De Demosthenis dictione
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.
ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει 55 [*](18 Homerus Γ 320) [*](2 ἀστεῖον ἦχον] ἀστεῖον εἶχον Μ παρεντεῖνον τὸν ἦχον Hammer, alii alia ἐσπεσμένως P τὸ συνεχὲς ἐν post εἰπὲ inserit Β 6 οὐκοῦν ἔστιν] οὐκ ἔνεστιν M ΒPv 9 δεῖν B: δεῖ MPv 10 διοίσει M, B in mg: διήσει P δειήσει B in textu) [*](11 ἀκίνητον B πόλλʼ ἄν] πολλὰ MBPv 12 [τ]ις cum ras M ἔχοι Reiskius: ἔχει μέρος in mg corr B 16 εὐτραπελίας Syl- burgius: εὐτραπελείας σημείωσαι in mg B πολοὶ P 17 αὐ- τῆς] αὐτοῖς Β in libris nulla lacuna ἀνθρὡποισι Pv 20 ἅμα ἔν] ἀναίνονται Usener)
τὰ δʼ αὐτὰ καὶ περὶ τῆς περιέργου λέξεως ἔχοι 56 τις ἂν εἰπεῖν πρὸς τὸν Αἰσχίνην, ἐπειδὴ καὶ ταύτην αὐτοῦ χλευάζει τὴν ἀρετήν. δεχέσθω δέ τις τὴν περιεργίαν τῶν ὀνομάτων ὑπʼ αὐτοῦ??λεγομένην λέγεσθαι νυνὶ περιττὴν ἐργασίαν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει. οὐ γὰρ δή γε εἰ ὁ καθʼ ἡμᾶς βίος πολλὰ καὶ ἄλλα εἰκῇ τιθεὶς ἐπὶ τοῖς πράγμασιν ὀνόματα καὶ ταύτην ἀδιαφόρως κυκλεῖ τὴν λέξιν ἐπὶ τῆς πολυπραγμοσύνης, οὕτω καὶ τοὺς ἀρχαίους εἰκὸς αὐτῇ κεχρῆσθαι. εἰ μὲν οὖν τὴν ἀκαιρίαν ἢ τὸν πλεονασμὸν τῆς ἐξηλλαγμένης ἑρμηνείας διασύρων καὶ ταῦτα εἴρηκεν, ὡς τοῦ Δημοσθένους περὶ ἑκάτερον αὐτῶν ἁμαρτάνοντος, ψεύδεται περιφανῶς. ὁ γὰρ ἀνὴρ ἐν μὲν ταῖς δημηγορίαις καὶ τοῖς δημοσίοις ἀγῶσι πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῶν ὑποθέσεων ἀποβλέπων κέχρηται τῇ τοιαύτη κατασκευῇ πολλάκις, ἐν δὲ τοῖς ἰδιωτικοῖς λόγοις, οὓς περὶ μικρῶν συμβολαίων ἰδιώταις ἀνθρώποις γέγραφε, τὴν κοινὴν καὶ συνήθη λέξιν ἐπιτηδεύει, σπανίως δέ ποτε τὴν περιττὴν καὶ οὐδὲ ταύτην ἐπʼ αὐτοφώρῳ, ἀλλʼ ὥστε λαθεῖν. εἰ δὲ κἀνταῦθα τῷ γένει τῆς ἐξαλλαγῆς ὅλῳ πολεμῶν ταῦτʼ εἴρηκεν Αἰσχίνης, ἄτοπόν τι ποιεῖ πρᾶγμα, ταύτην διασύρων τὴν δεινότητα, ἧς πλείστης τῷ ῥήτορι δεῖ. τὸ γὰρ μὴ τοῖς πολλοῖς ὁμοίως ἐκφέρειν τὰς νοήσεις, ἀλλʼ ἐπὶ τὸ [*](4 τις τις Β καὶ om Β 5 χνευάζει P 6 λεγομένην inserui, λέ- γεσθαι 〈τὴν〉 mauolt Usener 7 περιττὴν ἐργίαν τῶν περιττὴν ἐρ- γασίαν B ἐξηλαγμένην B 14 ἁμαρτάνοντας corr in ἁμαρτάνον- τος P δεύδεται Β 19 ἀνθρώποι Ρ γέγραφε] ἔγραφε MBP ἔγραψε Sylburgius v 20 ἐπιτηδεύειν B 21 αὐτοφόρῳ M, P ut uidetur, αὐτοφέρω et in mg αὐτοφώρῳ B 25 τὸ γὰρ] τῶ γὰρ ΒP )