De Demosthenis dictione
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.
57 τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ λέγειν, ὑπὲρ πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἷον ὅτι ῾οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίανʼ καὶ ὅτι ῾ἀμπελουργοῦσί τινες τὴν πόλινʼ καὶ ῾ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμουʼ καὶ ῾φορμορραφούμεθαʼ καὶ ῾ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσινʼ, οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ῾ταῦτα δέ, ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;ʼ οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε ἢ ἕξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, [*](12 Aeschines III 72 13—16 Aeschines III 166) [*](1 σεμνὸντερον P ἐκβάζειν Β 2 ἀπαιτοῦμεν Reiskius: ἀπαιτοῦντες MP ἀπαιτοῦντας Β ἀπαιτεῖται Sylburgius v 5 ἐχρὸς P 6 ἄλλο Reiskius: μᾶλλον 9 λἐγειν seclusi 12 οὐ δεῖ Aesch: οὐδὲ MΒP φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν καὶ] φισὶν αὐτὸν αἰσχίνης· οἵον ex praecedentibus Β εἰρήνης pro φιλίας Aesch 14 τοῦ δήμου] τῶν πραγμάτων Aesch |φορ- μοραφούμεθα MΒP 15 βελόντας ΒP 16 οἷς αὐτὸς] οἳ αὐτοῖς Β) [*](17 οὐ κίναδός τίς (τις P) MΒP: corr Reiskius ex Aescb θαύ- μαστα P 18 [ἀη]δῆ cum ras M 21 μέντοι τινὲς ἐν τοῖς ψευδεπι- γράφοις] μέν τοί τινες ἔνιοι ψευδεπίγραφοι MΒP hinc τινὲς om v) [*](22 λόγοις Β: λόγοι MPv ἀωδεῖς B| ἄγρικοι P ἀγρίοικοι] B )
ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν οἳ δʼ ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε δή, οἷά ἐστι ταυτί· ῾Φιλίππῳ δʼ ἐξεσίαι καὶ πράττειν καὶ ποιεῖν, ὅ τι βούλεταιʼ καὶ ῾τὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτʼ ἐστίν, οὐδὲ γιγνώσκωνʼ καὶ ῾τῆς ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσηςʼ καὶ πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῇρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὁρθῶς λέγουσι· κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ καὶ τῇ βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δʼ ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, διʼ ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλʼ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες [*](1 respici uidetur in argumento orationibus praemisso § 7 11 Demosthenes Philippicae γ 3 12 cf Midiana 78 13 Midiana 79) [*](1 τοῖς Βlassius: τῇ β΄ ═ δυάδι explicauerat Seidler 2 δόρων P περὶ τοῦ addidi 5 δηλοῦνταί Pv 6 τῇ περὶ mg Βodl prave 8 τινες] τηνες M χαρακτηριστικὸν Pv 9 ἐση- μειρσαντο B 11 δή] δὲ MΒP om Sylburgius v οιἅ P δʼ ἐξέσται ci Sylburgius: δέξασθαι MΒP 12 καὶ τὸν bis Β Μηδίαν Pv 13 γινώσκων MBP: γινώσκω v totum locum liberrime reddidit Dionysius 14 παιδὸς] πεδὸς B 18 καὶ om Pv τῇ add M2 καὶ τῇ ex praecedentibus repetitum se- clusi 21 ἐνίοτε] ἐν τοῖς MBPv ἐν τοῖς] αὐτοῖς MBPv )