De Thucydide
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
ὀχληρὰ δὲ κἀκεῖνα τὰ μειρακιώδη καλλωπίσματα τῆς λέξεως καὶ τὰ πολύπλοκα τῶν ἐνθυμημάτων σχήματα· ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε καὶ ἀμύνεσθαι μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. φρόνημα μὲν γὰρ καὶ ὑπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται· καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν· ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται· ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς· γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια. τά τε γὰρ φρονήματα ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος· ἥ τε τόλμα ἣν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται τῶν Ἡρακλειτείων σκοτεινῶν ἀσαφεστέραν ἔχει τὴν δήλωσιν, ἥ τε τῆς ἐλπίδος ἐν τῷ ἀπόρῳ ἰσχύς καὶ ἡ τῆς γνώμης ἀπὸ τῶν ὑπαρχόντων βεβαιοτέρα πρόνοια ποιητικώτερον περιπέφρασται· βούλεται γὰρ λέγειν, ὅτι δεῖ τῇ γνώμῃ πιστεύειν μᾶλλον, ἣν ἐκ τῶν παρόντων λαμβάνομεν,
ἤδη δʼ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην, ὅτι παραμυθούμενος τὴν ὀργὴν τὴν κατειληφυῖαν αὐτοὺς ἐπὶ ταῖς παρούσαις συμφοραῖς, ὧν αἱ πλείους παράλογοί τε συνέβησαν αὐτοῖς καὶ ἀπροσδόκητοι, καὶ παρακαλῶν τὰς συμφορὰς γενναίως ὑφίστασθαι μὴ ἀφανίζοντας τὴν τῆς πόλεως ἀξίωσιν, ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι, καὶ μετὰ τοῦτο διεξελθών, ὅτι τὴν κατὰ θάλατταν ἀρχὴν βεβαίως ἔχοντες οὔτε ὑπὸ βασιλέως οὔτε ὑπὸ Λακεδαιμονίων οὔτε ὑπʼ ἄλλου ἀνθρώπων ἔθνους οὐδενὸς καταλυθήσονται (ὧν ἡ πίστις οὐχ ἡ παροῦσα ἦν ἀλλʼ ἡ μέλλουσα, οὐδʼ ἐν τῇ προνοίᾳ τὸ βέβαιον ἔχουσα ἀλλʼ ἐν ταῖς ἐλπίσιν), ἔπειτα τούτων ἐπιλαθόμενος ἀξιοῖ μὴ πιστεύειν τῇ ἐλπίδι, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς. ἐναντία γὰρ δὴ ταῦτα ἀλλήλοις, εἴ γε δὴ τὸ μὲν λυποῦν τὴν αἴσθησιν εἶχεν ἤδη παροῦσαν, τῆς δʼ ὠφελείας ἡ δήλωσις ἔτι ἀπῆν.
ἀλλʼ ὥσπερ ταῦτα οὐκ ἐπαινῶ οὔτε κατὰ τὸ πραγματικὸν μέρος οὔτε κατὰ τὸ λεκτικόν, οὕτως ἐκεῖνα τεθαύμακα ὡς νενοημένα τε ἀκριβῶς καὶ ἡρμηνευμένα περιττῶς καὶ συγκείμενα ἡδέως· καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τὰ ἄλλα εὐτυχοῦσι, πολλὴ ἄνοια πολεμῆσαι· εἰ δʼ ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος· καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι, ὑμεῖς δὲ
ἐκ δὲ τῆς Ἑρμοκράτους δημηγορίας ἐπαινεῖν μὲν ἔχω ταῦτα τὰ κατορθώματα τοῦ συγγραφέως· ἀλλʼ οὐ γὰρ δὴ τὴν Ἀθηναίων εὐκατηγόρητον οὖσαν πόλιν νῦν ἥκομεν ἀποφανοῦντες ἐν εἰδόσιν, ὅσα ἀδικεῖ· πολὺ δὲ μᾶλλον ἡμᾶς αὐτοὺς αἰτιασόμενοι, ὅτι ἔχοντες παραδείγματα τῶν ἐκεῖ Ἑλλήνων, ὡς ἐδουλώθησαν οὐκ ἀμύνοντες σφίσιν αὐτοῖς, καὶ νῦν ἐφʼ ἡμᾶς τὰ αὐτὰ παρόντα σοφίσματα, Λεοντίνων τε ξυγγενῶν κατοικίσεις καὶ Αἰγεσταίων ξυμμάχων ἐπικουρίας, οὐ ξυστραφέντες βουλόμεθα προθυμότερον δεῖξαι αὐτοῖς, ὅτι οὐκ Ἴωνες ταῦτά εἰσιν οὐδὲ Ἑλλησπόντιοι καὶ νησιῶται, οἳ δεσπότην ἢ Μῆδον ἢ ἕνα γέ τινα