεῖ κρατίστη εἶναι ἀρχή. ἁψάμενος δέ τινων θεωρημάτων καὶ δόξας ὁδῷ μοι τὸ πρᾶγμα χωρεῖν ὡς ἔμαθον ἑτέρωσέ ποι ταύτην ἄγουσαν ἐμὲ τὴν ὁδόν, οὐχ ὅποι ἐπορευόμην καὶ ἀναγκαῖον ἦν ἐλθεῖν, ἀπέστην. κωλύσει δʼ οὐδὲν ἴσως κἀκείνης ἅψασθαι τῆς θεωρίας καὶ τὰς αἰτίας εἰπεῖν διʼ ἃς ἐξέλιπον αὐτήν, ἵνα μή με δόξῃ τις ἀγνοίᾳ παρελθεῖν αὐτὴν ἀλλὰ προαιρέσει.

ἐδόκει δή μοι τῇ φύσει μάλιστα ἡμᾶς ἑπομένους οὕτω δεῖν ἁρμόττειν τὰ μόρια τοῦ λόγου, ὡς ἐκείνη βούλεται. αὐτίκα τὰ ὀνόματα πρότερα ἠξίουν τάττειν τῶν ῥημάτων ʽτὰ μὲν γὰρ τὴν οὐσίαν δηλοῦν, τὰ δὲ τὸ συμβεβηκός, πρότερον δʼ εἶναι τῇ φύσει τὴν οὐσίαν τῶν συμβεβηκότων̓, ὡς τὰ Ὁμηρικὰ ἔχει ταυτί·

ἄνδρά μοι ἔννεπε Μοῦσα πολύτροπον
καὶ
μῆνιν ἄειδε, θεά
p.24
καὶ
ἠέλιος δʼ ἀνόρουσε λιπών
καὶ τὰ παραπλήσια τούτοις· ἡγεῖται μὲν γὰρ ἐν τούτοις τὰ ὀνόματα, ἕπεται δὲ τὰ ῥήματα. πιθανὸς ὁ λόγος, ἀλλʼ οὐκ ἀληθὴς ἔδοξεν εἶναί μοι. ἕτερα γοῦν παράσχοι τις ἂν παραδείγματα παρὰ τῷ αὐτῷ ποιητῇ κείμενα ἐναντίως συντεταγμένα ἢ ταῦτα συντέτακται, καλὰ δὲ οὐχ ἧττον καὶ πιθανά. οἷά τινά ἐστι ταῦτα·
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
καὶ
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ... μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ.
ἐν γὰρ τούτοις ἡγεῖται μὲν τὰ ῥήματα, ὑποτέτακται δὲ τὰ ὀνόματα· καὶ οὐδεὶς ἂν αἰτιάσαιτο τὴν σύνταξιν ταύτην ὡς ἀηδῆ. ἔτι πρὸς τούτοις ἄμεινον ἐδόκουν εἶναι τὰ ῥήματα προτάττειν τῶν ἐπιρρημάτων, ἐπειδὴ πρότερόν ἐστι τῇ φύσει τὸ ποιοῦν ἢ πάσχον τῶν συνεδρευόντων αὐτοῖς, τρόπου λέγω καὶ τόπου καὶ χρόνου καὶ τῶν παραπλησίων, ἃ δὴ καλοῦμεν ἐπιρρήματα, παραδείγμασι χρώμενος τούτοις·
τύπτε δʼ ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικής ...
p.25
ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν ... ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρός.
ἐν ἅπασι γὰρ δὴ τούτοις ὕστερα τέτακται ἅμα τῶν ῥημάτων τὰ ἐπιρρήματα. καὶ τοῦτο πιθανὸν μὲν ὡς τὸ πρῶτον, οὐκ ἀληθὲς δὲ ὡς οὐδʼ ἐκεῖνο. τάδε γὰρ δὴ παρὰ τῷ αὐτῷ ποιητῇ ἐναντίως εἴρηται·
βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσι ... σήμερον ἄνδρα φάοσδε μογοστόκος Εἰλείθυια ἐκφανεῖ.
ἆρʼ οὖν τι χείρω γέγονε τὰ ποιήματα ὑποταχθέντων τοῖς ἐπιρρήμασι τῶν ῥημάτων; οὐδεὶς ἂν εἴποι. ἔτι καὶ τόδε ᾤμην δεῖν μὴ παρέργως φυλάττειν, ὅπως τὰ πρότερα τοῖς χρόνοις καὶ τῇ τάξει πρότερα λαμβάνηται· οἷά ἐστι ταῦτα·
αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν
καὶ
λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀιστός
καὶ
σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ.
p.26
νὴ Δία, φαίη τις ἄν, εἴ γε μὴ καὶ ἄλλα ἦν πολλὰ οὐχ οὕτω συντεταγμένα ποιήματα οὐδὲν ἧττον ἢ ταῦτα καλά·

πλῆξε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων, πρότερον γὰρ δή που τὸ ἐπανατείνασθαί ἐστι τοῦ πλῆξαι. καὶ ἔτι

ἤλασεν ἄγχι στάς, πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους,
πρῶτον γὰρ δή που προσῆκεν τῷ μέλλοντι τὸν πέλεκυν ἐμβάλλειν εἰς τοὺς τένοντας τοῦ ταύρου τὸ στῆναι αὐτοῦ πλησίον. ἔτι πρὸς τούτοις ἠξίουν τὰ μὲν ὀνοματικὰ προτάττειν τῶν ἐπιθέτων, τὰ δὲ προσηγορικὰ τῶν ὀνοματικῶν, τὰς δʼ ἀντονομασίας τῶν προσηγορικῶν, ἔν τε τοῖς ῥήμασι φυλάττειν, ἵνα τὰ ὀρθὰ τῶν ἐγκλινομένων ἡγῆται καὶ τὰ παρεμφατικὰ τῶν ἀπαρεμφάτων, καὶ ἄλλα τοιαῦτα πολλά. πάντα δὲ ταῦτα διεσάλευεν ἡ πεῖρα καὶ τοῦ μηδενὸς ἄξια ἀπέφαινε. τοτὲ μὲν γὰρ ἐκ τούτων ἐγίνετο καὶ τῶν ὁμοίων αὐτοῖς ἡδεῖα ἡ σύνθεσις καὶ καλή, τοτὲ δʼ ἐκ τῶν μὴ τοιούτων ἀλλʼ ἐναντίων. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας τῆς τοιαύτης θεωρίας ἀπέστην. ἐμνήσθην δʼ αὐτῶν καὶ
p.27
νῦν οὐχ ὡς σπουδῆς ἀξίων, καὶ τὰς διαλεκτικὰς παρεθέμην τέχνας οὐχ ὡς ἀναγκαίας, ἀλλʼ ἵνα μηδεὶς δοκῶν ἔχειν τι αὐτὰς χρήσιμον εἰς τὴν παροῦσαν θεωρίαν περὶ πολλοῦ ποιῆται εἰδέναι, θηρευθεὶς ταῖς ἐπιγραφαῖς τῶν πραγματειῶν ὁμοιότητά τινα ἐχούσαις καὶ τῇ δόξῃ τῶν συνταξαμένων αὐτάς.

ἐπάνειμι δὴ ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀφʼ ἧς εἰς ταῦτʼ ἐξέβην, ὅτι πολλὴ πρόνοια τοῖς ἀρχαίοις ἦν καὶ ποιηταῖς καὶ συγγραφεῦσι φιλοσόφοις τε καὶ ῥήτορσι τῆς ἰδέας ταύτης, καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν, τέχνη δέ τις ἦν παρʼ αὐτοῖς καὶ θεωρήματα οἷς χρώμενοι συνετίθεσαν εὖ. τίνα δʼ ἦν τὰ θεωρήματα ταῦτα, ἐγὼ πειράσομαι διδάσκειν, ὡς ἂν οἷός τε ὦ, ὅσα μοι δύναμις ἐγένετο συνεξευρεῖν, οὐχ ἅπαντα λέγων ἀλλʼ αὐτὰ τὰ ἀναγκαιότατα.

δοκεῖ μοι τῆς συνθετικῆς ἐπιστήμης τρία ἔργα εἶναι· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δʼ εἴ τι δεῖται μετασκευῆς τῶν λαμβανομένων, ἀφαιρέσεως λέγω καὶ προσθήκης καὶ

p.28
ἀλλοιώσεως, γνῶναί τε καὶ πρὸς τὴν μέλλουσαν χρείαν οἰκείως ἐξεργάσασθαι. ὅ τι δὲ τούτων ἕκαστον δύναται, σαφέστερον ἐρῶ χρησάμενος εἰκόσι τῶν δημιουργικῶν τεχνῶν τισιν ἃς ἅπαντες ἴσασιν, οἰκοδομικῇ λέγω καὶ ναυπηγικῇ καὶ ταῖς παραπλησίαις· ὅ τε γὰρ οἰκοδόμος ὅταν πορίσηται τὴν ὕλην ἐξ ἧς μέλλει κατασκευάζειν τὴν οἰκίαν, λίθους καὶ ξύλα καὶ κέραμον καὶ τἆλλα πάντα, συντίθησιν ἐκ τούτων ἤδη τὸ ἔργον τρία ταῦτα πραγματευόμενος, ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον, ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι, καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι καὶ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι· ὅ τε ναυπηγὸς τὰ αὐτὰ ταῦτα πραγματεύεται. τὰ δὴ παραπλήσιά φημι δεῖν καὶ τοὺς μέλλοντας εὖ συνθήσειν τὰ τοῦ λόγου μόρια, πρῶτον μὲν σκοπεῖν, ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον καὶ πῶς εὖ ἢ ἄμεινον (οὐ γὰρ δὴ πάντα γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς)· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ τῶν ἄλλων ὅ τι δή ποτε χαριέστερον ἱδρυθήσεται καὶ πρὸς τὰ ὑποκείμενα
p.29
πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβανόμενα κρείττω λήψεται συζυγίαν, καὶ πότερον κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων τινά, καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρενικῶν γίνεσθαι θηλυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη, καὶ πάντα τὰ τοιαῦτα· ἐπὶ δὲ τῶν ῥημάτων, πότερα κρείττω λαμβανόμενα ἔσται, τὰ ὀρθὰ ἢ τὰ ὕπτια, καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα, ἃς δή τινες πτώσεις ῥηματικὰς καλοῦσι, κρατίστην ἕδραν λήψεται, καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖν πέφυκε ʽτὰ δʼ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν φυλακτέον, ἵνα μὴ καθʼ ἓν ἕκαστον λέγὠ· ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, πῶς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο· τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεταί γε καὶ ἐν τούτοις ἐφʼ ὅσον ἂν ἐγχωρῇ· ὅ τε γὰρ λέγων εἰς τουτονὶ τὸν ἀγῶνα προστέθηκέ τι τῇ ἀντωνυμίᾳ γράμμα τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν
p.30
εἰς τοῦτον τὸν ἀγῶνα εἰπεῖν· καὶ πάλιν ὁ λέγων κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν τῇ προθέσει παρηύξηκεν τοὔνομα, τὸ γὰρ ἰδὼν ἀπέχρη· καὶ ὁ γράφων μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν ταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου κἀποκέκρουκέ τινα τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ ἐποίησεν ἐποίησε λέγων χωρὶς τοῦ ν καὶ ἔγραψε ἀντὶ τοῦ ἔγραψεν λέγων καὶ ἀφαιρήσομαι ἀντὶ τοῦ ἀφαιρεθήσομαι καὶ πάντα τὰ τοιαῦτα, ὅ τʼ ἐχωροφίλησε λέγων τὸ ἐφιλοχώρησε καὶ λελύσεται τὸ λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵνʼ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίους καὶ ἐπιτηδειότεραι.

μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δέ, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, ἡ περὶ τὰ καλούμενα κῶλα, ποικιλωτέρας τε δεομένη πραγματείας καὶ μείζονος, ὑπὲρ ἧς αὐτίκα δὴ πειράσομαι λέγειν ὡς ἔχω γνώμης. καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ ὥστʼ

p.31
οἰκεῖα φαίνεσθαι καὶ φίλα καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα προκατασκευάσαι τε, εἴ πού τι δέοι, μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινʼ ἄλλην μετασκευὴν δέχεται τὰ κῶλα· τούτων δʼ ἕκαστον ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον. ὃ δὲ λέγω, σαφέστερον ἔσται, εἴ τις αὐτὸ ἐπὶ παραδείγματος ἴδοι. ἔστι δή τις παρὰ τῷ Θουκυδίδῃ λέξις ἐν τῇ Πλαταιέων δημηγορίᾳ πάνυ χαριέντως συγκειμένη καὶ μεστὴ πάθους ἥδε· ὑμεῖς τε ὦ Λακεδαιμόνιοι ἡ μόνη ἐλπίς, δέδιμεν, μὴ οὐ βέβαιοι ἦτε. φέρε δή τις λύσας τὴν συζυγίαν ταύτην μεθαρμοσάτω τὰ κῶλα οὕτως· ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε, ἡ μόνη ἐλπίς. ἆρʼ ἔτι μένει τοῦτον τὸν τρόπον ἡρμοσμένων τῶν κώλων ἡ αὐτὴ χάρις ἢ τὸ αὐτὸ πάθος; οὐδεὶς ἂν εἴποι. τί δʼ εἰ τὴν Δημοσθένους λέξιν ταύτην τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν
p.32
τούτων ἀποδοῦναι παρανόμων γράφει; λύσας τις καὶ μεταθεὶς τὰ κῶλα τουτονὶ τὸν τρόπον ἐξενέγκαι· ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι , ἆρʼ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη; ἐγὼ μὲν οὐκ οἴομαι.

ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη, ἡ δὲ περὶ τὸν σχηματισμὸν ποδαπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δʼ ὡς πυνθανόμενοι, τὰ δʼ ὡς εὐχόμενοι, τὰ δʼ ὡς ἐπιτάττοντες, τὰ δʼ ὡς διαποροῦντες, τὰ δʼ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες, οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεώς εἰσιν ὥσπερ καὶ τῆς διανοίας, οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν, ἴσως δὲ καὶ ἄπειροι· περὶ ὧν καὶ πολὺς ὁ λόγος καὶ βαθεῖα ἡ θεωρία. οὐ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτʼ εἴπας ἔγραψα, γράψας δʼ ἐπρέσβευσα, πρεσβεύσας δʼ ἔπεισα Θηβαίουσ , ἆρʼ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται; οὐκ

p.33
εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίουσ . πολὺς δʼ ἂν εἴη μοι λόγος, εἰ περὶ πάντων βουλοίμην λέγειν τῶν σχηματισμῶν ὅσους τὰ κῶλα ἐπιδέχεται. ἀπόχρη δὲ εἰσαγωγῆς ἕνεκα τοσαῦτα εἰρῆσθαι.

ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵνʼ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου. τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ κἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως

p.34
οὐκ ἀναγκαίῳ προσηρανίσθαι; ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων. ἐνταυθοῖ γὰρ τὸ παρὰ τῶν ἀκουσάντων πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ τοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. τί δὲ δὴ τὸ παρʼ Αἰσχίνῃ λεγόμενον τουτί ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖσ , τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται; ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖσ , τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης καὶ προσέτι πάθος τῷ λόγῳ. τῆς μὲν δὴ προσθέσεως ἣ γίνεται τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς ἀφαιρέσεως δὲ τίς; ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν· οἷά ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί·
p.35
μύω τε καὶ δέδορκα κἀξανίσταμαι
πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·
ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἂν ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφʼ ἑτέρων , τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω. μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δʼ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω. ἀλλʼ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.

τὰ δʼ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν

p.36
περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν· οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον. καὶ αὐτὸ δὲ τοῦτο τὸ θεώρημα τῆς συνθετικῆς ἐπιστήμης ἴδιον, πότε δεῖ χρῆσθαι περιόδοις καὶ μέχρι πόσου καὶ πότε μή.

διωρισμένων δή μοι τούτων ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ἂν ὧν βούλεται. δοκεῖ δέ μοι δύο ταῦτʼ εἶναι τὰ γενικώτατα, ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς καὶ ὅσα δημιουργήματα χειρῶν ἐστιν ἀνθρωπίνων ὁρῶσα ὅταν εὑρίσκῃ τό τε ἡδὺ ἐνὸν ἐν αὐτοῖς καὶ τὸ καλόν, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ μὴ παράδοξον ἡγήσηταί τις, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, μηδʼ ἄτοπον εἶναι νομίσῃ, εἴ τινα ἡγοῦμαι λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως· φέρει γὰρ ἡ ἀλήθεια τὸ τοιοῦτον καὶ οὐδὲν ἀξιῶ καινόν· ἥ γέ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία, εἴ πέρ τινες καὶ ἄλλαι,

p.37
καὶ οὐκ ἄν τις αὐτὰς ἔχοι μέμψασθαι κατὰ τοῦτο, οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου συγγραφέως Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μὲν ὡς ἔνι μάλιστα, οὐ μὴν καλῶς γʼ ἐφʼ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλʼ οὐχὶ καθάπαξ, ἐπεὶ καὶ παρʼ ἐκείνοις ἥρμοσταί τινα ἡδέως καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει, καὶ γὰρ ἡδεῖά ἐστι καὶ καλή.

ἐξ ὧν δʼ οἶμαι γενήσεσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι ταῦτα τὰ κυριώτατα καὶ τὰ κράτιστα, μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα, ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸν πίνον καὶ τὰ τούτοις ὅμοια. ταυτὶ γάρ μοι δοκεῖ κυριώτατα εἶναι καὶ ὥσπερ κεφάλαια τῶν ἄλλων ἐν ἑκατέρῳ. ὧν μὲν οὖν στοχάζονται πάντες οἱ σπουδῇ γράφοντες μέτρον ἢ μέλος ἢ τὴν λεγομένην πεζὴν

p.38
λέξιν, ταῦτʼ ἐστὶ καὶ οὐκ οἶδʼ εἴ τι παρὰ ταῦθʼ ἕτερον· οἱ δὲ πρωτεύσαντες ἐν ἑτέρῳ τινὶ τούτων καὶ ἐν ἀμφοτέροις πολλοί τε καὶ ἀγαθοὶ ἄνδρες· παραδείγματα δὲ αὐτῶν ἑκάστου φέρειν ἐν τῷ παρόντι οὐκ ἐγχωρεῖ, ἵνα μὴ περὶ ταῦτα κατατρίψω τὸν λόγον· καὶ ἅμα εἴ τι λεχθῆναι περί τινος αὐτῶν καθήκει καὶ δεήσει που μαρτυριῶν, ἕτερος αὐτοῖς ἔσται καιρὸς ἐπιτηδειότερος, ὅταν τοὺς χαρακτῆρας τῶν ἁρμονιῶν ὑπογράφω. νῦν δὲ ταῦτʼ εἰρῆσθαι περὶ αὐτῶν ἀπόχρη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς διαιρέσεις, ἃς ἐποιησάμην τῆς θʼ ἡδείας συνθέσεως καὶ τῆς καλῆς, ἵνα μοι καὶ καθʼ ὁδόν, ὥς φασι, χωρῇ ὁ λόγος.

ἔφην δὴ τὴν ἀκοὴν ἥδεσθαι πρώτοις μὲν τοῖς μέλεσιν, ἔπειτα τοῖς ῥυθμοῖς, τρίτον ταῖς μεταβολαῖς, ἐν δὲ τούτοις ἅπασι τῷ πρέποντι. ὅτι δὲ ἀληθῆ λέγω, τὴν πεῖραν αὐτὴν παρέξομαι μάρτυρα, ἣν οὐχ οἷόν τε διαβάλλειν τοῖς κοινοῖς πάθεσιν ὁμολογουμένην· τίς γάρ ἐστιν ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφʼ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον, καὶ ὑπὸ μὲν τούτων τῶν ῥυθμῶν οἰκειοῦται, ὑπὸ δὲ τούτων διοχλεῖται; ἤδη δʼ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις θεάτροις, ἃ συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις

p.39
ἁπάντων ἐστὶν ἡμῶν οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας ἢ μὴ πιέσας τὸ στόμα θρυλιγμὸν ἢ τὴν καλουμένην ἐκμέλειαν ηὔλησε. καίτοι γʼ εἴ τις κελεύσειε τὸν ἰδιώτην τούτων τι ὧν ἐνεκάλει τοῖς τεχνίταις ὡς ἡμαρτημένων, αὐτὸν ποιῆσαι λαβόντα τὰ ὄργανα, οὐκ ἂν δύναιτο. τί δή ποτε; ὅτι τοῦτο μὲν ἐπιστήμης ἐστίν, ἧς οὐ πάντες μετειλήφαμεν, ἐκεῖνο δὲ πάθος ὃ πᾶσιν ἀπέδωκεν ἡ φύσις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ῥυθμῶν γινόμενον ἐθεασάμην, ἅμα πάντας ἀγανακτοῦντας καὶ δυσαρεστουμένους, ὅτε τις ἢ κροῦσιν ἢ κίνησιν ἢ μορφὴν ἐν ἀσυμμέτροις ποιήσαιτο χρόνοις καὶ τοὺς ῥυθμοὺς ἀφανίσειεν. καὶ οὐχὶ τὰ μὲν ἐμμελῆ καὶ εὔρυθμα ἡδονῆς ἀγωγά ἐστι καὶ πάντες ὑπʼ αὐτῶν κηλούμεθα, αἱ μεταβολαὶ δὲ καὶ τὸ πρέπον οὐκ ἔχουσι τὴν αὐτὴν ὥραν καὶ χάριν οὐδʼ ὑπὸ πάντων ὁμοίως διακούοννται· ἀλλὰ κἀκεῖνα πάνυ κηλεῖ πάντας ἡμᾶς
p.40
κατορθούμενα καὶ εἰς πολλὴν ὄχλησιν ἄγει διαμαρτανόμενα· τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν τεκμαίρομαι δέ, ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος μὲν ἐν ἅπασι διευστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται. καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι. μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδῇ καὶ ὀργάνοις, οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δʼ ἐπὶ πάντων τὸ οἰκεῖον, ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον.

διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα, καὶ οὔτε ἐπιτείνεται πέρα τῶν τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξὺ

p.41
οὔτʼ ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθʼ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλʼ ἣ μὲν ἐπὶ τῆς ὀξείας, ἣ δʼ ἐπὶ τῆς βαρείας, ἣ δʼ ἐπʼ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφʼ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν. καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτʼ ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλʼ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διὰ τριῶν καὶ τὸν τόνον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίηκεν τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν·
p.42
σίγα σῖγα, λευκὸν ἴχνος ἀρβύλης
τίθετε, μὴ κτυπεῖτʼ· ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας.
ἐν γὰρ δὴ τούτοις τὸ σίγα σῖγα λευκὸν ἐφʼ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας. καὶ τὸ ἀρβύλησ τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας. καὶ τοῦ τίθετε βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δʼ αἱ μετʼ αὐτὴν ὀξύτονοί τε καὶ ὁμόφωνοι. τοῦ τε κτυπεῖτε ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει. καὶ τὸ ἀποπρὸ βᾶτε οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλʼ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δʼ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς. ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὐδὲ μετατίθησιν, ἀλλʼ οἵας παρείληφεν τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ
p.43
παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς.

δεδειγμένης τῆς διαφορᾶς ᾗ διαφέρει μουσικὴ λογικῆς λοιπὸν ἂν εἴη κἀκεῖνα λέγειν, ὅτι τὸ μὲν τῆς φωνῆς μέλος, λέγω δὲ οὐ τῆς ᾠδικῆς ἀλλὰ τῆς ψιλῆς, ἐὰν ἡδέως διατιθῇ τὴν ἀκοήν, εὐμελὲς λέγοιτʼ ἄν, ἀλλʼ οὐκ ἐμμελές· ἡ δʼ ἐν τοῖς χρόνοις τῶν μορίων συμμετρία σῴζουσα τὸ μελικὸν σχῆμα εὔρυθμος, ἀλλʼ οὐκ ἔνρυθμος· πῇ δὲ διαφέρει ταῦτα ἀλλήλων, κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. νυνὶ δὲ τἀκόλουθʼ ἀποδοῦναι πειράσομαι, πῶς ἂν γένοιτο λέξις πολιτικὴ παρʼ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατά τε τὰ μέλη τῶν φθόγγων καὶ κατὰ τὰς συμμετρίας τῶν ῥυθμῶν καὶ κατὰ τὰς ποικιλίας τῶν μεταβολῶν καὶ κατὰ τὸ πρέπον τοῖς ὑποκειμένοις, ἐπειδὴ ταῦθʼ ὑπεθέμην τὰ κεφάλαια.

οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν ὁρατικὴν αἴσθησιν τὰ ὁρατὰ πάντα οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτήν τινες ἦχοι καὶ

p.44
πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν. αἰτία δὲ ἥ τε τῶν γραμμάτων φύσις ἐξ ὧν ἡ φωνὴ συνέστηκεν, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὴ δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύψαι τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρά, καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα καὶ μήτʼ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις) μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ δὴ ὁμοιότονα παρʼ ὁμοιοτόνοις μηδʼ ὁμοιόχρονα παρʼ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν (μηκυνόμεναι γὰρ ἔξω τοῦ μετρίου πάνυ προσίστανται ταῖς ἀκοαῖς) καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς ὀνομάτων τε τῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ τῶν ἄλλων μερῶν τὸν κόρον
p.45
φυλαττομένους, σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν ἀλλὰ θαμινὰ μεταβάλλειν καὶ τρόπους μὴ τοὺς αὐτοὺς ἐπεισφέρειν, ἀλλὰ ποικίλλειν, μηδὲ δὴ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν εἰς τὰ αὐτὰ ὑπερτείνοντας τὸν ἑκατέρου καιρόν.

καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν ὡς ἡδονῆς αἴτια διὰ παντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι· οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν· ἀλλʼ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν θηρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον. καιροῦ δὲ οὔτε ῥήτωρ οὐδεὶς οὔτε φιλόσοφος εἰς τόδε γε τέχνην ὥρισεν, οὐδʼ ὅσπερ πρῶτος ἐπεχείρησε περὶ αὐτοῦ γράφειν Γοργίας ὁ Λεοντῖνος οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔγραψεν· οὐδʼ ἔχει φύσιν τὸ πρᾶγμα εἰς καθολικὴν καὶ ἔντεχνόν τινα περίληψιν πεσεῖν, οὐδʼ ὅλως ἐπιστήμῃ θηρατός ἐστιν ὁ καιρὸς ἀλλὰ δόξῃ. ταύτην δʼ οἱ μὲν ἐπὶ πολλῶν καὶ πολλάκις γυμνάσαντες ἄμεινον τῶν ἄλλων εὑρίσκουσιν αὐτόν, οἱ δʼ ἀγύμναστον ἀφέντες σπανιώτερον καὶ ὥσπερ ἀπὸ τύχης.

p.46

ἵνα δὲ καὶ περὶ τῶν ἄλλων εἴπω, ταῦτʼ οἴομαι χρῆναι φυλάττειν ἐν τῇ συνθέσει τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως· ἢ τὰ εὐμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφʼ ὧν γλυκαίνεταί τε καὶ ἐκμαλάττεται καὶ τὸ ὅλον οἰκείως διατίθεται ἡ αἴσθησις, ταῦτα ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαύτην ἔχοντα φύσιν ἐγκαταπλέκειν τε καὶ συνυφαίνειν τοῖς δυναμένοις αὐτὴν γοητεύειν, ὥστε ὑπὸ τῆς ἐκείνων χάριτος ἐπισκοτεῖσθαι τὴν τούτων ἀηδίαν· οἷόν τι ποιοῦσιν οἱ φρόνιμοι στρατηλάται κατὰ τὰς συντάξεις τῶν στρατευμάτων· καὶ γὰρ ἐκεῖνοι ἐπικρύπτουσι τοῖς ἰσχυροῖς τὰ ἀσθενῆ, καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταυτότητά φημι δεῖν μεταβολὰς εὐκαίρους εἰσφέροντα· καὶ γὰρ ἡ μεταβολὴ παντὸς ἔργου χρῆμα ἡδύ. τελευταῖον δὲ ὃ δὴ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν. δυσωπεῖσθαι δʼ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα, ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαί φημι λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα

p.47
ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν Ὁμήρῳ τε παραδείγματι χρώμενος, παρʼ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις, ὧν ὀλίγον ὕστερον μνησθήσομαι καθʼ ὅ τι ἂν ἁρμόττῃ περὶ ἑκάστου. ταῦτά μοι περὶ τῆς ἡδείας εἰρήσθω συνθέσεως, ὀλίγα μὲν ἀπὸ πολλῶν θεωρημάτων, ἱκανὰ δὲ ὡς κεφάλαια εἶναι.

εἶἑν. καλὴ δʼ ἁρμονία πῶς γένοιτʼ ἂν εἴ τις ἔροιτό με καὶ ἐκ ποίων θεωρημάτων, οὐκ ἄλλως πως νὴ Δία φαίην ἂν οὐδʼ ἐξ ἄλλων τινῶν ἢ ἐξ ὧν περ ἡ ἡδεῖα· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν, μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον. ὥσπερ γὰρ ἡδεῖά τις γίνεται λέξις, οὕτω γενναία τις ἄρα, καὶ ῥυθμὸς ὥσπερ γλαφυρός τις, οὕτω καὶ σεμνός τις ἕτερος, καὶ τὸ μεταβάλλειν ὥσπερ χάριν ἔχει, οὕτω καὶ τόνον· τὸ δὲ δὴ πρέπον εἰ μὴ τοῦ καλοῦ πλεῖστον ἕξει μέρος, σχολῇ γʼ ἂν ἄλλου τινός. ἐξ ἁπάντων δή φημι τούτων ἐπιτηδεύεσθαι δεῖν τὸ καλὸν ἐν ἁρμονίᾳ λέξεως ἐξ ὧν περ καὶ τὸ ἡδύ. αἰτία δὲ κἀνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν

p.48
πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν, ὥσπερ ὑπεσχόμην.

ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα· γράμματα μὲν ὅτι γραμμαῖς τισι σημαίνεται, στοιχεῖα δὲ ὅτι πᾶσα φωνὴ τὴν γένεσιν ἐκ τούτων λαμβάνει πρώτων καὶ τὴν διάλυσιν εἰς ταῦτα ποιεῖται τελευταῖα. τῶν δὴ στοιχείων τε

p.49
καὶ γραμμάτων οὐ μία πάντων φύσις, διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθʼ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ, τὰ δὲ ψόφους· φωνὰς μὲν τὰ λεγόμενα φωνήεντα, ψόφους δὲ τὰ λοιπὰ πάντα. δευτέρα δὲ καθʼ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθʼ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκε, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικούς· ἃ δʼ ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθʼ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰς πρώτας τε καὶ στοιχειώδεις τῆς φωνῆς δυνάμεις φωνήεντα μὲν ἐκάλεσαν, ὅσα καὶ καθʼ ἑαυτὰ φωνεῖται καὶ μεθʼ ἑτέρων καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δʼ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθʼ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δʼ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθʼ ἑαυτά, μεθʼ ἑτέρων δʼ ἐκφωνεῖται.
p.50

ἀριθμὸς δὲ αὐτῶν ὅστίς ἐστιν, οὐ ῥᾴδιον εἰπεῖν ἀκριβῶς, ἐπεὶ πολλὴν παρέσχε καὶ τοῖς πρὸ ἡμῶν ἀπορίαν τὸ πρᾶγμα· οἳ μὲν γὰρ ᾠήθησαν εἶναι τριακαίδεκα τὰ πάντα τῆς φωνῆς στοιχεῖα, κατεσκευάσθαι δὲ τὰ λοιπὰ ἐκ τούτων· οἳ δὲ καὶ τῶν εἰκοσιτεσσάρων οἷς χρώμεθα νῦν πλείω. ἡ μὲν οὖν ὑπὲρ τούτων θεωρία γραμματικῆς τε καὶ μετρικῆς, εἰ δὲ βούλεταί τις, καὶ φιλοσοφίας οἰκειοτέρα· ἡμῖν δὲ ἀπόχρη μήτʼ ἐλάττους τῶν κδ μήτε πλείους ὑποθεμένοις εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν, τὴν ἀρχὴν ἀπὸ τῶν φωνηέντων ποιησαμένοις.

ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ζ, δύο μὲν βραχέα τό τε ε καὶ τὸ ο, δύο δὲ μακρὰ τό τε η καὶ τὸ ω, τρία δὲ δίχρονα τό τε α καὶ τὸ ι καὶ τὸ υ, καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται· καὶ αὐτὰ οἳ μὲν δίχρονα, ὥσπερ ἔφην, οἳ δὲ μεταπτωτικὰ καλοῦσιν. φωνεῖται δὲ ταῦτα πάντα παρὰ τῆς ἀρτηρίας συνηχούσης τῷ πνεύματι

p.51
καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλʼ ἠρεμούσης. πλὴν τὰ μὲν μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται τεταμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος, τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται κατὰ τὴν ἐκφοράν, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει τόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τε τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν. δεύτερον δὲ τὸ η, διότι κάτω τε περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον ἀλλʼ
p.52
οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος. τρίτον δὲ τὸ ω· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔτι δʼ ἧττον τούτου τὸ υ· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι· περὶ τοὺς ὀδόντας τε γὰρ ἡ κροῦσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλῶν τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τοῦ ε τὸ ο· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον.

φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ τὸν ἀριθμὸν ὄντων αὐτῶν πέντε μέν ἐστιν ἁπλᾶ τό τε λ καὶ τὸ μ καὶ τὸ ν καὶ

p.53
τὸ ρ καὶ τὸ ς· διπλᾶ δὲ τρία τό τε ζ καὶ τὸ ξ καὶ τὸ ψ. διπλᾶ δὲ λέγουσιν αὐτὰ ἤτοι διὰ τὸ σύνθετα εἶναι τὸ μὲν ζ διὰ τοῦ ς καὶ δ, τὸ δὲ ξ διὰ τοῦ κ καὶ ς, τὸ δὲ ψ διὰ τοῦ π καὶ ς συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμβάνοντα, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς παραλαμβανόμενον ἕκαστον. τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους τόπους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δʼ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τοὺς
p.54
ῥώθωνας τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορριπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ ς τῆς μὲν γλώττης προσαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσων αὐτῶν φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ ς, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π.

οὗτοι σχηματισμοὶ γραμμάτων ἡμιφώνων. δύναται δʼ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον, τραχύνει δὲ τὸ ρ καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα τό τε μ καὶ τὸ ν κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους. ἄχαρι δὲ καὶ ἀηδὲς τὸ ς καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλόγου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινες σπανίως ἐχρῶντο αὐτῷ καὶ

p.55
πεφυλαγμένως, εἰσὶ δʼ οἳ καὶ ἀσίγμους ὅλας ᾠδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι·
πρὶν μὲν εἷρπε σχοινοτένειά τʼ ἀοιδὰ διθυράμβω καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
τριῶν δὲ τῶν ἄλλων γραμμάτων ἃ δὴ διπλᾶ καλεῖται τὸ ζ μᾶλλον ἡδύνει τὴν ἀκοὴν τῶν ἑτέρων· τὸ μὲν γὰρ ξ διὰ τοῦ κ καὶ τὸ ψ διὰ τοῦ π τὸν συριγμὸν ἀποδίδωσι ψιλῶν ὄντων ἀμφοτέρων, τοῦτο δʼ ἡσυχῇ τῷ πνεύματι δασύνεται καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον. καὶ περὶ μὲν τῶν ἡμιφώνων τοσαῦτα.

τῶν δὲ καλουμένων ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλά, τρία δὲ δασέα, τρία δὲ μεταξὺ τούτων· ψιλὰ μὲν τὸ κ καὶ τὸ π καὶ τὸ τ, δασέα δὲ τὸ θ καὶ τὸ φ καὶ τὸ χ, κοινὰ δὲ ἀμφοῖν τὸ β καὶ τὸ γ καὶ τὸ δ. φωνεῖται δὲ αὐτῶν ἕκαστον τρόπον τόνδε·

p.56
τρία μὲν ἀπὸ τῶν χειλῶν ἄκρων, ὅταν τοῦ στόματος πιεσθέντος τότε προβαλλόμενον ἐκ τῆς ἀρτηρίας τὸ πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ. καὶ ψιλὸν μέν ἐστιν αὐτῶν τὸ π, δασὺ δὲ τὸ φ, μέσον δὲ ἀμφοῖν τὸ β· τοῦ μὲν γὰρ ψιλότερόν ἐστι, τοῦ δὲ δασύτερον. μία μὲν αὕτη συζυγία τριῶν γραμμάτων ἀφώνων ὁμοίῳ σχήματι λεγομένων, ψιλότητι δὲ καὶ δασύτητι διαφερόντων. τρία δὲ ἄλλα λέγεται τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθʼ ὑπὸ τοῦ πνεύματος ἀπορριπιζομένης καὶ τὴν διέξοδον αὐτῷ κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης· διαλλάττει δὲ ταῦτα δασύτητι καὶ ψιλότητι· ψιλὸν μὲν γὰρ αὐτῶν ἐστι τὸ τ, δασὺ δὲ τὸ θ, μέσον δὲ καὶ ἐπίκοινον τὸ δ. αὕτη δευτέρα συζυγία τριῶν γραμμάτων ἀφώνων. τρία δὲ τὰ λοιπὰ τῶν ἀφώνων λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος καὶ τῆς ἀρτηρίας ὑπηχούσης
p.57
τῷ πνεύματι, οὐδὲν οὐδὲ ταῦτα διαφέροντα τᾷ σχήματι ἀλλήλων, πλὴν ὅτι τὸ μὲν κ ψιλῶς λέγεται, τὸ δὲ χ δασέως, τὸ δὲ γ μετρίως καὶ μεταξὺ ἀμφοῖν. τούτων κράτιστα μέν ἐστιν ὅσα τῷ πνεύματι πολλῷ λέγεται, δεύτερα δʼ ὅσα μέσως, κάκιστα δὲ ὅσα ψιλῶς· ταῦτα μὲν γὰρ τὴν αὑτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὥστʼ ἐγγύς που τελειότερα εἶναι ἐκείνων.

ἐκ δὴ τῶν γραμμάτων τοσούτων τε ὄντων καὶ δυνάμεις τοιαύτας ἐχόντων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ τῶν φωνηέντων τῶν μακρῶν ἢ τῶν διχρόνων ὅταν μακρῶς ἐκφέρηται, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἢ εἴς τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ ὅσαι συνεστήκασιν ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου, καὶ ὅσαι λήγουσιν εἰς ταῦτα. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων.

p.58

ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται ὁδός. ταύτῃ τις προσθέτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως ἀλλʼ ἕξει τινὰ παραλλαγὴν ἀκαρῆ παρὰ τὴν προτέραν. ἔτι προσθέτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ καὶ γενέσθω τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν καὶ ἔτι βραχεῖα μένει. τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ ς καὶ γενέσθω στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέτταρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς. ἡ γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθʼ ἣν λέγεται σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου· μειουμένη τʼ οὖν αὖθις καθʼ ἓν

p.59
ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. αἰτία δὲ τίς ἐστι τοῦ μήτε τὰς μακρὰς ἐκβαίνειν τὴν αὑτῶν φύσιν μέχρι γραμμάτων ε μηκυνομένας μήτε τὰς βραχείας εἰς ἓν ἀπὸ πολλῶν γραμμάτων συστελλομένας ἐκπίπτειν τῆς βραχύτητος, ἀλλὰ κἀκείνας ἐν διπλασίῳ λόγῳ θεωρεῖσθαι τῶν βραχειῶν καὶ ταύτας ἐν ἡμίσει τῶν μακρῶν, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι σκοπεῖν. ἀρκεῖ γὰρ ὅσον εἰς τὴν παροῦσαν ὑπόθεσιν ἥρμοττεν εἰρῆσθαι, ὅτι διαλλάττει καὶ βραχεῖα συλλαβὴ βραχείας καὶ μακρὰ μακρᾶς καὶ οὐ τὴν αὐτὴν ἔχει δύναμιν οὔτʼ ἐν λόγοις ψιλοῖς οὔτʼ ἐν ποιήμασιν ἢ μέλεσιν διὰ μέτρων ἢ ῥυθμῶν κατασκευαζομένοις πᾶσα βραχεῖα καὶ πᾶσα μακρά.

πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν, ἕτερον δὲ τοιόνδε· τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, πᾶσα ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἢ διὰ τούτων πλεκομένας ἅμα τήν τε ἰδίαν ἑκάστου σῴζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ

p.60
παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ γίνονται καὶ σκληραὶ καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δʼ εἰσὶ μυρίαι τὸ πλῆθος ὅσαι.

ταῦτα δὴ καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις, τὰ δὲ γράμματα καὶ τὰς συλλαβὰς οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσιν ποικίλως φιλοτεχνοῦσιν, ὡς ποιεῖ πολλάκις Ὅμηρος, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον

ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω·
ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι, χερσὶ ψηλαφόων·
p.61
καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην
οὐδʼ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων, προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
μυρία ἔστιν εὑρεῖν παρʼ αὐτῷ τοιαῦτα χρόνου μῆκος ἢ σώματος μέγεθος ἢ πάθους ὑπερβολὴν ἢ στάσεως ἠρεμίαν ἢ τῶν παραπλησίων τι δηλοῦντα παρʼ οὐδὲν οὕτως ἕτερον ἢ τὰς τῶν συλλαβῶν κατασκευάς· καὶ ἄλλα τούτοις ἐναντίως εἰργασμένα εἰς βραχύτητα καὶ τάχος καὶ σπουδὴν καὶ τὰ τούτοις ὁμοιογενῆ, ὡς ἔχει ταυτί
ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν
καὶ
ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ.
ἐφʼ ἧς μὲν γὰρ ἡ τοῦ πνεύματος δηλοῦται συγκοπὴ καὶ τὸ τῆς φωνῆς ἄτακτον, ἐφʼ ὧν δʼ ἡ τῆς διανοίας ἔκστασις καὶ τὸ τοῦ δείματος ἀπροσδόκητον· ποιεῖ δὲ τούτων ἑκάτερον ἡ τῶν συλλαβῶν τε καὶ γραμμάτων ἐλάττωσις.

καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ

p.62
τῶν ὑποκειμένων τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. αἰγιαλῷ μεγάλα βρέμεται, σμαραγεῖ δέ τε πόντος. σκέπτετʼ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφʼ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια παμπληθῆ τὰ μὲν φωνῆς μηνύματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργου, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δʼ ἠρεμίας, τὰ δʼ ἄλλου χρήματος ὅτου δή· περὶ ὧν εἴρηται πολλὰ τοῖς πρὸ ἡμῶν, τὰ κράτιστα δʼ ὡς πρώτῳ τὸν
p.63
ὑπὲρ ἐτυμολογίας εἰσαγαγόντι λόγον, Πλάτωνι τῷ Σωκρατικῷ, πολλαχῇ μὲν καὶ ἄλλῃ μάλιστα δʼ ἐν τῷ Κρατύλῳ.

τί δὴ τὸ κεφάλαιόν ἐστί μοι τούτου τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα, κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι κατὰ τὸ παραπλήσιον ὀνομάτων τε καὶ συλλαβῶν καὶ γραμμάτων, τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς, καθʼ ἃς δηλοῦται τά τε ἤθη καὶ τὰ πάθη καὶ αἱ διαθέσεις καὶ τὰ ἔργα τῶν προσώπων καὶ τὰ συνεδρεύοντα τούτοις, ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας.

p.64

χρήσομαι δʼ ὀλίγοις παραδείγμασι τοῦ λόγου τοῦδε τῆς σαφηνείας ἕνεκα· τὰ γὰρ ἄλλα πολλὰ ὄντα ἐπὶ σαυτοῦ συμβαλλόμενος εὑρήσεις. ὁ δὴ πολυφωνότατος ἁπάντων ποιητῶν Ὅμηρος, ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου καὶ κάλλος ἡδονῆς ἐπαγωγὸν ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις, καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα, πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί

ἣ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα.
ὅταν δʼ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ τὰ δυσηχέστατα, καὶ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ
p.65
δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί
σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. τῇ δʼ ἐπὶ μὲν Γοργῲ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκ ἐργάσεται λείας συλλαβὰς ἀλλʼ ἰσχυρὰς καὶ ἀντιτύπους
ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ.
βιαζόμενον δέ τινα πρὸς ἐναντίον ῥεῦμα ποταμοῦ μετὰ τῶν ὅπλων καὶ τὰ μὲν ἀντέχοντα, τὰ δʼ ὑποφερόμενον εἰσάγων ἀνακοπάς τε ποιήσει συλλαβῶν καὶ ἀναβολὰς χρόνων καὶ ἀντιστηριγμοὺς γραμμάτων
δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι.
ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος ἐπὶ τῶν ἀηδεστάτων τε
p.66
καὶ κακοφωνοτάτων χρονιεῖ γραμμάτων οὐδαμῇ λεαίνων τὴν κατασκευὴν οὐδὲ ἡδύνων·
σύν τε δύω μάρψας ὥστε σκύλακας προτὶ γαίῃ κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
πολὺ ἂν ἔργον εἴη λέγειν, εἰ πάντων παραδείγματα βουλοίμην φέρειν ὧν ἄν τις ἀπαιτήσειε κατὰ τὸν τόπον τόνδε· ὥστε ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν. εἴρηται δέ τινα περὶ τούτων καὶ Θεοφράστῳ τῷ φιλοσόφῳ κοινότερον ἐν τοῖς περὶ λέξεως, ἔνθα ὁρίζει, τίνα ὀνόματα φύσει καλά παραδείγματος ἕνεκα, ὧν συντιθεμένων καλὴν οἴεται καὶ μεγαλοπρεπῆ γενήσεσθαι τὴν φράσιν, καὶ αὖθις ἕτερα μικρὰ καὶ ταπεινά, ἐξ ὧν οὔτε ποίημα χρηστὸν ἔσεσθαί φησιν οὔτε λόγον. καὶ μὰ Δία οὐκ ἀπὸ σκοποῦ ταῦτα εἴρηται τῷ ἀνδρί. εἰ μὲν οὖν ἐγχωροίη πάντʼ εἶναι τὰ μόρια τῆς λέξεως ὑφʼ ὧν μέλλει
p.67
δηλοῦσθαι τὸ πρᾶγμα εὔφωνά τε καὶ καλλιρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν, ὅπερ Ὅμηρος εἴωθεν ἐπὶ πολλῶν ποιεῖν. εἰ γάρ τις ἔροιτο ὅντινʼ οὖν ἢ ποιητῶν ἢ ῥητόρων, τίνα σεμνότητα ἢ καλλιλογίαν ταῦτʼ ἔχει τὰ ὀνόματα ἃ ταῖς Βοιωτίαις κεῖται πόλεσιν Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραῖα καὶ Ἐτεωνὸς καὶ Σκῶλος καὶ Θίσβη καὶ Ὀγχηστὸς καὶ Εὔτρησις καὶ τἆλλʼ ἐφεξῆς ὧν ὁ ποιητὴς μέμνηται, οὐδεὶς ἂν εἰπεῖν οὐδʼ ἥντινʼ οὖν ἔχοι· ἀλλʼ οὕτως αὐτὰ καλῶς ἐκεῖνος συνύφαγκεν καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν ὥστε μεγαλοπρεπέστατα φαίνεσθαι πάντων ὀνομάτων·
Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐυκτίμενον πτολίεθρον.
p.68
ἐν εἰδόσι λέγων οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.

ἐπεὶ δὲ καὶ τοὺς ῥυθμοὺς ἔφην οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς καὶ μεγαλοπρεποῦς συνθέσεως, ἵνα μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδʼ ἔμμετρον εἰσάγοντα διάλεκτον, ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δʼ οὕτως·

πᾶν ὄνομα καὶ ῥῆμα καὶ ἄλλο μόριον λέξεως, ὅ τι μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δʼ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τρεῖς. ἢ γὰρ ἐξ ἀμφοτέρων ἔσται βραχειῶν ἢ ἐξ ἀμφοτέρων μακρῶν ἢ τῆς μὲν βραχείας, τῆς δὲ μακρᾶς. τοῦ δὲ τρίτου τούτου ῥυθμοῦ διττὸς ὁ τρόπος· ὃ μέν τις ἀπὸ βραχείας ἀρχόμενος καὶ λήγων εἰς μακράν, ὃ δʼ ἀπὸ μακρᾶς καὶ λήγων εἰς βραχεῖαν. ὁ μὲν οὖν βραχυσύλλαβος ἡγεμών τε καὶ

p.69
πυρρίχιος καλεῖται, καὶ οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δʼ αὐτοῦ τοιόνδε
λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.
ὁ δʼ ἀμφοτέρας τὰς συλλαβὰς μακρὰς ἔχων κέκληται μὲν σπονδεῖος, ἀξίωμα δὲ ἔχει μέγα καὶ σεμνότητα πολλήν· παράδειγμα δʼ αὐτοῦ τόδε
ποίαν δῆθʼ ὁρμάσω, ταύταν ἢ κείναν, κείναν ἢ ταύταν;
ὁ δʼ ἐκ βραχείας τε καὶ μακρᾶς συγκείμενος ἐὰν μὲν τὴν ἡγουμένην λάβῃ βραχεῖαν, ἴαμβος καλεῖται, καὶ ἔστιν οὐκ ἀγεννής· ἐὰν δὲ ἀπὸ τῆς μακρᾶς ἄρχηται, τροχαῖος, καὶ ἔστι μαλακώτερος θατέρου καὶ ἀγεννέστερος· παράδειγμα δὲ τοῦ μὲν προτέρου τοιόνδε
ἐπὶ σχολῇ πάρεστι, παῖ Μενοιτίου.
τοῦ δʼ ἑτέρου
θυμέ, θύμʼ ἀμηχάνοισι κήδεσιν κυκώμενε. δισυλλάβων μὲν δὴ μορίων λέξεως διαφοραί τε καὶ
ῥυθμοὶ καὶ σχήματα τοσαῦτα· τρισυλλάβων δʼ ἕτερα
p.70
πλείω τῶν εἰρημένων καὶ ποικιλωτέραν ἔχοντα θεωρίαν. ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν συνεστώς, καλούμενος δὲ ὑπό τινων χορεῖος τρίβραχυς πούς, οὗ παράδειγμα τοιόνδε
Βρόμιε, δορατοφόρʼ, ἐνυάλιε, πολεμοκέλαδε,
ταπεινός τε καὶ ἄσεμνός ἐστι καὶ ἀγεννής, καὶ οὐδὲν ἂν ἐξ αὐτοῦ γένοιτο γενναῖον. ὁ δʼ ἐξ ἁπασῶν μακρῶν, μολοττὸν δʼ αὐτὸν οἱ μετρικοὶ καλοῦσιν, ὑψηλός τε καὶ ἀξιωματικός ἐστι καὶ διαβεβηκὼς ἐπὶ πολύ· παράδειγμα δὲ αὐτοῦ τοιόνδε
ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.
ὁ δʼ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ ἀηδὲς ἔχει, οἷά ἐστι ταυτί
Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ.
ὁ δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, σεμνότητα δʼ ἔχει πολλήν· καὶ ἔνθα δεῖ
p.71
μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν ἢ πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι· τούτου τὸ σχῆμα τοιόνδε
βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν.
ὁ δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας δάκτυλος μὲν καλεῖται, πάνυ δʼ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωικὸν μέτρον ἀπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ· παράδειγμα δὲ αὐτοῦ τόδε
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δʼ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον. ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν, ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ· τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι παράδειγμα αὐτοῦ φέροντες τοιόνδε
κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν.
p.72
περὶ ὧν ἂν ἕτερος εἴη λόγος· πλὴν ἀμφότεροί γε τῶν πάνυ καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος, ὃ συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ σχήματα· μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής. ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον
οἳ δʼ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν ἡ βραχεῖα, οἷά ἐστι ταυτί
σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι,
ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον. τὸ δʼ αὐτὸ συμβήσεται κἂν ἡ βραχεῖα προτεθῇ τῶν μακρῶν· καὶ γὰρ οὗτος ὁ ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος· παράδειγμα δὲ αὐτοῦ τόδε
τίνʼ ἀκτάν, τίνʼ ὕλαν δράμω; ποῖ πορευθῶ;
p.73
τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν, ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα· οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτʼ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν. καὶ περὶ μὲν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ τὰ πλείω λέγειν.

