De Compositione Verborum

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.

ἐγὼ τῆς συνθέσεως εἰδικὰς μὲν διαφορὰς πολλὰς

p.95
σφόδρα εἶναι τίθεμαι καὶ οὔτʼ εἰς σύνοψιν ἐλθεῖν δυναμένας οὔτʼ εἰς λογισμὸν ἀκριβῆ, οἴομαί τε ἴδιον ἡμῶν ἑκάστῳ χαρακτῆρα ὥσπερ ὄψεως, οὕτω καὶ συνθέσεως ὀνομάτων παρακολουθεῖν, οὐ φαύλῳ παραδείγματι χρώμενος ζῳγραφίᾳ· ὥσπερ γὰρ ἐν ἐκείνῃ τὰ αὐτὰ φάρμακα λαμβάνοντες ἅπαντες οἱ τὰ ζῷα γράφοντες οὐδὲν ἐοικότα ποιοῦσιν ἀλλήλοις τὰ μίγματα, τὸν αὐτὸν τρόπον ἐν ποιητικῇ τε διαλέκτῳ καὶ τῇ ἄλλῃ πάσῃ τοῖς αὐτοῖς ὀνόμασι χρώμενοι πάντες οὐχ ὁμοίως αὐτὰ συντίθεμεν. τὰς μέντοι γενικὰς αὐτῆς διαφορὰς ταύτας εἶναι πείθομαι μόνας τὰς τρεῖς, αἷς ὁ βουλόμενος ὀνόματα θήσεται τὰ οἰκεῖα, ἐπειδὰν τούς τε χαρακτῆρας αὐτῶν καὶ τὰς διαφορὰς ἀκούσῃ. ἐγὼ μέντοι κυρίοις ὀνόμασιν οὐκ ἔχων αὐτὰς προσαγορεῦσαι ὡς ἀκατονομάστους μεταφορικοῖς ὀνόμασι καλῶ τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυράν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον· ἣν ὅπως ποτὲ γίνεσθαι φαίην ἄν, ἔγωγε ἀπορῶ καὶ δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν , εἴτε κατὰ στέρησιν τῶν ἄκρων ἑκατέρας εἴτε κατὰ μῖξιν· οὐ γὰρ ῥᾴδιον εἰκάσαι τὸ σαφές. μή ποτʼ οὖν κρεῖττον ᾖ λέγειν, ὅτι κατὰ ἄνεσίν τε καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων οἱ διὰ μέσου γίνονται πολλοὶ πάνυ
p.96
ὄντες· οὐ γὰρ ὥσπερ ἐν μουσικῇ τὸ ἴσον ἀπέχει τῆς νήτης καὶ τῆς ὑπάτης ἡ μέση, τὸν αὐτὸν τρόπον καὶ ἐν λόγοις ὁ μέσος χαρακτὴρ ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκεν, ἀλλʼ ἔστι τῶν ἐν πλάτει θεωρουμένων ὡς ἀγέλη τε καὶ σωρὸς καὶ ἄλλα πολλά. ἀλλὰ γὰρ οὐχ οὗτος ὁ καιρὸς ἁρμόττων τῇ θεωρίᾳ ταύτῃ· λεκτέον δʼ, ὥσπερ ὑπεθέμην, καὶ περὶ τῶν χαρακτήρων οὐχ ἅπανθʼ ὅσʼ ἂν εἰπεῖν ἔχοιμι ʽμακρῶν γὰρ ἄν μοι πάνυ δεήσειε λόγων̓, ἀλλʼ αὐτὰ τὰ φανερώτατα.

τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥστʼ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπʼ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς οὐδὲν αὐτῇ διαφέρει, οἷαι γίνονται τῶν λογάδην συντιθεμένων ἐν οἰκοδομίαις λίθων αἱ μὴ εὐγώνιοι καὶ μὴ συνεξεσμέναι βάσεις, ἀργαὶ δέ τινες καὶ αὐτοσχέδιοι· μεγάλοις τε καὶ διαβεβηκόσιν εἰς πλάτος ὀνόμασιν ὡς τὰ πολλὰ μηκύνεσθαι φιλεῖ· τὸ γὰρ εἰς βραχείας συλλαβὰς συνάγεσθαι πολέμιον αὐτῇ, πλὴν εἴ ποτε ἀνάγκη βιάζοιτο.

p.97

ἐν μὲν δὴ τοῖς ὀνόμασι ταῦτα πειρᾶται διώκειν καὶ τούτων γλίχεται· ἐν δὲ τοῖς κώλοις ταῦτά τε ὁμοίως ἐπιτηδεύει καὶ τοὺς ῥυθμοὺς τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα, φύσει τʼ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεσθαι μᾶλλον ἢ κατʼ ἦθος. περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτʼ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, σπουδὴν ἔχουσα οὐδʼ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις συμμετρουμένη μάλα, οὐδʼ ἄλλην τινὰ πραγματείαν τοιαύτην ἔχουσα ἐπιτήδευσιν οὐδεμίαν. ἔτι τῆς τοιαύτης ἐστὶν ἁρμονίας καὶ ταῦτα ἴδια· ἀντίρροπός ἐστι περὶ τὰς

p.98
πτώσεις, ποικίλη περὶ τοὺς σχηματισμούς, ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστʼ ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πίνον ἔχουσα κάλλος.

ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταὶ κατά τε ποίησιν καὶ ἱστορίαν καὶ λόγους πολιτικούς, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ἐπικῇ ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δʼ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. ἐνταῦθα ἡ μὲν ὑπόθεσις ἀπῄτει πολλὰ παρασχέσθαι τῶν εἰρημένων ἑκάστου παραδείγματα, καὶ ἴσως οὐκ ἀηδὴς ἂν ὁ λόγος ἐγένετο πολλοῖς ὥσπερ ἄνθεσι διαποικιλλόμενος τοῖς ἐαρινοῖς· ἀλλʼ ὑπέρμετρον ἔμελλε φανήσεσθαι τὸ σύνταγμα καὶ σχολικὸν μᾶλλον ἢ παραγγελματικόν· οὐ μὲν δὴ οὐδʼ ἀνεξέλεγκτα παραλιπεῖν τὰ ῥηθέντα ἥρμοττεν, ὡς δὴ φανερὰ καὶ οὐ δεόμενα μαρτυρίας· ἔδει δέ πως τὸ μέτριον ἀμφοῖν λαβεῖν καὶ μήτε πλεονάσαι τοῦ καιροῦ μήτʼ ἐλλιπεῖν