ἀεὶ μεταβάλλοντες δουλοῦνται, ἀλλὰ Δωριεῖς ἐλεύθεροι ἀπʼ αὐτονόμου τῆς Πελοποννήσου τὴν Σικελίαν οἰκοῦντες. ἢ μένομεν, ἕως ἂν ἕκαστοι κατὰ πόλεις ληφθῶμεν, εἰδότες ὅτι ταύτῃ μόνον ἁλωτοί ἐσμεν; ταῦτα γὰρ ἐν τῷ σαφεῖ καὶ καθαρῷ τῆς διαλέκτου τρόπῳ λεγόμενα προσείληφε καὶ τὸ τάχος καὶ τὸ κάλλος καὶ τὸν τόνον καὶ τὴν μεγαλοπρέπειαν καὶ τὴν δεινότητα, καὶ πάθους ἐστὶν ἐναγωνίου μεστά· οἷς ἂν καὶ ἐν δικαστηρίῳ χρήσαιτό τις καὶ ἐν ἐκκλησίαις, καὶ φίλοις διαλεγόμενος. καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω,)
ἔστι δὲ καὶ ἄλλα ἐν τῇ δημηγορίᾳ ταύτῃ μέμψεως ἄξια, περὶ ὧν οὐδὲν δέομαι τὰ πλείω λέγειν· ἱκανῶς δʼ οἴομαι καὶ διὰ τούτων φανερὸν πεποιηκέναι τὸ προκείμενον, ὅτι τῆς Θουκυδίδου λέξεως κρατίστη μέν ἐστιν ἡ μετρίως ἐκβεβηκυῖα τὰ συνήθη καὶ τὰς πρώτας καὶ ἀναγκαίας ἀρετὰς φυλάσσουσα, χείρων δὲ ἡ λαμβάνουσα πολλὴν ἐκτροπὴν ἐκ τῶν κοινῶν ὀνομάτων τε καὶ σχημάτων εἰς τὰ ξένα καὶ βεβιασμένα καὶ ἀνακολούθητα, δι’ ἣν οὐδὲ τῶν ἄλλων ἀρετῶν οὐδεμίαι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν. οὔτε γὰρ ἐν ταῖς ἐκκλησίαις χρήσιμόν ἐστι τοῦτο τὸ γένος τῆς φράσεως, ἐν αἷς ὑπὲρ εἰρήνης καὶ πολέμου καὶ νόμων εἰσφορᾶς καὶ πολιτειῶν κόσμου καὶ τῶν ἄλλων τῶν κοινῶν καὶ μεγάλων αἱ πόλεις βουλευσόμεναι συνέρχονται, οὔτʼ ἐν τοῖς δικαστηρίοις, ἔνθα περὶ θανάτου καὶ φυγῆς καὶ ἀτιμίας καὶ δεσμῶν καὶ χρημάτων ἀφαιρέσεως οἱ λόγοι πρὸς τοὺς ἀνειληφότας τὴν ὑπὲρ τούτων ἐξουσίαν λέγονται (--- αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον οὐκ ὄντα τῶν τοιούτων ἀκουσμάτων ἐν ἔθει,) οὔτʼ ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις, ἐν αἷς περὶ τῶν βιωτικῶν διαλεγόμεθα πολίταις ἢ φίλοις ἢ συγγενέσιν διηγούμενοί τι τῶν συμβεβηκότων ἑαυτοῖς ἢ συμβουλευόμενοι περί τινος τῶν ἀναγκαίων, ἢ νουθετοῦντες ἢ παρακαλοῦντες ἢ συνηδόμενοι τοῖς ἀγαθοῖς ἢ συναλγοῦντες τοῖς κακοῖς·
ἀνάγκη δὲ καὶ τὰ λεγόμενα ὑπὲρ αὐτοῦ τισιν ἐξετάσαι δι’ ὀλίγων, ἵνα μηδὲν παρεἱκέναι δοκῶ. ὅτι μὲν οὖν οὔτʼ εἰς τοὺς πολιτικοὺς ἀγῶνας ἐπιτήδειός ἐστιν οὔτʼ εἰς τὰς ὁμιλίας τὰς ἰδιωτικὰς οὗτος ὁ χαρακτήρ, ἅπαντες ὁμολογήσουσιν οἱ μὴ διεφθαρμένοι τὴν διάνοιαν ἀλλʼ ἐν τῷ κατὰ φύσιν τὰς αἰσθήσεις ἔχοντες. ἐπιχειροῦσι δέ τινες οὐκ ἄδοξοι σοφισταὶ λέγειν, ὅτι τοῖς μὲν πρὸς τὰς ὀχλικὰς ἐντεύξεις παρεσκευασμένοις καὶ τὰ δίκαια λέγουσιν οὐκ ἔστιν ἐπιτήδειος οὗτος ὁ χαρακτήρ, τοῖς δὲ τὰς ἱστορικὰς πραγματείας ἐκφέρουσιν, αἷς μεγαλοπρεπείας τε δεῖ καὶ σεμνολογίας καὶ καταπλήξεως, παντὸς μάλιστα προσήκει ταύτην ἀσκεῖν τὴν φράσιν τὴν γλωττηματικήν τε καὶ ἀπηρχαιωμένην καὶ τροπικὴν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει σχημάτων ἐπὶ τὸ ξένον καὶ περιττόν. οὐ γὰρ ἀγοραίοις ἀνθρώποις οὐδʼ ἐπιδιφρίοις ἢ χειροτέχναις οὐδὲ τοῖς ἄλλοις οἳ μὴ μετέσχον ἀγωγῆς ἐλευθερίου ταύτας κατασκευάζεσθαι τὰς γραφάς, ἀλλʼ ἀνδράσι διὰ τῶν ἐγκυκλίων μαθημάτων ἐπὶ ῥητορικήν τε καὶ φιλοσοφίαν ἐληλυθόσιν, οἷς οὐδὲν φανήσεται τούτων ξένον. ἤδη δέ