ὧν δʼ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν ʽοὐ γὰρ δὴ τὴν ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκἀ, ταῦτʼ ἐστίν, ὅτι διὰ μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής, διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις καὶ ἄσεμνος, ἐάν τε καθʼ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας συμπλέκωνται. δῆλον. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατʼ εὐχήν· εἰ δʼ ἀναγκαῖον εἴη μίσγειν

p.74
τοῖς κρείττοσι τοὺς χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται ʽτὰ γὰρ ὀνόματα κεῖται τοῖς πράγμασιν ὡς ἔτυχεν̓, οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου.

μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ πίστιν ὁ λόγος λάβῃ. ἔσται δʼ ὀλίγα περὶ πολλῶν. φέρε δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ μεγαλοπρεπῶς τὴν Θουκυδίδου λέξιν τὴν ἐν τῷ ἐπιταφίῳ ταύτην· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν . τί οὖν ἐστιν ὃ πεποίηκε ταύτην μεγαλοπρεπῆ τὴν σύνθεσιν; τὸ ἐκ τοιούτων συγκεῖσθαι ῥυθμῶν τὰ κῶλα. τρεῖς μὲν γὰρ οἱ τοῦ πρώτου προηγούμενοι κώλου σπονδεῖοι πόδες εἰσίν, ὁ δὲ τέταρτος ἀνάπαιστος, ὁ δὲ μετὰ τοῦτον αὖθις σπονδεῖος, ἔπειτα κρητικός, ἅπαντες

p.75
ἀξιωματικοί. καὶ τὸ μὲν πρῶτον κῶλον διὰ ταῦτʼ ἐστὶ σεμνόν· τὸ δὲ ἑξῆς τουτί ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε δύο μὲν ὑποβακχείους ἔχει τοὺς πρώτους πόδας, κρητικὸν δὲ τὸν τρίτον, εἶτʼ αὖθις ὑποβακχείους δύο καὶ συλλαβὴν ὑφʼ ἧς τελειοῦται τὸ κῶλον· ὥστʼ εἰκότως σεμνόν ἐστι καὶ τοῦτο ἐκ τῶν εὐγενεστάτων τε καὶ καλλίστων ῥυθμῶν συγκείμενον. τὸ δὲ δὴ τρίτον κῶλον ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν ἄρχεται μὲν ἀπὸ τοῦ κρητικοῦ ποδός, δεύτερον δὲ λαμβάνει τὸν ἀνάπαιστον καὶ τρίτον σπονδεῖον καὶ τέταρτον αὖθις ἀνάπαιστον, εἶτα δύο τοὺς ἑξῆς δακτύλους, καὶ σπονδείους δύο τοὺς τελευταίους, εἶτα κατάληξιν. εὐγενὲς δὴ καὶ τοῦτο διὰ τοὺς πόδας γέγονεν. τὰ πλεῖστα δʼ ἐστὶ παρὰ Θουκυδίδῃ τοιαῦτα, μᾶλλον δὲ ὀλίγα τὰ μὴ οὕτως ἔχοντα, ὥστʼ εἰκότως ὑψηλὸς εἶναι δοκεῖ καὶ καλλιεπὴς ὡς εὐγενεῖς ἐπάγων ῥυθμούς.

τὴν δὲ δὴ Πλατωνικὴν λέξιν ταυτηνὶ τίνι ποτὲ ἄλλῳ κοσμηθεῖσαν οὕτως ἀξιωματικὴν εἶναι φαίη τις ἂν καὶ καλήν, εἰ μὴ τῷ συγκεῖσθαι διὰ τῶν καλλίστων τε καὶ ἀξιολογωτάτων ῥυθμῶν; ἔστι γὰρ δὴ τῶν πάνυ

p.76
φανερῶν καὶ περιβοήτων, ᾗ κέχρηται ὁ ἀνὴρ κατὰ τὴν τοῦ ἐπιταφίου ἀρχήν· ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς· ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν . ἐν τούτοις δύο μέν ἐστιν ἃ συμπληροῖ τὴν περίοδον κῶλα, ῥυθμοὶ δὲ οἱ ταῦτα διαλαμβάνοντες οἵδε· βακχεῖος μὲν ὁ πρῶτος· οὐ γὰρ δή γε ὡς ἰαμβικὸν ἀξιώσαιμʼ ἂν ἔγωγε τὸ κῶλον τουτὶ ῥυθμίζειν ἐνθυμούμενος ὅτι οὐκ ἐπιτροχάλους καὶ ταχεῖς ἀλλʼ ἀναβεβλημένους καὶ βραδεῖς τοῖς οἰκτιζομένοις προσῆκεν ἀποδίδοσθαι τοὺς χρόνους· σπονδεῖος δʼ ὁ δεύτερος· ὁ δʼ ἑξῆς δάκτυλος διαιρουμένης τῆς συναλοιφῆς· εἶθʼ ὁ μετὰ τοῦτον σπονδεῖος· ὁ δʼ ἑξῆς μᾶλλον κρητικὸς ἢ ἀνάπαιστος· ἔπειθʼ, ὡς ἐμὴ δόξα, σπονδεῖος· ὁ δὲ τελευταῖος ὑποβάκχειος, εἰ δὲ βούλεταί τις, ἀνάπαιστος· εἶτα κατάληξις. τούτων τῶν ῥυθμῶν οὐδεὶς ταπεινὸς οὐδὲ ἀγεννής. τοῦ δὲ ἑξῆς κώλου τουδί ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν δύο μέν εἰσιν οἱ πρῶτοι πόδες κρητικοί, σπονδεῖοι δὲ οἱ μετὰ τούτους δύο· μεθʼ οὓς αὖθις κρητικός, ἔπειτα τελευταῖος ὑποβάκχειος. ἀνάγκη δὴ τὸν ἐξ ἁπάντων συγκείμενον καλῶν ῥυθμῶν
p.77
καλὸν εἶναι λόγον. μυρία τοιαῦτʼ ἔστιν εὑρεῖν καὶ παρὰ Πλάτωνι. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος, καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν ἢ παρέλασσεν τὸν Δημοσθένη κάλλους ἑρμηνείας ἕνεκεν, ἢ ἀμφήριστον ἔθηκεν. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν, ὑπὲρ ὧν ἑτέρωθί μοι δηλοῦται σαφέστερον. συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος.

ἑνὸς ἔτι παραθήσομαι λέξιν, ᾧ τὰ ἀριστεῖα τῆς ἐν λόγοις δεινότητος ἀποδίδωμι. ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως ὁ Δημοσθένης. ἐν δὴ τῷ περὶ τοῦ στεφάνου λόγῳ τρία μέν

p.78
ἐστιν ἃ τὴν πρώτην περίοδον συμπληροῖ κῶλα, οἱ δὲ ταῦτα καταμετροῦντες οἵδέ εἰσιν ῥυθμοί· πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαισ . ἄρχει δὲ τοῦ κώλου βακχεῖος ῥυθμός, ἔπειθʼ ἕπεται σπονδεῖος, εἶτʼ ἀνάπαιστός τε καὶ μετὰ τοῦτον ἕτερος σπονδεῖος, εἶθʼ ἑξῆς κρητικοὶ τρεῖς, σπονδεῖος δʼ ὁ τελευταῖος. τοῦ δὲ δευτέρου κώλου τοῦδε ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν πρῶτος μὲν ὑποβάκχειός ἐστι πούς, εἶτα βακχεῖος, εἰ δὲ βούλεταί τις, δάκτυλος· εἶτα κρητικός· μεθʼ οὕς εἰσι δύο σύνθετοι πόδες οἱ καλούμενοι παιᾶνες· οἷς ἕπεται μολοττὸς ἢ βακχεῖος, ἐγχωρεῖ γὰρ ἑκατέρως αὐτὸν διαιρεῖν· τελευταῖος δὲ σπονδεῖος. τοῦ δὲ τρίτου κώλου τοῦδε τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα ἄρχουσι μὲν ὑποβάκχειοι δύο, ἕπεται δὲ κρητικός, ᾧ συνῆπται σπονδεῖος· εἶτʼ αὖθις βακχεῖος ἢ κρητικός,
p.79
καὶ τελευταῖος πάλιν κρητικός, εἶτα κατάληξις. τί οὖν ἐκώλυε καλὴν ἁρμονίαν εἶναι λέξεως, ἐν ᾗ μήτε πυρρίχιός ἐστι ποὺς μήτε ἰαμβικὸς μήτε ἀμφίβραχυς μήτε τῶν χορείων ἢ τροχαίων μηδείς; καὶ οὐ λέγω τοῦτο, ὅτι τῶν ἀνδρῶν ἐκείνων ἕκαστος οὐ κέχρηταί ποτε καὶ τοῖς ἀγεννεστέροις ῥυθμοῖς ʽκέχρηται γάῤ, ἀλλʼ εὖ συγκεκρύφασιν αὐτοὺς καὶ συνυφάγκασι διαλαβόντες τοῖς κρείττοσι τοὺς χείρονας.

οἷς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους, οἳ μὲν ταπεινάς, οἳ δὲ κατακεκλασμένας, οἳ δʼ ἄλλην τινὰ αἰσχύνην καὶ ἀμορφίαν ἐχούσας ἐξήνεγκαν τὰς γραφάς. ὧν ἐστι πρῶτός τε καὶ μέσος καὶ τελευταῖος ὁ Μάγνης ὁ σοφιστὴς Ἡγησίας· ὑπὲρ οὗ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας οὐκ οἶδα τί χρὴ λέγειν, πότερα τοσαύτη περὶ αὐτὸν ἀναισθησία καὶ παχύτης ἦν ὥστε μὴ συνορᾶν, οἵτινές εἰσιν ἀγεννεῖς ἢ εὐγενεῖς ῥυθμοί, ἢ τοσαύτη θεοβλάβεια καὶ διαφθορὰ τῶν φρενῶν ὥστʼ εἰδότα τοὺς κρείττους ἔπειτα αἱρεῖσθαι τοὺς χείρονας, ὃ καὶ μᾶλλον πείθομαι· ἀγνοίας μὲν γάρ ἐστι καὶ τὸ κατορθοῦν πολλαχῇ, προνοίας δὲ τὸ μηδέποτε. ἐν γοῦν ταῖς τοσαύταις γραφαῖς, αἷς καταλέλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὕροι τις