p.99
τῆς πίστεως. τοῦτο δὴ πειράσομαι ποιῆσαι δείγματα λαβὼν ὀλίγα παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν. ποιητῶν μὲν οὖν Πίνδαρος ἀρκέσει παραληφθείς, συγγραφέων δὲ Θουκυδίδης· κράτιστοι γὰρ οὗτοι ποιηταὶ τῆς αὐστηρᾶς ἁρμονίας. ἀρχέτω δὲ Πίνδαρος, καὶ τούτου διθύραμβός τις οὗ ἐστιν ἀρχή·
δεῦτʼ ἐν χορὸν Ὀλύμπιοι ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν, ἰοδέτων λαχεῖν στεφάνων τᾶν τʼ ἐαριδρόπων ἀοιδᾶν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντʼ ἀοιδᾶν δεύτερον ἐπὶ τὸν κισσοδόταν θεόν, τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν,
p.100
γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν γυναικῶν τε Καδμεϊᾶν ἔμολον. ἐναργέα τελέων σάματʼ οὐ λανθάνει, φοινικοεάνων ὁπότʼ οἰχθέντος Ὡρᾶν θαλάμου εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα· τότε βάλλεται, τότʼ ἐπʼ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται ἀχεῖ τʼ ὀμφαὶ μελέων σὺν αὐλοῖς ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.
ταῦθʼ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοὰς ἀναβέβληταί τε τοῖς χρόνοις καὶ διαβέβηκεν ἐπὶ πολὺ ταῖς ἁρμονίαις καὶ οὐ τὸ θεατρικὸν δὴ τοῦτο καὶ γλαφυρὸν ἐπιδείκνυται κάλλος ἀλλὰ τὸ ἀρχαϊκὸν ἐκεῖνο καὶ
p.101
αὐστηρόν, ἅπαντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν οἱ μετρίαν ἔχοντες αἴσθησιν περὶ λόγους. τίνι δὲ κατασκευασθέντα ἐπιτηδεύσει τοιαῦτα γέγονεν ʽοὐ γὰρ ἄνευ γε τέχνης καὶ λόγου τινός, αὐτοματισμῷ δὲ καὶ τύχῃ χρησάμενα τοῦτον εἴληφε τὸν χαρακτῆρἀ, ἐγὼ πειράσομαι δεικνύναι.

τὸ πρῶτον αὐτῷ κῶλον ἐκ τεττάρων σύγκειται λέξεως μορίων, ῥήματος καὶ συνδέσμου καὶ δυεῖν προσηγορικῶν· τὸ μὲν οὖν ῥῆμα καὶ ὁ σύνδεσμος συναλοιφῇ κερασθέντα οὐκ ἀηδῆ πεποίηκε τὴν ἁρμονίαν· τὸ δὲ προσηγορικὸν τῷ συνδέσμῳ συντιθέμενον ἀποτετράχυκεν ἀξιολόγως τὴν ἁρμογήν· τὸ γὰρ ἐν χορὸν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς ἡμίφωνον στοιχεῖον τὸ ν, τοῦ δὲ προσηγορικοῦ τὴν ἀρχὴν λαμβάνοντος ἀφʼ ἑνὸς τῶν ἀφώνων τοῦ χ· ἀσύμμικτα δὲ τῇ φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· οὐ γὰρ πέφυκε κατὰ μίαν συλλαβὴν τοῦ χ προτάττεσθαι τὸ ν, ὥστε οὐδὲ συλλαβῶν ὅρια γινόμενα συνάπτει τὸν ἦχον, ἀλλʼ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσην ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρου τῶν γραμμάτων τὰς δυνάμεις. τὸ μὲν δὴ πρῶτον κῶλον

p.102
οὕτω τραχύνεται τῇ συνθέσει. κῶλα δέ με δέξαι λέγειν οὐχ οἷς Ἀριστοφάνης ἢ τῶν ἄλλων τις μετρικῶν διεκόσμησε τὰς ᾠδάς, ἀλλʼ οἷς ἡ φύσις ἀξιοῖ διαιρεῖν τὸν λόγον καὶ ῥητόρων παῖδες τὰς περιόδους διαιροῦσι.

τὸ δέ γε τούτῳ παρακείμενον κῶλον τὸ ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί διαβέβηκεν ἀπὸ τοῦ προτέρου διάβασιν ἀξιόλογον καὶ περιείληφεν ἐν αὑτῷ πολλὰς ἁρμονίας ἀντιτύπους. ἄρχει μὲν γὰρ αὐτοῦ στοιχεῖον ἓν τῶν φωνηέντων τὸ ε καὶ παράκειται ἑτέρῳ φωνήεντι τῷ ι· εἰς τοῦτο γὰρ ἔληγε τὸ πρὸ αὐτοῦ. οὐ συναλείφεται δὲ οὐδὲ ταῦτʼ ἀλλήλοις οὐδὲ προτάττεται κατὰ μίαν συλλαβὴν τὸ ι τοῦ ε· σιωπὴ δέ τις μεταξὺ ἀμφοῖν γίνεται διερείδουσα τῶν μορίων ἑκάτερον καὶ τὴν βάσιν αὐτοῖς ἀποδιδοῦσα ἀσφαλῆ. ἐν δὲ τῇ κατὰ μέρος συνθέσει τοῦ κώλου τοῖς μὲν ἐπί τε συνδέσμοις ἀφʼ ὧν ἄρχεται τὸ κῶλον, εἴτε ἄρα πρόθεσιν αὐτῶν δεῖ τὸ ἡγούμενον καλεῖν, τὸ προσηγορικὸν ἐπικείμενον μόριον τὸ κλυτὰν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν· κατὰ τί ποτε; ὅτι

p.103
βούλεται μὲν εἶναι βραχεῖα ἡ πρώτη συλλαβὴ τοῦ κλυτάν, μακροτέρα δʼ ἐστὶ τῆς βραχείας ἐξ ἀφώνου τε καὶ ἡμιφώνου καὶ φωνήεντος συνεστῶσα. τὸ δὲ μὴ εἰλικρινῶς αὐτῆς βραχὺ καὶ ἅμα τὸ ἐν τῇ κράσει τῶν γραμμάτων δυσεκφόρητον ἀναβολήν τε ποιεῖ καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τις ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσειεν ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ βραδὺ καὶ τὸ τραχὺ τῆς ἁρμονίας. πάλιν τῷ κλυτὰν προσηγορικῷ τὸ πέμπετε ῥηματικὸν ἐπικείμενον οὐκ ἔχει συνῳδὸν οὐδʼ εὐκέραστον τὸν ἦχον, ἀλλʼ ἀνάγκη στηριχθῆναι τὸ ν καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π. τούτου δʼ αἴτιον ὁ τοῦ στόματος σχηματισμὸς οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων ἐκφέρων ἑκάτερον· τοῦ μὲν γὰρ ν περὶ τὸν οὐρανὸν γίνεται ὁ ἦχος καὶ τῆς γλώττης ἄκροις τοῖς ὀδοῦσι προσανισταμένης καὶ τοῦ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τοῦ δὲ π μύσαντός τε τοῦ στόματος καὶ οὐδὲν τῆς γλώττης
p.104
συνεργούσης τοῦ τε πνεύματος κατὰ τὴν ἄνοιξιν τῶν χειλῶν τὸν ψόφον λαμβάνοντος ἀθροῦν, ὡς καὶ πρότερον εἴρηταί μοι· ἐν δὲ τῷ μεταλαμβάνειν τὸ στόμα σχηματισμὸν ἕτερον ἐξ ἑτέρου μήτε συγγενῆ μήτε παρόμοιον ἐμπεριλαμβάνεταί τις χρόνος, σὺν ᾧ διίσταται τὸ λεῖόν τε καὶ εὐεπὲς τῆς ἁρμονίας. καὶ ἅμα οὐδʼ ἡ προηγουμένη τοῦ πέμπετε συλλαβὴ μαλακὸν ἔχει τὸν ἦχον ἀλλʼ ὑποτραχύνει τὴν ἀκοὴν ἀρχομένη τε ἐξ ἀφώνου καὶ λήγουσα εἰς ἡμίφωνον. τῷ τε χάριν τὸ θεοὶ παρακείμενον ἀνακόπτει τὸν ἦχον καὶ ποιεῖ διερεισμὸν ἀξιόλογον τῶν μορίων, τοῦ μὲν εἰς ἡμίφωνον λήγοντος τὸ ν, τοῦ δὲ ἄφωνον ἔχοντος ἡγούμενον τὸ θ· οὐδενὸς δὲ πέφυκε προτάττεσθαι τῶν ἀφώνων τὰ ἡμίφωνα.

τούτοις ἐπιφέρεται τρίτον κῶλον τουτί πολύβατον οἵ τʼ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθάναις οἰχνεῖτε . ἐνταῦθα τῷ τε ὀμφαλὸν εἰς τὸ ν λήγοντι τὸ θυόεντα παρακείμενον ἀπὸ τοῦ θ ἀρχόμενον ὁμοίαν ἀποδίδωσιν ἀντιτυπίαν τῇ πρότερον, καὶ τῷ θυόεντα εἰς φωνῆεν τὸ α λήγοντι ζευγνύμενον τὸ ἐν ταῖς ἱεραῖσ ἀπὸ φωνήεντος τοῦ

p.105
ε λαμβάνον τὴν ἀρχὴν διέσπακε τῷ μεταξὺ χρόνῳ τὸν ἦχον οὐκ ὄντι ὀλίγῳ. τούτοις ἐκεῖνα ἕπεται πανδαίδαλόν τʼ εὐκλέʼ ἀγοράν · τραχεῖα κἀνταῦθα καὶ ἀντίτυπος ἡ συζυγία· ἡμιφώνῳ γὰρ ἄφωνον συνάπτεται τῷ ν τὸ τ καὶ διαβέβηκεν ἀξιόλογον διάβασιν ὁ μεταξὺ τοῦ τε προσηγορικοῦ τοῦ πανδαίδαλον καὶ τῆς συναλοιφῆς τῆς συναπτομένης αὐτῷ χρόνος· μακραὶ μὲν γὰρ ἀμφότεραι, μείζων δὲ οὐκ ὀλίγῳ τῆς μετρίας ἡ συναλείφουσα τὰ δύο συλλαβή, ἐξ ἀφώνου τε καὶ δυεῖν συνεστῶσα φωνηέντων· εἰ γοῦν τις αὐτῆς ἀφέλοι τὸ τ καὶ ποιήσειε πανδαίδαλον εὐκλέʼ ἀγοράν, εἰς τὸ δίκαιον ἐλθοῦσα μέτρον εὐεπεστάτην ποιήσει τὴν ἁρμονίαν.

ὅμοια τούτοις ἐστὶ κἀκεῖνα ἰοδέτων λαχεῖν . παράκειται γὰρ ἡμίφωνα δύο ἀλλήλοις τὸ ν καὶ τὸ λ, φυσικὴν οὐκ ἔχοντα συζυγίαν τῷ μήτε κατὰ τοὺς αὐτοὺς τόπους μήτε καθʼ ὁμοίους σχηματισμοὺς τοῦ στόματος ἐκφέρεσθαι. καὶ τὰ ἐπὶ τούτοις λεγόμενα μηκύνεταί τε ταῖς συλλαβαῖς καὶ διέστηκε ταῖς

p.106
ἁρμονίαις ἐπὶ πολύ στεφάνων τᾶν τʼ ἐαριδρόπων· μακραὶ γὰρ καὶ δεῦρο συγκρούονται συλλαβαὶ τὸ δίκαιον ὑπεραίρουσαι μέτρον, ἥ τε λήγουσα τοῦ στεφάνων μορίου δυσὶ περιλαμβάνουσα ἡμιφώνοις φωνῆεν γράμμα φύσει μακρὸν καὶ ἡ συναπτομένη ταύτῃ τρισὶ μηκυνομένη γράμμασιν ἀφώνῳ καὶ φωνήεντι μακρῶς λεγομένῳ καὶ ἡμιφώνῳ· διερεισμός τε οὖν γέγονε τοῖς μήκεσι τῶν συλλαβῶν καὶ ἀντιτυπία τῇ παραθέσει τῶν γραμμάτων, οὐκ ἔχοντος τοῦ τ συνῳδὸν τῷ ν τὸν ἦχον, ὃ καὶ πρότερον εἴρηκα. παράκειται δὲ καὶ τῷ ἀοιδᾶν εἰς τὸ ν λήγοντι ἀπὸ τοῦ δ ἀρχόμενον ἀφώνου τὸ Διόθεν τε καὶ τῷ σὺν ἀγλαΐᾳ εἰς τὸ ι λήγοντι τὸ ἴδετε πορευθέντʼ ἀοιδᾶν ἀρχόμενον ἀπὸ τοῦ ι. πολλά τις ἂν εὕροι τοιαῦτα ὅλην τὴν ᾠδὴν σκοπῶν.

ἵνα δὲ καὶ περὶ τῶν λοιπῶν εἰπεῖν ἐγγένηταί μοι, Πινδάρου μὲν ἅλις ἔστω, Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε·

Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν

p.107
προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δʼ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τἆλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες βιαζόμενοι ὑπό τινων ἀεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθʼ ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν οὐ χαλεπῶς ἀνίσταντο.

p.108
αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεξεσμένας ἀκριβῶς τὰς ἁρμονίας οὐδʼ ἔστιν εὐεπὴς καὶ μαλακὴ καὶ λεληθότως ὀλισθάνουσα διὰ τῆς ἀκοῆς ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ τραχὺ καὶ στρυφνὸν ἐμφαίνει, καὶ ὅτι πανηγυρικῆς μὲν ἢ θεατρικῆς οὐδὲ κατὰ μικρὸν ἐφάπτεται χάριτος, ἀρχαϊκὸν δέ τι καὶ αὔθαδες ἐπιδείκνυται κάλλος, ὡς πρὸς εἰδότας ὁμοίως τοὺς εὐπαιδεύτους ἅπαντας οὐδὲν δέομαι λέγειν ἄλλως τε καὶ αὐτοῦ γε τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, κτῆμα δʼ εἰσαεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται . τίνα δʼ ἐστὶ τὰ θεωρήματα οἷς χρησάμενος ἁνὴρ οὗτος ἀπηνῆ καὶ αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, διʼ ὀλίγων σημανῶ· ῥᾴδιον γὰρ ἔσται μικρὰ μεγάλων εἶναι δείγματα τοῖς μὴ χαλεπῶς ἐπὶ τὴν τοῦ ὁμοίου τε καὶ ἀκολούθου μεταβαίνουσιν θεωρίαν.

αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος προσηγορικῷ τὸ ξυνέγραψε ῥῆμα ἐφαρμοττόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ ς τοῦ ξ κατὰ

p.109
συνεκφορὰν τὴν ἐν μιᾷ συλλαβῇ γινομένην· δεῖ δὲ τοῦ ς σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ. τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθʼ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ π καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ τετράκις ἑξῆς ἀλλήλοις παρακειμένων, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων · τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐ σιωπῇ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν. ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἡ κατὰ τὴν τελευταίαν τοῦ κώλου τοῦδε γενομένη ἐν τῷ καὶ Ἀθηναίων διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διἕστακεν πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δʼ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι.

καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον

p.110
κῶλον τουτί ἀρξάμενος εὐθὺς καθισταμένου μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων , τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ τῶν προγεγενημένων οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλʼ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τῆς πρώτης τέλος.

τὸ δʼ αὐτὸ πέπονθε καὶ ἡ τρίτη περίοδος· καὶ γὰρ ἐκείνης ἀπερίγραφός ἐστι καὶ ἀνέδραστος ἡ βάσις τελευταῖον ἐχούσης μόριον τὸ δὲ καὶ διανοούμενον , πολλὰς ἅμα καὶ αὐτὴ περιέχουσα φωνηέντων τε πρὸς φωνήεντα ἀντιτυπίας καὶ ἡμιφώνων πρὸς ἡμίφωνα καὶ ἄφωνα, ἅσπερ ἐργάζεται τὰ μὴ συνῳδὰ τῇ φύσει τραχύτητας. ἵνα δὲ συνελὼν εἴπω, δώδεκά που περιόδων οὐσῶν ἃς παρεθέμην, εἴ τις αὐτὰς συμμέτρως

p.111
μερίζοι πρὸς τὸ πνεῦμα, κώλων δὲ περιλαμβανομένων ἐν ταύταις οὐκ ἐλαττόνων ἢ τριάκοντα τὰ μὲν εὐεπῶς συγκείμενα καὶ συνεξεσμένα ταῖς ἁρμονίαις οὐκ ἂν εὕροι τις ἓξ ἢ ἑπτὰ τὰ πάντα κῶλα, φωνηέντων δὲ συμβολὰς ἐν ταῖς δώδεκα περιόδοις ὀλίγου δεῖν τριάκοντα ἡμιφώνων τε καὶ ἀφώνων ἀντιτύπων καὶ πικρῶν καὶ δυσεκφόρων παραβολάς, ἐξ ὧν αἵ τε ἀνακοπαὶ καὶ τὰ πολλὰ ἐγκαθίσματα τῇ λέξει γέγονε, τοσαύτας τὸ πλῆθος ὥστε ὀλίγου δεῖν καθʼ ἕκαστον αὐτῆς μόριον εἶναί τι τῶν τοιούτων. πολλὴ δὲ καὶ ἡ τῶν κώλων ἀσυμμετρία πρὸς ἄλληλα καὶ ἡ τῶν περιόδων ἀνωμαλία καὶ ἡ τῶν σχημάτων καινότης καὶ τὸ τῆς ἀκολουθίας ὑπεροπτικὸν καὶ τἆλλα ὅσα χαρακτηρικὰ τῆς ἀκομψεύτου τε καὶ αὐστηρᾶς ἐπελογισάμην ὄντα ἁρμονίας. ἅπαντα γὰρ διεξιέναι πάλιν ἐπὶ τῶν παραδειγμάτων καὶ καταδαπανᾶν εἰς ταῦτα τὸν χρόνον οὐκ ἀναγκαῖον ἡγοῦμαι.

ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθʼ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ

p.112
ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδʼ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα· συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον διʼ εὐλαβείας ἔχει.

οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ

p.113
κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει· ἀπερίοδον δὲ λέξιν ἢ περίοδον ἀκώλιστον ἢ κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδʼ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν.

ἀκόλουθον δʼ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ

p.114
πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετʼ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.
Ποικιλόθρονʼ ἀθάνατʼ Ἀφροδίτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μʼ ἄσαισι μηδʼ ὀνίαισι δάμνα, πότνια θῦμον· ἀλλὰ τύδʼ ἔλθʼ, αἴ ποκα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀίοισα πήλυ ἔκλυες, πάτρος δὲ δόμον λίποισα, χρύσιον ἦλθες
p.115
ἄρμʼ ὐπασδεύξαισα. κάλοι δέ σʼ ἆγον ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας πύκνα διννῆντες πτέρʼ ἀπʼ ὠράνᾤθερος διὰ μέσσω. αἶψα δʼ ἐξίκοντο· τὺ δʼ, ὦ μάκαιρα, μειδιάσαισʼ ἀθανάτω προσώπω ἤρεʼ, ὄττι δἦν τὸ πέπονθα κὤττι δηὖτε κάλημι, κὤττʼ ἔμω μάλιστα θέλω γενέσθαι μαινόλᾳ θύμω· τίνα δηὖτε πείθω μαῖσʼ ἄγην ἐς σὰν φιλότατα; τίς σʼ, ὦ Ψάπφʼ, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δέκετʼ, ἀλλὰ δώσει· αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα.
p.116
ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι θῦμος ἰμάρρει, τέλεσον, σὺ δʼ αὔτα σύμμαχος ἔσσο.
ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἢ ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν· ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἢ ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ
p.117
παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους ἢ τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

ἔλεγον δʼ ἂν καὶ τὰ λοιπὰ τῆς συνθέσεως ταύτης ἰδιώματα καὶ ἀπεδείκνυον ἐπὶ τῶν παραδειγμάτων τοιαῦτα ὄντα οἷα ἐγώ φημι, εἰ μὴ μακρὸς ἔμελλεν ὁ λόγος γενήσεσθαι καὶ ταυτολογίας τινὰ παρέξειν δόξαν. ἐξέσται γὰρ σοὶ καὶ παντὶ ἄλλῳ καθʼ ἓν ἕκαστον τῶν ἐξηριθμημένων ὑπʼ ἐμοῦ κατὰ τὴν προέκθεσιν τοῦ χαρακτῆρος ἐπιλέγεσθαί τε καὶ σκοπεῖν ἐπὶ τῶν παραδειγμάτων κατὰ πολλὴν εὐκαιρίαν καὶ σχολήν· ἐμοὶ δʼ οὐκ ἐγχωρεῖ τοῦτο ποιεῖν ἀλλʼ ἀπόχρη παραδεῖξαι μόνον ἀρκούντως ἃ βούλομαι τοῖς δυνησομένοις παρακολουθῆσαι.

ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ ἡ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε·

πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε

p.118
γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ
p.119
τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.

ταῦθʼ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται, καὶ οὐ καθʼ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπʼ ἀλλήλων, ἀλλʼ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δʼ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπʼ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δʼ οὐδʼ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν· ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά
p.120
τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ ἡ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων ὁ κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες· εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν ἡ πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών· ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν.

ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων δυεῖν ἁρμονιῶν, ἣν εὔκρατον καλῶ σπάνει κυρίου τε καὶ κρείττονος ὀνόματος, σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τίς ἐστι ʽμεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων καὶ τεχνῶν, ὡς Ἀριστοτέλει τε δοκεῖ καὶ τοῖς ἄλλοις ὅσοι κατʼ ἐκείνην τὴν αἵρεσιν φιλοσοφοῦσιν̓, ὁρᾶται δʼ,

p.121
ὥσπερ ἔφην καὶ πρότερον, οὐ κατὰ ἀπαρτισμὸν ἀλλʼ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδʼ ὁμοίως ἐπετήδευσαν, ἀλλʼ οἳ μὲν ταῦτα μᾶλλον, οἳ δʼ ἐκεῖνα, ἐπέτεινάν τε καὶ ἀνῆκαν ἄλλως ἄλλοι τὰ αὐτά, καὶ πάντες ἐγένοντο λόγου ἄξιοι κατὰ πάσας τὰς ἰδέας τῶν λόγων. κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός,
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι,
δικαίως ἂν Ὅμηρος λέγοιτο. πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψηται, ταῖς τε αὐστηραῖς καὶ ταῖς γλαφυραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δʼ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μὲν Ὁμήρου μακρῷ παρʼ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντʼ ἄν, καθʼ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι, μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατʼ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. καὶ περὶ μὲν τῶν χαρακτήρων ταῦθʼ ἱκανά.
p.122
παραδείγματα γὰρ τούτων οὐκ οἴομαι δεῖν φέρειν, φανερῶν πάνυ ὄντων καὶ οὐδὲν δεομένων λόγου.

εἰ δέ τινι δοκεῖ καὶ πόνου πολλοῦ ταῦτα καὶ πραγματείας μεγάλης ἄξια εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένην· ἀλλʼ ἐὰν λογίσηται τοὺς ἐξακολουθοῦντας αὐτοῖς κατορθουμένοις ἐπαίνους καὶ τὸν καρπὸν τὸν ἀπʼ αὐτῶν ὡς γλυκύς, εὐπαθείας ἡγήσεται τοὺς πόνους. Ἐπικουρείων δὲ χορόν, οἷς οὐδὲν μέλει τούτων, παραιτοῦμαι· τὸ γὰρ οὐκ ἐπιπόνου τοῦ γράφειν ὄντοσ , ὡς αὐτὸς Ἐπίκουρος λέγει, τοῖς μὴ στοχοζομένοις τοῦ πυκνὰ μεταπίπτοντος κριτηρίου πολλῆς ἀργίας ἦν καὶ σκαιότητος ἀλεξιφάρμακον.

τούτων δή μοι τέλος ἐχόντων, ἐκεῖνά σε οἴομαι ποθεῖν ἔτι ἀκοῦσαι, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἄρξομαι δὲ πρῶτον ἀπὸ τῆς ψιλῆς λέξεως, ἕνα τῶν ἀνδρῶν προχειρισάμενος ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν,

p.123
βουλόμενος μὲν καὶ πλείους, οὐκ ἔχων δὲ χρόνον ἱκανὸν ἅπασι. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τάς τε κατὰ Φιλίππου δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς δημοσίους; ὧν ἐξ ἑνὸς ἀρκέσει λαβεῖν τὸ προοίμιον τουτί·

μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή.

p.124

πειρατέον δὴ καὶ περὶ τούτων λέγειν ἃ φρονῶ. μυστηρίοις μὲν οὖν ἔοικεν ἤδη ταῦτα καὶ οὐκ εἰς πολλοὺς οἷά τε ἐστὶν ἐκφέρεσθαι, ὥστʼ οὐκ ἂν εἴην φορτικός, εἰ παρακαλοίην οἷς θέμις ἐστὶν ἥκειν ἐπὶ τὰς τελετὰς τοῦ λόγου, θύρας δʼ ἐπιθέσθαι λέγοιμι ταῖς ἀκοαῖς τοὺς βεβήλουσ . εἰς γέλωτα γὰρ ἔνιοι λαμβάνουσι τὰ σπουδαιότατα διʼ ἀπειρίαν, καὶ ἴσως οὐδὲν ἄτοπον πάσχουσιν. ἃ δʼ οὖν βούλομαι λέγειν, τοιάδε ἐστί.

πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν μοῦσαν ἢ μελικὴν χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν· ἐπεὶ καὶ ἡ ἐκλογὴ τῶν ὀνομάτων μέγα τι δύναται, καὶ ἔστι τις ὀνομασία ποιητικὴ γλωττηματικῶν τε καὶ ξένων καὶ τροπικῶν καὶ πεποιημένων, οἷς ἡδύνεται ποίησις, εἰς κόρον ἐγκαταμιγέντων τῇ ἀμέτρῳ λέξει, ὃ ποιοῦσιν ἄλλοι τε πολλοὶ καὶ οὐχ ἥκιστα Πλάτων· οὐ δὴ λέγω περὶ τῆς ἐκλογῆς, ἀλλʼ ἀφείσθω κατὰ τὸ παρὸν ἡ περὶ ταῦτα σκέψις. περὶ τῆς συνθέσεως αὐτῆς ἔστω ἡ θεωρία τῆς ἐν τοῖς κοινοῖς ὀνόμασι καὶ τετριμμένοις καὶ ἥκιστα ποιητικοῖς τὰς ποιητικὰς χάριτας ἐπιδεικνυμένης. ὅπερ οὖν ἔφην, οὐ δύναται ψιλὴ λέξις ὁμοία γενέσθαι τῇ

p.125
ἐμμέτρῳ καὶ ἐμμελεῖ, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατατεταγμένους ἀδήλως. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδʼ ἔρρυθμον αὐτὴν εἶναι δοκεῖν ʽποίημα γὰρ οὕτως ἔσται καὶ μέλος ἐκβήσεταί τε ἁπλῶς τὸν αὑτῆς χαρακτῆρἀ, ἀλλʼ εὔρυθμον αὐτὴν ἀπόχρη καὶ εὔμετρον φαίνεσθαι μόνον· οὕτως γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ.

τίς δʼ ἐστὶν ἡ τούτων διαφορά, πάνυ ῥᾴδιον ἰδεῖν. ἡ μὲν ὅμοια περιλαμβάνουσα μέτρα καὶ τεταγμένους σῴζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς στίχων ἢ περιόδων ἢ στροφῶν χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν ἐμφαίνουσα αὐτῶν μήτε ὁμοζυγίαν μήτε ἀντιστροφὴν εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλταί τισιν ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις

p.126
ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δημοσθένη κεχρῆσθαί φημι. καὶ ὅτι ἀληθῆ ταῦτʼ ἐστὶ καὶ οὐδὲν ἐγὼ καινοτομῶ, λάβοι μὲν ἄν τις καὶ ἐκ τῆς Ἀριστοτέλους μαρτυρίας τὴν πίστιν· εἴρηται γὰρ τῷ φιλοσόφῳ τά τε ἄλλα περὶ τῆς λέξεως τῆς πολιτικῆς ἐν τῇ τρίτῃ βύβλῳ τῶν ῥητορικῶν τεχνῶν οἵαν αὐτὴν εἶναι προσῆκεν, καὶ δὴ καὶ περὶ τῆς εὐρυθμίας ἐξ ὧν τις τοιαύτη γένοιτο· ἐν ᾗ τοὺς ἐπιτηδειοτάτους ὀνομάζει ῥυθμοὺς καὶ πῇ χρήσιμος ἕκαστος αὐτῶν καταφαίνεται, καὶ λέξεις παρατίθησί τινας αἷς πειρᾶται βεβαιοῦν τὸν λόγον. χωρὶς δὲ τῆς Ἀριστοτέλους μαρτυρίας, ὅτι ἀναγκαῖόν ἐστιν ἐμπεριλαμβάνεσθαί τινας τῇ πεζῇ λέξει ῥυθμούς, εἰ μέλλοι τὸ ποιητικὸν ἐπανθήσειν αὐτῇ κάλλος, ἐκ τῆς πείρας τις αὐτῆς γνώσεται.

αὐτίκα ὁ κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου ἐξ ἀναπαίστων ῥυθμῶν συγκειμένου, λείπεται δὲ ποδὶ τοῦ τελείου, παρʼ ὃ καὶ λέληθεν· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με · τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον πόδα ἤτοι κατʼ ἀρχὰς ἢ διὰ μέσου ἢ ἐπὶ τελευτῆς, τέλειον ἔσται

p.127
τετράμετρον ἀναπαιστικόν, ὃ καλοῦσίν τινες Ἀριστοφάνειον·
μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι,
ἴσον δὲ τῷ
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο.
τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο ἀλλʼ ἐκ ταὐτομάτου ἐγένετο· πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα ἡ φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφὴν ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί
μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα
ὅμοιον τούτοις
κοῦραι ἐλαφρὰ ποδῶν ἴχνιʼ ἀειράμεναι.
καὶ τοῦτʼ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ γνώμης γεγονέναι. ἀλλʼ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν μέτρων· μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα,
p.128
ἑτοίμως οὕτως ἐπὶ τούτῳ · εἰ γὰρ τὸ Σαπφικόν τις ἐπιθαλάμιον τουτί
οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα
καὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου τουδί
ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνʼενόμιστο
τοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν συνάψειε τοῦτον τὸν τρόπον
οὐ γὰρ ἦν ἀτέρα πάις, ὦ γαμβρέ, τοιαύτά ποτα καὶ σωφροσύνη ʼνενόμιστο·
οὐδὲν διοίσει τοῦ μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ . τὸ δʼ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν · τέλειον γὰρ ἔσται πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο
προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα.
παρίδωμεν ἔτι καὶ ταῦτα ὡς οὐκ ἐξ ἐπιτηδεύσεως
p.129
ἀλλʼ αὐτοματισμῷ γενόμενα; τί οὖν βούλεται πάλιν τὸ προσεχὲς τούτῳ κῶλον; ἰαμβεῖον γάρ ἐστι καὶ τοῦτο τρίμετρον ὀρθόν
ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι,
τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν. καὶ τί γε δὴ διὰ μέσου παρεμπεσὸν τὸ καὶ σκοπῶ , ὑφʼ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται; τὸ δʼ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα διασῷζον
περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας,
ὅμοιον τῷ παρʼ Εὐριπίδῃ τῷδε
βασιλεῦ χώρας τῆς πολυβώλου Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει.
καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος τουτί ἀποστερηθῆναι πάλιν αὐτῆσ ἰαμβικὸν τρίμετρόν ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον· ἐγένετο δʼ ἂν τέλειον οὕτως
ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει.
p.130
ταῦτʼ ἔτι φῶμεν αὐτοσχέδια εἶναι καὶ ἀνεπιτήδευτα οὕτω ποικίλα καὶ πολλὰ ὄντα; ἐγὼ μὲν οὐκ ἀξιῶ· καὶ γὰρ τὰ ἑξῆς τούτοις ὅμοια εὑρεῖν ἔστι πολλῶν καὶ παντοδαπῶν ἀνάμεστα μέτρων τε καὶ ῥυθμῶν.

ἀλλʼ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων· ὁρῶ δὴ κἀν τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖν ʽδιοίσει γὰρ οὐδέν̓ τὸν ἐκ πέντε συγκείμενον χρόνων οὐκ αὐτοσχεδίως μὰ Δία ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως διʼ ὅλου τοῦ κώλου πλεκόμενον τούτου

τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις.
οὐ τοιοῦτος μέντοι κἀκεῖνός ἐστιν ὁ ῥυθμός
Κρησίοις ἐν ῥυθμοῖς παῖδα μέλψωμεν;
ἐμοὶ γοῦν δοκεῖ· ἔξω γὰρ τοῦ τελευταίου ποδὸς τά γε ἄλλα παντάπασιν ἴσα. ἔστω καὶ τοῦτο, εἰ βούλεταί τις, αὐτοσχέδιον· ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ
p.131
κῶλον ἰαμβεῖόν ἐστιν ὀρθόν, συλλαβῇ τοῦ τελείου δέον, ἵνα δὴ κἀνταῦθα ἄσημον γένηται τὸ μέτρον, ἐπεὶ μιᾶς γε συλλαβῆς προστεθείσης τέλειον ἔσται
ὅσην εὔνοιαν ἔχων ἔγωγε διατελῶ .
κἄπειτα ὁ παιὰν ἢ ὁ κρητικὸς ἐκεῖνος ὁ πεντάχρονος ἥξει ῥυθμὸς ἐν τοῖς ἑξῆς τούτοις τῇ πόλει καὶ πᾶσιν ὑμῖν τοσαύτην ὑπάρξαί μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα . τοῦτο γὰρ ἔοικεν, ὅ τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς, κατὰ γοῦν τὰ ἄλλα πάντα τῷ παρὰ Βακχυλίδῃ
οὐχ ἕδρας ἔργον οὐδʼ ἀμβολᾶς, ἀλλὰ χρυσαιγίδος Ἰτανίας χρὴ παρʼ εὐδαίδαλον ναὸν ἐλθόντας ἁβρόν τι δεῖξαι.

ὑφορῶμαί τινα πρὸς ταῦτα καταδρομὴν ἀνθρώπων τῆς μὲν ἐγκυκλίου παιδείας ἀπείρων, τὸ δὲ ἀγοραῖον τῆς ῥητορικῆς μέρος ὁδοῦ τε καὶ τέχνης χωρὶς ἐπιτηδευόντων, πρὸς οὓς ἀναγκαῖον ἀπολογήσασθαι, μὴ δόξωμεν ἔρημον ἀφηκέναι τὸν ἀγῶνα. ἐροῦσι δὴ ταῦτα·

p.132
ὁ Δημοσθένης οὖν οὕτως ἄθλιος ἦν, ὥσθʼ ὅτε γράφοι τοὺς λόγους, μέτρα καὶ ῥυθμοὺς ὥσπερ οἱ πλάσται παρατιθέμενος, ἐναρμόττειν ἐπειρᾶτο τούτοις τοῖς τύποις τὰ κῶλα στρέφων ἄνω καὶ κάτω τὰ ὀνόματα καὶ παραφυλάττων τὰ μήκη καὶ τοὺς χρόνους καὶ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων καὶ πάντα τὰ συμβεβηκότα τοῖς μορίοις τοῦ λόγου πολυπραγμονῶν; ἠλίθιος μέντἂν εἴη εἰς τοσαύτην σκευωρίαν καὶ φλυαρίαν ὁ τηλικοῦτος ἀνὴρ ἑαυτὸν διδούς. ταῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια κωμῳδοῦντας αὐτοὺς καὶ καταχλευάζοντας οὐ χαλεπῶς ἄν τις ἀποκρούσαιτο ταῦτα εἰπών· πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον ἦν, εἰ ὁ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ὅσης οὐδεὶς τῶν πρότερον ὀνομασθέντων ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τῷ πάντα βασανίζοντι φθόνῳ καὶ χρόνῳ ἐβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτʼ ὄνομα, πολλὴν δʼ ἀμφοῖν ἔχειν τούτων πρόνοιαν τῆς τε ἐν τοῖς νοήμασιν οἰκονομίας καὶ τῆς εὐμορφίας τῆς περὶ τὰ ὀνόματα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ
p.133
τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· ὃ μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες ἀποφαίνουσιν, ἐν ἔτεσι δέκα συνετάξατο, ὁ δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλειπεν ὀγδοήκοντα γεγονὼς ἔτη· πᾶσι γὰρ δήπου τοῖς φιλολόγοις γνώριμα τὰ περὶ τῆς φιλοπονίας τἀνδρὸς ἱστορούμενα τά τε ἄλλα καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδε κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνοσ . τί οὖν ἦν ἄτοπον, εἰ καὶ Δημοσθένει φροντὶς εὐφωνίας τε καὶ ἐμμελείας ἐγένετο καὶ τοῦ μηδὲν εἰκῇ καὶ ἀβασανίστως τιθέναι μήτε ὄνομα μήτε νόημα; πολύ τε γὰρ μᾶλλον ἐμοὶ δοκεῖ προσήκειν ἀνδρὶ κατασκευάζοντι λόγους πολιτικοὺς μνημεῖα τῆς ἑαυτοῦ δυνάμεως αἰώνια μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν, ἢ ζῳγράφων τε καὶ τορευτῶν παισὶν ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας καὶ πόνους ἀποδεικνυμένοις περὶ τὰ φλέβια καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας
p.134
μικρολογίας κατατρίβειν τῆς τέχνης τὴν ἀκρίβειαν. τούτοις τε δὴ τοῖς λόγοις χρώμενος δοκεῖ μοί τις ἂν οὐδὲν ἔξω τοῦ εἰκότος ἀξιοῦν καὶ ἔτι ἐκεῖνα εἰπών, ὅτι μειράκιον μὲν ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἢ ποίησις τὸ τέλος· αὐτίκα οἱ κιθαρίζειν τε καὶ ψάλλειν καὶ αὐλεῖν ἄκρως εἰδότες ὅταν κρούσεως ἀκούσωσιν ἀσυνήθους, οὐ πολλὰ πραγματευθέντες ἀπαριθμοῦσιν αὐτὴν εὐθὺς ἐπὶ τῶν ὀργάνων ἅμα νοήσει· μανθάνοντες δέ γε χρόνῳ τε πολλῷ καὶ πόνῳ τὰς δυνάμεις τῶν φθόγγων ἀναλαμβάνουσιν, καὶ οὐκ εὐθὺς αἱ χεῖρες αὐτῶν ἐν ἕξει τοῦ δρᾶν τὰ παραγγελλόμενα ἦσαν, ὀψὲ δέ ποτε καὶ ὅτε ἡ πολλὴ ἄσκησις αὐταῖς εἰς φύσεως ἰσχὺν κατέστησε τὸ ἔθος, τότε τῶν ἔργων ἐγένοντο ἐπιτυχεῖς. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ὃ γὰρ ἅπαντες ἴσμεν, ἀπόχρη καὶ πᾶσαν αὐτῶν διακόψαι τὴν φλυαρίαν. τί δʼ ἐστὶ τοῦτο; τὰ γράμματα ὅταν παιδευώμεθα,
p.135
πρῶτον μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθʼ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε λέγω καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια τούτοις· ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον· ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ περὶ τὴν εὐέπειαν τῶν κώλων ὑποληπτέον γίνεσθαι παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου. τοὺς δὲ τούτου ἀπείρους ἢ ἀτριβεῖς ἔργου ὁτουοῦν θαυμάζειν καὶ ἀπιστεῖν, εἴ τι κεκρατημένως ὑφʼ ἑτέρου γίνεται διὰ τέχνης, οὐκ ἄλογον. πρὸς μὲν οὖν τοὺς εἰωθότας χλευάζειν τὰ παραγγέλματα τῶν τεχνῶν ταῦτα εἰρήσθω.

περὶ δὲ τῆς ἐμμελοῦς τε καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν τοιαῦτά τινα λέγειν ἔχω, ὡς πρώτη μέν ἐστιν αἰτία

p.136
κἀνταῦθα τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῆς ἀμέτρου ποιητικῆς ἡ τῶν ὀνομάτων αὐτῶν ἁρμογή, δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις, τρίτη δὲ ἡ τῶν περιόδων συμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν καὶ τὰ κῶλα ἐν διαστήμασι ποιεῖν συμμέτρως, μὴ συναπαρτίζοντα τοῖς στίχοις ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια, πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων, τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον. τοῖς μὲν οὖν τὰ ἔπη καὶ τοὺς ἰάμβους καὶ τὰ ἄλλα τὰ ὁμοειδῆ μέτρα κατασκευάζουσιν οὐκ ἔξεστι πολλοῖς διαλαμβάνειν μέτροις ἢ ῥυθμοῖς τὰς ποιήσεις, ἀλλʼ ἀνάγκη μένειν ἀεὶ ἐπὶ τοῦ αὐτοῦ σχήματος· τοῖς δὲ μελοποιοῖς ἔξεστι πολλὰ μέτρα καὶ ῥυθμοὺς εἰς μίαν ἐμβαλεῖν περίοδον· ὥσθʼ οἱ μὲν τὰ μονόμετρα συντιθέντες ὅταν διαλύσωσι τοὺς στίχους τοῖς κώλοις διαλαμβάνοντες ἄλλοτε ἄλλως, διαχέουσι καὶ ἀφανίζουσι τὴν ἀκρίβειαν τοῦ μέτρου, καὶ ὅταν τὰς περιόδους μεγέθει τε καὶ σχήματι ποικίλας ποιῶσιν, εἰς λήθην
p.137
ἐμβάλλουσιν ἡμᾶς τοῦ μέτρου· οἱ δὲ μελοποιοὶ πολυμέτρους τὰς στροφὰς ἐργαζόμενοι καὶ τῶν κώλων ἑκάστοτε πάλιν ἀνίσων τε ὄντων καὶ ἀνομοίων ἀλλήλοις ἀνομοίους τε καὶ ἀνίσους ποιούμενοι τὰς διαιρέσεις, διʼ ἄμφω δὲ ταῦτα οὐκ ἐῶντες ἡμᾶς ὁμοειδοῦς ἀντίληψιν λαβεῖν ῥυθμοῦ πολλὴν τὴν πρὸς τοὺς λόγους ὁμοιότητα κατασκευάζουσιν ἐν τοῖς μέλεσιν, ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια.

μηδεὶς δὲ ὑπολαμβανέτω με ἀγνοεῖν ὅτι κακία ποιήματος ἡ καλουμένη λογοείδεια δοκεῖ τις εἶναι, μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων· ὡς δὲ ἀξιῶ διαιρεῖν κἀν τούτοις τὰ σπουδαῖα ἀπὸ τῶν μηδενὸς ἀξίων, ἀκούσας μαθέτω. ἐγὼ τοὺς λόγους τὸν μὲν ἰδιώτην ἐπιστάμενος ὄντα, τὸν ἀδολέσχην τοῦτον λέγω καὶ φλύαρον, τὸν δὲ πολιτικόν, ἐν ᾧ τὸ πολὺ κατεσκευασμένον ἐστὶ καὶ ἔντεχνον, ὅ τι μὲν ἂν τῶν ποιημάτων ὅμοιον εὑρίσκω τῷ φλυάρῳ καὶ ἀδολέσχῃ, γέλωτος ἄξιον τίθεμαι, ὅ τι δʼ ἂν τῷ κατεσκευασμένῳ καὶ ἐντέχνῳ, ζήλου καὶ σπουδῆς ἐπιτήδειον τυγχάνειν οἴομαι. εἰ μὲν οὖν διαφόρου προσηγορίας τῶν λόγων ἑκάτερος ἐτύγχανεν, ἀκόλουθον ἦν

p.138
ἂν καὶ τῶν ποιημάτων ἃ τούτοις ἔοικεν διαφόροις ὀνόμασι καλεῖν ἑκάτερον· ἐπειδὴ δὲ ὅ τε σπουδαῖος καὶ ὁ τοῦ μηδενὸς ἄξιος ὁμοίως καλεῖται λόγος, οὐκ ἂν ἁμαρτάνοι τις τὰ μὲν ἐοικότα τῷ καλῷ λόγῳ ποιήματα καλὰ ἡγούμενος, τὰ δὲ τῷ μοχθηρῷ πονηρὰ οὐδὲν ὑπὸ τῆς τοῦ λόγου ὁμοειδείας ταραττόμενος. κωλύσει γὰρ οὐδὲν ἡ τῆς ὀνομασίας ὁμοιότης κατὰ διαφόρων ταττομένης πραγμάτων τὴν ἑκατέρου φύσιν ὁρᾶν.

εἰρηκὼς δὴ καὶ περὶ τούτων παραδείγματά σοι τῶν εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη·

αὐτὰρ ὅ γʼ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·
ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ
χῶρον ἀνʼ ὑλήεντα
ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί
διʼ ἄκριας
ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ
οἷ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν
p.139
ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν ἐοικός. ἔπειτα τὸ τελευταῖον
ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς
ἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. ἔπειτʼ αὖθις
τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον
οὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ.
ἔνθά οἱ αὐλὴ ὑψηλὴ δέδμητο
ἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος· ἐπιθεὶς γὰρ
περισκέπτῳ ἐνὶ χώρῳ,
πάλιν ἐποίσει
καλή τε μεγάλη τε
βραχύτερον κώλου κομμάτιον, εἶτα
περίδρομος
ὄνομα καθʼ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθʼ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον· τί γὰρ δεῖ μηκύνειν;

ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρʼ Εὐριπίδου ταυτί

ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται, χαῖρε,
p.140
τὸ πρῶτον ἄχρι τούτου κῶλον.
ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον ἐμβατεύεις
τὸ δεύτερον μέχρι τοῦδε.
ἔνθεν εὔχομαι γένος.
τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον.
Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ τίκτει λαθραίως Ἡρακλεῖ·
μετὰ τοῦτο
ξύνοιδε ὄρος Παρθένιον,
οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτʼ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον
ἔνθα μητέρʼ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυια
καὶ τὰ ἑξῆς τούτοις παραπλήσια.

ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα· γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων ἀλλʼ ὧν ὁ πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς,

p.141
καὶ εὖ ἴσθʼ ὅτι λήσεταί σε ὁ ῥυθμὸς τῆς ᾠδῆς καὶ οὐχ ἕξεις συμβαλεῖν οὔτε στροφὴν οὔτε ἀντίστροφον οὔτʼ ἐπῳδόν, ἀλλὰ φανήσεταί σοι λόγος εἷς εἰρόμενος. ἔστι δὲ ἡ διὰ πελάγους φερομένη Δανάη τὰς ἑαυτῆς ἀποδυρομένη τύχας·
ὅτε λάρνακι ἐν δαιδαλέᾳ ἄνεμός τε μιν πνέων ἐφόρει κινηθεῖσά τε λίμνα, δείματι φρίττεν οὔτʼ ἀδιάντοισι παρειαῖς ἀμφί τε Περσέι βάλλε φίλαν χέρα εἶπέν τε· ὦ τέκος, οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε· γαλαθηνῷ δʼ ἤθεϊ κνοώσσεις ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ κυανέῳ τε δνόφῳ σταλείς.
p.142
ἅλμαν δʼ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν παριόντος κύματος οὐκ ἀλέγεις οὐδʼ ἀνέμου φθόγγον, πορφυρέᾳ κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον. εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν, καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας. κέλομαι· εὗδε βρέφος, εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν. μεταβουλία δέ τις φανείη, Ζεῦ πάτερ, ἐκ σέο· ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαι νόσφι δίκας, σύγγνωθί μοι.

τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι.

τοῦθʼ ἕξεις δῶρον ἡμέτερον, ὦ Ῥοῦφε, πολλῶν ἀντάξιον ἄλλων , εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθʼ ἡμέραν γυμνασίαις.

p.143
οὐ γὰρ αὐτάρκη τὰ παραγγέλματα τῶν τεχνῶν ἐστι δεινοὺς ἀγωνιστὰς ποιῆσαι τοὺς βουλομένους γε δίχα μελέτης τε καὶ γυμνασίας· ἀλλʼ ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖʼ ἂν εἶναι τὰ παραγγέλματα καὶ λόγου ἄξια ἢ φαῦλα καὶ ἄχρηστα.