p.80
σελίδα συγκειμένην εὐτυχῶς. ἔοικεν δὴ ταῦτα ὑπολαβεῖν ἐκείνων κρείττω καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἃ διʼ ἀνάγκην ἐμπεσὼν ἄν τις ἐν λόγῳ σχεδίῳ διʼ αἰσχύνης θεῖτο φρόνημα ἔχων ἀνήρ. θήσω δὲ καὶ τούτου λέξιν ἐκ τῆς ἱστορίας, ἵνα σοι γένηται δῆλον ἐκ τῆς ἀντιπαραθέσεως, ὅσην μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν ῥυθμοῖς, ὅσην δʼ αἰσχύνην τὸ ἀγεννές. ἔστιν δʼ ὃ λαμβάνει πρᾶγμα ὁ σοφιστὴς τοιόνδε. Ἀλέξανδρος πολιορκῶν Γάζαν χωρίον τι τῆς Συρίας πάνυ ἐχυρὸν τραυματίας τε γίνεται κατὰ τὴν προσβολὴν καὶ τὸ χωρίον αἱρεῖ χρόνῳ. φερόμενος δʼ ὑπʼ ὀργῆς τούς τʼ ἐγκαταληφθέντας ἀποσφάττει πάντας, ἐπιτρέψας τοῖς Μακεδόσι τὸν ἐντυχόντα κτείνειν, καὶ τὸν ἡγεμόνα αὐτῶν αἰχμάλωτον λαβών, ἄνδρα ἐν ἀξιώματι καὶ τύχης καὶ εἴδους, ἐξ ἁρματείου δίφρου δῆσαι κελεύσας ζῶντα καὶ τοὺς ἵππους ἐλαύνειν ἀνὰ κράτος ἐν τῇ πάντων ὄψει διαφθείρει. τούτων οὐκ ἂν ἔχοι τις εἰπεῖν δεινότερα πάθη οὐδʼ ὄψει φοβερώτερα πῶς δὴ ταῦτα ἡρμήνευκεν ὁ σοφιστής, ἄξιον ἰδεῖν, πότερα σεμνῶς καὶ ὑψηλῶς ἢ ταπεινῶς καὶ καταγελάστως.

ὁ δὲ βασιλεὺς ἔχων τὸ σύνταγμα προηγεῖτο. καί

p.81
πως ἐβεβούλευτο τῶν πολεμίων τοῖς ἀρίστοις, ἀπαντᾶν ἐπιόντι· τοῦτο γὰρ ἔγνωστο, κρατήσασιν ἑνὸς συνεκβαλεῖν καὶ τὸ πλῆθος. ἡ μὲν οὖν ἐλπὶς αὕτη συνέδραμεν εἰς τόλμαν, ὥστʼ Ἀλέξανδρον μηδέποτε κινδυνεῦσαι πρότερον οὕτως. ἀνὴρ γὰρ τῶν πολεμίων εἰς γόνατα συγκαμφθεὶς ἔδοξεν τοῦτʼ Ἀλεξάνδρῳ τῆς ἱκετείας ἕνεκα πρᾶξαι. προσέμενος δʼ ἐγγὺς μικρὸν ἐκνεύει τὸ ξίφος ἐνέγκαντος ἐπὶ τὰ πτερύγια τοῦ θώρακος, ὥστε γενέσθαι τὴν πληγὴν οὐ καιριωτάτην. ἀλλὰ τὸν μὲν αὐτὸς ἀπώλεσεν κατὰ κεφαλῆς τύπτων τῇ μαχαίρᾳ, τοὺς δʼ ἄλλους ὀργὴ πρόσφατος ἐπίμπρα. οὕτως ἄρα ἑκάστου τὸν ἔλεον ἐξέστησεν ἡ τοῦ τολμήματος ἀπόνοια τῶν μὲν ἰδόντων, τῶν δʼ ἀκουσάντων, ὥσθʼ ἑξακισχιλίους ὑπὸ τὴν σάλπιγγα ἐκείνην τῶν βαρβάρων κατακοπῆναι. τὸν μέντοι Βαῖτιν αὐτὸν ἀνήγαγον ζῶντα Λεόνατος καὶ Φιλωτᾶς. ἰδὼν δὲ πολύσαρκον καὶ μέγαν καὶ βλοσυρωπόν ʽμέλας γὰρ ἦν καὶ τὸ χρῶμἀ,
p.82
μισήσας ἐφʼ οἷς ἐβεβούλευτο καὶ τὸ εἶδος ἐκέλευσεν διὰ τῶν ποδῶν χαλκοῦν ψάλιον διείραντας ἕλκειν κύκλῳ γυμνόν. πιλούμενος δὲ κακοῖς περὶ πολλὰς τραχύτητας ἔκραζεν. αὐτὸ δʼ ἦν, ὃ λέγω, τὸ συνάγον ἀνθρώπους. ἐπέτεινε μὲν γὰρ ὁ πόνος, βάρβαρον δʼ ἐβόα, δεσπότην καθικετεύων· γελᾶν δὲ ὁ σολοικισμὸς ἐποίει. τὸ δὲ στέαρ καὶ τὸ κύτος τῆς σαρκὸς ἀνέφαινε Βαβυλώνιον ζῷον ἕτερον ἁδρόν. ὁ μὲν οὖν ὄχλος ἐνέπαιζε, στρατιωτικὴν ὕβριν ὑβρίζων εἰδεχθῆ καὶ τῷ τρόπῳ σκαιὸν ἐχθρόν .

ἆρά γε ὅμοια ταῦτʼ ἐστὶ τοῖς Ὁμηρικοῖς ἐκείνοις, ἐν οἷς Ἀχιλλεύς ἐστιν αἰκιζόμενος Ἕκτορα μετὰ τὴν τελευτήν; καίτοι τό γε πάθος ἐκεῖνο ἔλαττον· εἰς ἀναίσθητον γὰρ σῶμα ἡ ὕβρις· ἀλλʼ ὅμως ἄξιον ἐστὶν ἰδεῖν, ὅσῳ διενήνοχεν ὁ ποιητὴς τοῦ σοφιστοῦ·

ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα· ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
p.83
ἐκ δίφροιο δʼ ἔδησε· κάρη δʼ ἕλκεσθαι ἔασεν. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἄκοντε πετέσθην. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖται κυάνεαι πίμπλαντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. ὡς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μήτηρ τῖλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην τηλόσε· κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. τῷ δὲ μάλιστʼ ἂρ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
οὕτως εὐγενὲς σῶμα καὶ δεινὰ πάθη λέγεσθαι προσῆκεν ὑπʼ ἀνδρῶν φρόνημα καὶ νοῦν ἐχόντων. ὡς δὲ ὁ Μάγνης εἴρηκεν, ὑπὸ γυναικῶν ἢ κατεαγότων ἀνθρώπων λέγοιτʼ ἂν καὶ οὐδὲ τούτων μετὰ σπουδῆς, ἀλλʼ ἐπὶ χλευασμῷ καὶ καταγέλωτι. τί οὖν αἴτιον ἦν ἐκείνων μὲν τῶν ποιημάτων τῆς εὐγενείας, τούτων δὲ τῶν φλυαρημάτων τῆς ταπεινότητος; ἡ τῶν ῥυθμῶν
p.84
διαφορὰ πάντων μάλιστα, καὶ εἰ μὴ μόνη. ἐν ἐκείνοις μὲν γὰρ οὐδεὶς ἄσεμνος στίχος ἢ ἀδόκιμος, ἐνταῦθα δὲ οὐδεμία περίοδος ἥτις οὐ λυπήσει.

εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν ὅσην δύναμιν ἔχουσιν, ἐπὶ τὰ λειπόμενα μεταβήσομαι.

ἦν δέ μοι τρίτον θεώρημα τῶν ποιούντων καλὴν ἁρμονίαν ἡ μεταβολή. λέγω δὲ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω (πάνυ γὰρ εὔηθες) οὐδέ γε τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα, ὥσπερ καὶ τὰ ἡδέα, ὄντα ἐν τῇ ταυτότητι· ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν ἢ οὐχ ἅπασιν οὐδʼ ἐφʼ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλʼ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθμόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται καὶ οὐδὲ τούτοις ἅπασι. τοῖς δὲ τὰ μέλη γράφουσιν τὸ μὲν τῶν στροφῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος, ἀλλʼ ἐάν

p.85
τʼ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· οὐδέ γε τοὺς περιέχοντας ὅλας τὰς στροφὰς ῥυθμοὺς καὶ τὰς ἀντιστρόφους, ἀλλὰ δεῖ καὶ τούτους τοὺς αὐτοὺς διαμένειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι τό τε μέλος καὶ τὸν ῥυθμόν. τὰ δὲ κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἐπὶ πολλῆς ἐξουσίας δέδοται αὐτοῖς ποικίλως διαιρεῖν ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας, ἕως ἂν ἀπαρτίσωσι τὴν στροφήν· ἔπειτα πάλιν δεῖ τὰ αὐτὰ μέτρα καὶ κῶλα ποιεῖν. οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω δὲ Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥστʼ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς, ἐπῳδοῖς τε πάνυ ἐχρῶντο ὀλίγοις· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς οὐκ ἄλλου τινὸς ἢ τῆς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον
p.86
Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες, καὶ τὰς μελῳδίας ἐξήλλαττον τότε μὲν ἐναρμονίους ποιοῦντες, τότε δὲ χρωματικάς, τότε δὲ διατόνους, καὶ τοῖς ῥυθμοῖς κατὰ πολλὴν ἄδειαν ἐνεξουσιάζοντες διετέλουν, οἵ γε δὴ κατὰ Φιλόξενον καὶ Τιμόθεον καὶ Τελεστήν, ἐπεὶ παρά γε τοῖς ἀρχαίοις τεταγμένος ἦν καὶ ὁ διθύραμβος.

ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει καὶ ἄδειαν ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν, ὅπως βούλεται. καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥτις ἂν ἔχῃ πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δʼ ἔξω περιόδου καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δʼ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον καὶ τὸ μὲν αὐτουργότερον τὸ δὲ βραδύτερον, τὸ δὲ ἀκριβέστερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι καὶ σχήματα παντοῖα καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δέ τινα χάριν ἐν τοῖς τοιούτοις καὶ τὸ οὕτω συγκείμενον ὥστε μὴ συγκεῖσθαι δοκεῖν. καὶ οὐ πολλῶν δεῖν

p.87
οἶμαι λόγων εἰς τουτὶ τὸ μέρος· ὅτι γὰρ ἥδιστόν τε καὶ κάλλιστον ἐν λόγοις μεταβολή, πάντας εἰδέναι πείθομαι. παράδειγμα δὲ αὐτῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀμήχανον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέραις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δʼ ὡς ἐν διαλόγων χάριτι, τὸν δʼ ὡς ἐν λόγων ἐναγωνίων χρεία. ἀλλʼ οὐχ ἥ γε Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν, ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλʼ ἔστι παρʼ αὐτοῖς εἷς περιόδου κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέντων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. οὐ δὴ ἀποδέχομαι τὴν αἵρεσιν ἐκείνην κατὰ τοῦτο τὸ μέρος. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετʼ ἐκεῖνον ἀπʼ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.
p.88

ἔτι τις καταλείπεταί μοι λόγος ὁ περὶ τοῦ πρέποντος. καὶ γὰρ τοῖς ἄλλοις χρήμασιν ἅπασι παρεῖναι δεῖ τὸ πρέπον, καὶ εἴ τι ἄλλο ἔργον ἀτυχεῖ τούτου τοῦ μέρους, καὶ εἰ μὴ τοῦ παντός, τοῦ κρατίστου γε ἀτυχεῖ. περὶ μὲν οὖν ὅλης τῆς ἰδέας ταύτης οὐχ οὗτος ὁ καιρὸς ἀνασκοπεῖν· βαθεῖα γάρ τις αὐτοῦ καὶ πολλῶν δεομένη λόγων ἡ θεωρία. ὅσα δὲ εἰς τοῦτο συντείνει τὸ μέρος ὑπὲρ οὗ τυγχάνω ποιούμενος τὸν λόγον, εἰ μὴ καὶ πάντα μηδὲ τὰ πλεῖστα, ὅσα γε οὖν ἐγχωρεῖ, λεγέσθω.

ὁμολογουμένου δὴ παρὰ πᾶσιν ὅτι πρέπον ἐστὶ τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις τε καὶ πράγμασιν, ὥσπερ ἐκλογὴ τῶν ὀνομάτων εἴη τις ἂν ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις. παράδειγμα δὲ τούτου χρὴ λαμβάνειν τὴν ἀλήθειαν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οὐχ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδʼ ἐν ἄλλῳ τινὶ πάθει ἢ κακῷ ὄντες, ὥσπερ ὅταν ἐνθυμώμεθα μηδὲν ὅλως ἡμᾶς ταράττειν μηδὲ παραλυπεῖν.

p.89
δείγματος ἕνεκα ταῦτʼ εἴρηκα ὀλίγα περὶ πολλῶν. μυρία ἄλλα ἐστὶν ὅσα τις ἂν εἰπεῖν ἔχοι τὰς ἰδέας ἁπάσας ἐκλογίζεσθαι βουλόμενος τοῦ πρέποντος· ἓν δὲ ὃ προχειρότατον ἔχω καὶ κοινότατον εἰπεῖν ὑπὲρ αὐτοῦ, τοῦτʼ ἐρῶ. οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων ἀλλὰ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων καὶ ἐν τῷ συντιθέναι τὰ ὀνόματα, οὐδὲν ἐπιτηδεύοντες ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὴ παρατηροῦντα δεῖ τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέρῃ, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν ὁ δαιμονιώτατος Ὅμηρος καίπερ μέτρον ἔχων ἓν ὡς καὶ ῥυθμοὺς ὀλίγους, ἀλλʼ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. ἐρῶ δὲ ὀλίγα, οἷς ἄν τις δύναιτο παραδείγμασι χρῆσθαι πολλῶν. ἀπαγγέλλων δὴ πρὸς τοὺς Φαίακας Ὀδυσσεὺς τὴν ἑαυτοῦ πλάνην καὶ τὴν εἰς ᾅδου κατάβασιν
p.90
εἰπὼν τὰς ὄψεις τῶν ἐκεῖ κακῶν ἀποδίδωσιν. ἐν δὴ τούτοις καὶ τὰ περὶ τὸν Σίσυφον διηγεῖται πάθη, ᾧ φασι τοὺς καταχθονίους θεοὺς ὅρον πεποιῆσθαι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, ὅταν ὑπὲρ ὄχθου τινὸς ἀνακυλίσῃ πέτρον· τοῦτο δὲ ἀμήχανον εἶναι καταπίπτοντος ὅταν εἰς ἄκρον ἔλθῃ πάλιν τοῦ πέτρου. πῶς οὖν δηλώσει ταῦτα μιμητικῶς κατʼ αὐτὴν τὴν σύνθεσιν τῶν ὀνομάτων, ἄξιον ἰδεῖν·
καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·
ἐνταῦθα ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον, τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· οὐδεὶς ἂν ἄλλως εἴποι. καὶ παρὰ τί γέγονε τούτων ἕκαστον; οὐ μὰ Δίʼ εἰκῇ γε οὐδʼ ἀπὸ ταὐτομάτου. πρῶτον μὲν ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια
p.91
πάντʼ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν ἐν ἑκατέρῳ τῶν στίχων· ἔπειτα πᾶσαι διαβεβήκασιν αἱ τῶν ὀνομάτων ἁρμονίαι διαβάσεις εὐμεγέθεις καὶ διεστήκασι πάνυ αἰσθητῶς, ἢ τῶν φωνηέντων γραμμάτων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων συναπτομένων· ῥυθμοῖς τε δακτύλοις καὶ σπονδείοις τοῖς μηκίστοις καὶ πλείστην ἔχουσι διάβασιν ἅπαντα σύγκειται. τί δή ποτʼ οὖν τούτων ἕκαστον δύναται; αἱ μὲν μονοσύλλαβοί τε καὶ δισύλλαβοι λέξεις πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δʼ ἐν μήκει θεωρούμενοι τὴν ἔκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζούσης ἔργα ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ τούτοις ἑξῆς λεγόμενα δηλοῖ. τὴν γὰρ ἀπὸ τῆς
p.92
κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλʼ ἐπιταχύνας τε καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
ἀλλʼ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν
ἐπιτίθησι τοῦτο
τότʼ ἐπιστρέψασκε κραταιίς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; ἔμοιγε δοκεῖ. καὶ τίς ἐνταῦθα πάλιν αἰτία; καὶ γὰρ ταῦτʼ ἦν ἄξιον ἰδεῖν· ὁ τὴν καταφορὰν δηλῶν τοῦ πέτρου στίχος μονοσύλλαβον μὲν οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις. τοῦτʼ οὖν καὶ πρῶτον οὐ διἵστησι τοὺς χρόνους ἀλλʼ ἐπιταχύνει· ἔπειθʼ ἑπτακαίδεκα συλλαβῶν οὐσῶν ἐν τῷ στίχῳ δέκα μέν εἰσι βραχεῖαι συλλαβαί, ἑπτὰ δὲ μακραὶ οὐδʼ αὗται τέλειοι· ἀνάγκη δὴ
p.93
κατασπᾶσθαι καὶ συστέλλεσθαι τὴν φράσιν τῇ βραχύτητι τῶν συλλαβῶν ἐφελκομένην. ἔτι πρὸς τούτοις οὐδʼ ὄνομα ἀπὸ ὀνόματος ἀξιόλογον εἴληφεν διάστασιν· οὔτε γὰρ φωνήεντι φωνῆεν οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον, ἃ δὴ τραχύνειν πέφυκεν καὶ διἱστάναι τὰς ἁρμονίας, οὐδέν ἐστι παρακείμενον. οὐ δὴ γίνεται διάστασις αἰσθητὴ μὴ διηρτημένων τῶν λέξεων, ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν. ὃ δὲ μάλιστα τῶν ἄλλων θαυμάζειν ἄξιον, ῥυθμὸς οὐδεὶς τῶν μακρῶν οἳ φύσιν ἔχουσιν πίπτειν εἰς μέτρον ἡρωικόν, οὔτε σπονδεῖος οὔτε βακχεῖος ἐγκαταμέμικται τῷ στίχῳ, πλὴν ἐπὶ τῆς τελευτῆς· οἱ δʼ ἄλλοι πάντες εἰσὶ δάκτυλοι, καὶ οὗτοι παραμεμιγμένας ἔχοντες τὰς ἀλόγους, ὥστε μὴ πολὺ διαφέρειν ἐνίους τῶν τροχαίων. οὐδὲν δὴ τὸ ἀντιπρᾶττον ἐστὶν εὔτροχον καὶ περιφερῆ καὶ καταρρέουσαν εἶναι τὴν φράσιν ἐκ τοιούτων συγκεκροτημένην ῥυθμῶν.

πολλά τις ἂν ἔχοι τοιαῦτα δεῖξαι παρʼ Ὁμήρῳ λεγόμενα· ἐμοὶ δὲ ἀποχρῆν δοκεῖ καὶ ταῦτα, ἵνʼ ἐγγένηταί μοι καὶ περὶ τῶν ἄλλων εἰπεῖν. ὧν μὲν οὖν δεῖ στοχάζεσθαι τοὺς μέλλοντας ἡδεῖαν καὶ καλὴν ποιήσειν

p.94
σύνθεσιν ἔν τε ποιητικῇ καὶ λόγοις ἀμέτροις, ταῦτα κατʼ ἐμὴν δόξαν ἐστὶ τὰ γοῦν κυριώτατα καὶ κράτιστα. ὅσα δὲ οὐχ οἷά τε ἦν, ἐλάττω τε ὄντα τούτων καὶ ἀμυδρότερα καὶ διὰ πλῆθος δυσπερίληπτα μιᾷ γραφῇ, ταῦτʼ ἐν ταῖς καθʼ ἡμέραν γυμνασίαις προσυποθήσομαι καὶ πολλῶν καὶ ἀγαθῶν ποιητῶν τε καὶ συγγραφέων καὶ ῥητόρων μαρτυρίοις χρήσομαι. νυνὶ δὲ τὰ καταλειπόμενα ὧν ὑπεσχόμην καὶ οὐδενὸς ἧττον ἀναγκαῖα εἰρῆσθαι, ταῦτʼ ἔτι προσθεὶς τῷ λόγῳ παύσομαι τίνες εἰσὶ διαφοραὶ τῆς συνθέσεως καὶ τίς ἑκάστης χαρακτὴρ ὡς ἐπὶ τὸ πολύ, τῶν τε πρωτευσάντων ἐν αὐταῖς μνησθῆναι καὶ δείγματα ἑκάστου παρασχεῖν, ὅταν δὲ ταῦτα λάβῃ μοι τέλος, τότε κἀκεῖνα διευκρινῆσαι τὰ παρὰ τοῖς πολλοῖς ἀπορούμενα, τί ποτʼ ἐστὶν ὃ ποιεῖ τὴν μὲν πεζὴν λέξιν ὁμοίαν ποιήματι φαίνεσθαι μένουσαν ἐν τῷ τοῦ λόγου σχήματι, τὴν δὲ ποιητικὴν φράσιν ἐμφερῆ τῷ πεζῷ λόγῳ φυλάττουσαν τὴν ποιητικὴν σεμνότητα· σχεδὸν γὰρ οἱ κράτιστα διαλεχθέντες ἢ ποιήσαντες ταῦτʼ ἔχουσιν ἐν τῇ λέξει τἀγαθά. πειρατέον δὴ καὶ περὶ τούτων, ἃ φρονῶ, λέγειν. ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου.