εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῆς ὑποκρίσεως, 53 [*](15 Demosthenes περὶ τῶν ἐν Χερρονήσῳ 48) [*](1 περιλεύβωμεν Ρ περιλούβωμεν B παραλάβωμεν Reiskius ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν de comp 211 2 ἀνα- γνώσκειν P 3 ἕξεως Μ, B in mg: λέξεως B in textu, Ρ 4 τὸν νοῦν] τόνον Reiskius τὸν νόμον Usener, an τὸ ἔννουν? τύπους ἰσχυροὺς ex libro de comp 211 huc transferre Sadaeus uoluit; non quadrat ad περιτιθέντος 5 περιτιθέντος ΜΡ, Β in mg: προτιθέντα in textu τότε BP 7 βυβλίον B1 Sylburgius: βιβλίον 8 νοήσει Sylburgius: νοήσεις 11 ἔξιν Μ: λέξιν BP) [*](12 αὐτῶν] ἀπάντων? νοήσειν BP 14 πόνους B 16 με- γάλων καὶ καλῶν B πόνωον B 17 ἐπιλογήσηται MBP 18 δʼ ἐὰν] δὲ ἂν MBP δʼ ἂν v ἕπαινον] παιον add ν super ι B) [*](20 τε seclusit Sylburgius)
244
ὡς κεκόσμηκε τὴν λέξιν ἀνήρ, ἀναγκαίας ἀρετῆς οὕσης περὶ λόγους καὶ μάλιστα τοὺς πολιτικούς. ἧς παρούσης μὲν καὶ ταῖς ἄλλαις ἀρεταῖς γίνεται χώρα καὶ τόπος, ἀπούσης δὲ οὐδὲ ὁτιοῦν ὄφελος οὐδʼ ἐκείνων οὐδεμιᾶς. τεκμήραιτο δʼ ἄν τις, ἡλίκην ἰσχὺν τοῦτο τὸ στοιχεῖον ἔχει, καταμαθών, ὅσον ἀλλήλων ἀλλάττουσιν οἱ τραγῳδίας τε καὶ κωμῳδίας ὑποκρινόμενοι. τὰ γὰρ αὐτὰ ποιήματα λέγοντες οὐχ ὡσαύτως ἡμᾶς κηλοῦσιν ἅπαντες, ἀλλʼ ἐνίοις ἐπαχθόμεθα καὶ ὥσπερ ἀδικούμενοί τι καθυποκρινομένοις καὶ διαφθείρουσι τὰς βουλήσεις τῶν ποιημάτων χαλεπαίνομεν. ταύτης δή φημι τῆς ἀρετῆς πάνυ δεῖν τοῖς ἐναγωνίοις λόγοις, εἰ μέλλουσιν ἕξειν πολὺ τὸ ἀληθινὸν καὶ ἔμψυχον. ἧς πλείστην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν ἔσχεν οὗτος ὁ ἀνήρ. διττὴν δὲ τὴν φύσιν αὐτῆς οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε. καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα τοῦ σώματος, ὡς κράτιστα ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ χρησάμενος, ὡς Δημήτριός τε ὁ Φαληρεύς φησι καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες. τί δὴ ταῦτα πρὸς τὴν λέξιν αὐτοῦ συντείνει; φαίη τις ἄν. ἡ λέξις μὲν οὖν, εἴποιμʼ ἄν, οἰκείως κατεσκεύασται πρὸς ταῦτα, μεστὴ πολλῶν οὖσα ἠθῶν καὶ παθῶν καὶ
[*](1 ὡς] ᾖ Sγlpurgius ἀνὴρ ΜΒΡ: corr Krüger 2 ἧς ἦ Β 4 τόπος Κiessling, Sauppius: τότε cf Plutarchi de malign. Hero- doti 864e 5[οὐ]δεμιᾶς cum ras Μ τις om Β ἰσχὴν ΒΡ 7 τρα- γῳδίας] τραυδίας? Β 8 οὐχ om Ρ ὡς αὕτως Μ ὣς αὐτῶς Β ὡς οὕτως Ρ 9 καλοῦσιν Ρ ἐπαχθόμεθα] τε ἀχθόμεθα ΜΒΡ v (τ’)) [*](10 καθυποκριναμένοις ΒΡ 12 τοῖς Μ, Β in mg: τῆς Ρ, Β in textu 13 λόγοις om Β ἔμψιχον Β 17 σχήματα 〈τὰ〉? 18 ὡς mg Bodl: οἷς 20 Δσημέτριος Ρ τε om Ρv 22 φαίει Μ) [*](24 μεστῆ Μ) 245
διδάσκουσα, οἵας ὑποκρίσεως αὐτῇ δεῖ. ὥστε τοὺς ἀναγινώσκοντας τὸν ῥήτορα τοῦτον ἐπιμελῶς χρὴ παρατηρεῖν, ἵνα τοῦτον ἕκαστα λέγηται τὸν τρόπον, ᾗ ἐκεῖνος ἐβούλετο. αὐτὴ γὰρ ἡ λέξις διδάσκει τοὺς ἔχοντας ψυχὴν εὐκίνητον, μεθʼ οἵας αὐτὴν ὑποκρίσεως ἐκφέρεσθαι δεήσει. ὃ δὴ ἐγὼ σαφὲς ἐπὶ τῶν παραδειγμάτων ποιήσω.|
φέρε γὰρ ἐπιχειρείτω τις προφέρεσθαι τούσδε τοὺς 54 ἀριθμούς· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνήρηκεν, ὥστε μηδ᾿ , εἰ πώποτε ᾠκίσθησαν, ῥᾴδιον ἦν προσελθόντας εἰπεῖν. καὶ τὸ Φωκέων τοσοῦτον ἔθνος ἀνηρημένον σιωπῶ᾿ . ἐνταῦθα ἡ λέξις αὐτὴ διδάσκει, τίνος ὑποκρίσεως δεῖ αὐτῇ. διῃρηκὼς γὰρ τὸ πλῆθος τῶν ἀνηρημένων ὑπὸ Φιλίππου πόλεων ἐπὶ Θρᾴκης οὔ φησιν ἐρεῖν. οὐχὶ ταῦτʼ οὖν εἰρωνευόμενον δεῖ λέγειν καὶ ἅμα ὑπαγανακτοῦντα καὶ παρεντείνοντα τὸν ἦχον; εἶτʼ εἰ καὶ φησὶν οὐκ ἔχειν ἐρεῖν ταῦθʼ ὥσπερ δεινὰ καὶ πέρα δεινῶν, ὅμως ὀδύρεται πόλεων κατάλογον καὶ τελείαν ἀναίρεσιν διέξεισιν, ὡς οὐδʼ ἴχνος ἔτι λοιπὸν | ἐχουσῶν τῆς παλαιᾶς οἰκήσεως. οὐ διʼ ὀργῆς τʼ οὖν ταῦτα [*](9 Demosthenes Phil γ 26) [*](1 δεῖ] δῆ Ρ 3 ᾗ Μ: ἢ, Β ἣ Ρ ᾧ v 5 αὐτὴν] τῆς ΜΒΡv) [*](6 δὴ ΜΒΡ: δʼ v σαφὲς Sylburgius: σαφῶς |παραδειγμά- των Κirüger: πραγμάτων 8 τοὺς om Ρv 9 ἀπωλλωνίαν in ἀπολλωνίαν corr Β 10 Θρᾴκις Ρ 11 ἀμήρηκεν Β | ὥστε μηδʼ εἰ v D: ὥστʼ εἰ μὴ δὲ ΜΒΡ πώποτε] πώτε Β 12 ἦν] εἶναι D προελθόντας ΜΡv προελθῶντας Β προσελθόντα D 13 σιοπῶ Β 14 αὐτῆ Μ ὑποκρίσεων Β 16 πόλεως ΒΡ 18 εἷτ᾿ εἰ καὶ] ἔπειτα ΜΒΡ v 19 ἔχειν abicerem, nisi dubitari posset an ἐρεῖν pro εἰπεῖν illa aetate dicerent 20 τελείαν Usener: ταχεῖαν 21 ἀναίρεσιν Sylburgius: αἵρεσιν ΜΒ αἵρεσιν Ρ 22 οἰκήσεως — 246, 1 καὶ geminat Β τʼ οὖν] γοῦν ΜΒΡ v )
246
ὑπερβαλλούσης καὶ οἴκτου λέγεσθαι προσήκει; τίνες οὖν εἰσιν ὀργῆς καὶ ὀλοφυρμοῦ τόνοι καὶ ἐγκλίσεις καὶ σχηματισμοὶ προσώπου καὶ φοραὶ χειρῶν; ἃς οἱ κατʼ ἀλήθειαν ταῦτα πεπονθότες ἐπιτελοῦσι. πάνυ γὰρ εὔηθες ἄλλο τι ζητεῖν ὑποκρίσεως διδασκαλεῖον, ἀφέντας τὴν ἀλήθειαν. καὶ αὖθις ἐπιφέρει ὁ ἀνήρ· ῾ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραρχίας καθέστακεν, ἵνα μὴ μόνον κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν; αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραν νοῦν|ται, καὶ ταῦτα ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν;ʼ ταῦτα πάλιν ἑτέραν ὑπόκρισιν ἀπαιτεῖ. πυνθάνεται γάρ, εἶτʼ ἀνθυποφέρει καὶ παρʼ ἕκαστον ἀγανακτεῖ καὶ τὸ δεινὸν αὔξει. ἴδιον δὲ δή που σχῆμα πεύσεως, ἴδιον δʼ ἀνθυποφορᾶς, ἰδιον δʼ αὐξήσεως· οὐ δύναται ταῦτα ἐνὶ τόνῳ καὶ μιᾷ μορφῇ φωνῆς λέγεσθαι. τούτοις ἐκεῖνα ἕπεται· ῾καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δʼ ἔργοις οὐ ποιεῖ, ἀλλʼ ἐφʼ Ελλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Αμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν· οὔθʼ ἡ Ελλὰς οὔθʼ ἡ βάρβαρος χωρεῖ τὴν πλεονεξίαν τοῦ ἀνθρώπου᾿. ταῦτα ἔνεστι προφέρεσθαι ἡδονῇ ἐν παροδικοῖς μέλεσιν ὥσπερ ἱστορίαν; οὐκ αὐτὰ βοᾷ καὶ διδάσκει,
[*](6 ibid 26 17 ibid 27) [*](5 διδασκαλεῖον Reiskius: διδασκάλιον ἀφέντος Μ1 7 Θε- ταλία Ρ τὰς πόλεις καὶ ante τὰς πολιτείας inserit v cum uol- gata Demosth παρήρηται D 8 κατέστησεν D 10 Εόβοίᾳ] εὐοία ΒΡ τυραννοῦντα Ρ 11 πλησίον ex D add v 14 ἴδιον — 15 ἀνθυποφορᾶς om Β 19 ἀμαρακίαν Ρ ἀμκρα- κίαν Β ἣλιν ΒΡ πελοποννήσο Ρ 20 ἐπεβούλευσεν πρῴην v cum D 21 χωρεῖ ante τοῦ D 22 ταῦτʼ ἄρʼ? παρῳδικοῖς libri: corr Usener μέλουσιν Β 23 οὐκ αὐτὰ βοᾷ Dobraeus: οὐ καταβοᾷ ΜΡ οὐ καταβη ἐν οὐ καταβοᾷ Β ) 247
πῶς αὐτὰ δεῖ λέγεσθαι, μόνον οὐ φωνὴν ἀφιέντα· ᾿ἐνταῦθα ἀστεῖον ἦχον, ταῦτα ἐσπευσμένως εἰπέ, ταῦτʼ ἀναβεβλημένως, δευρὶ δʼ ἀπόλιπε τὸ συνεχές, ἐνταυθοῖ σύναψον τὰ ἑξῆς, τούτοις συνάλγησον, τούτων καταφρόνησον, ταῦτα ἐκδειματώθητι, ταῦτα διάσυρον, ταῦτα αὔξησονʼ; ἐμοὶ μὲν δοκεῖ. οὐκοῦν ἔστιν |ἀλόγου ζῴου ψυχὴν ἔχοντα, μᾶλλον δὲ λίθου φύσιν νωθράν, ἀναίσθητον, ἀκίνητον, ἀπαθῆ, τὴν Δημοσθένους προφέρεσθαι λέξιν; πολλοῦ γε καὶ δεῖν, ἐπεὶ τὸ κάλλιστον αὐτῆς ἀγαθὸν ἀπολεῖται, τὸ πνεῦμα, καὶ οὐδὲν διοίσει σώματος καλοῦ μέν, ἀκινήτου δὲ καὶ νεκροῦ. πόλλʼ ἄν τις εἰς τοῦτο τὸ μέρος εἰπεῖν ἔχοι, τοῦ δὲ συντάγματος ἱκανὸν εἰληφότος ἤδη μῆκος αὐτοῦ που καταπαῦσαι χρὴ τὸν λόγον, ἐκεῖνο ἔτι νὴ Δία τοῖς εἰρημένοις προσαποδόντας, ὅτι πάσας ἔχουσα τὰς ἀρετὰς ἡ Δημοσθένους λέξις λείπεται εὐτραπελίας, ἣν οἱ πολλοὶ καλοῦσι χάριν. πλεῖστον γὰρ αὐτῆς μετέχει μέρος
---Οὐ γάρ πως ἅμα πάντα θεοὶ δόσαν
ἀνθρώποιδιν, ὡς καὶ τοὺς ἀστεισμοὺς ἅμα ἐν τοῖς Δημοσθένους λόγοις. οὐδὲν γάρ, ὧν ἑτέροις τισὶν ἔδωκεν ἀγαθῶν ὁ δαίμων, ἐκείνῳ ἐφθόνησεν.
ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει 55 [*](18 Homerus Γ 320) [*](2 ἀστεῖον ἦχον] ἀστεῖον εἶχον Μ παρεντεῖνον τὸν ἦχον Hammer, alii alia ἐσπεσμένως P τὸ συνεχὲς ἐν post εἰπὲ inserit Β 6 οὐκοῦν ἔστιν] οὐκ ἔνεστιν M ΒPv 9 δεῖν B: δεῖ MPv 10 διοίσει M, B in mg: διήσει P δειήσει B in textu) [*](11 ἀκίνητον B πόλλʼ ἄν] πολλὰ MBPv 12 [τ]ις cum ras M ἔχοι Reiskius: ἔχει μέρος in mg corr B 16 εὐτραπελίας Syl- burgius: εὐτραπελείας σημείωσαι in mg B πολοὶ P 17 αὐ- τῆς] αὐτοῖς Β in libris nulla lacuna ἀνθρὡποισι Pv 20 ἅμα ἔν] ἀναίνονται Usener)
248
ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι χρωμένου, τοτὲ δʼ ὡς ἀηδέσι καὶ φορτικοῖς, ῥᾳδίας ἔχει τὰς ἀπολογίας. εἴ γέ τοι βουληθείη τις χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου μᾶλλον ἢ κατηγορίας ἄξια εὑρήσει, τὰ δʼ οὐκ ἀληθῶς εἰρημένα ὑπʼ αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροί (πολλάκις δὲ ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων), ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν ἀπαραίτητοι τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς δυνάμεως ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν. ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν διάλεκτον ὀργὴν ἢ μῖσος ἢ τῶν παραπλησίων τι κινῆσαι παθῶν, ἀλλʼ ἀνάγκη καὶ νοήματʼ ἐξευρεῖν, ἃ δὴ τῶν τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ χρώμενον ἀπεδείκνυεν αὐτὸν ἢ πλεονάζοντα ἐν αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς ἁμαρτάνοντα διέβαλλεν. ὅ δὲ τούτων μὲν οὐδέτερον ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι
[*](1 cf Aeschines III 229 III 166) [*](1 τότὲ Β περιέρχοις Β 2 τότε Β 9 εἴ γε Sylburgius: εἴτε 13 μόνον P: μόνος MΒ| ἀπαιτοῦμεν Reiskius: ἐπαινοῦμεν) [*](17 ῞σται P 18 ἁκοὴ? ἡ add Κrüger πικραίνεσθαι — και- ρὸν τῇ om B 20 post χρώμενον B habet ἀ πέ· deinde uerba οἷς πέφυκεν — διαλέκτῳ χρώμενον repetuntur |ἀπεδείκνυ- μεν Β 23 δείκνυται δεικνύναι Β) 249
λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς τὰς κατηγορίας, ὥσπερ ἔφην.
τὰ δʼ αὐτὰ καὶ περὶ τῆς περιέργου λέξεως ἔχοι 56 τις ἂν εἰπεῖν πρὸς τὸν Αἰσχίνην, ἐπειδὴ καὶ ταύτην αὐτοῦ χλευάζει τὴν ἀρετήν. δεχέσθω δέ τις τὴν περιεργίαν τῶν ὀνομάτων ὑπʼ αὐτοῦ??λεγομένην λέγεσθαι νυνὶ περιττὴν ἐργασίαν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει. οὐ γὰρ δή γε εἰ ὁ καθʼ ἡμᾶς βίος πολλὰ καὶ ἄλλα εἰκῇ τιθεὶς ἐπὶ τοῖς πράγμασιν ὀνόματα καὶ ταύτην ἀδιαφόρως κυκλεῖ τὴν λέξιν ἐπὶ τῆς πολυπραγμοσύνης, οὕτω καὶ τοὺς ἀρχαίους εἰκὸς αὐτῇ κεχρῆσθαι. εἰ μὲν οὖν τὴν ἀκαιρίαν ἢ τὸν πλεονασμὸν τῆς ἐξηλλαγμένης ἑρμηνείας διασύρων καὶ ταῦτα εἴρηκεν, ὡς τοῦ Δημοσθένους περὶ ἑκάτερον αὐτῶν ἁμαρτάνοντος, ψεύδεται περιφανῶς. ὁ γὰρ ἀνὴρ ἐν μὲν ταῖς δημηγορίαις καὶ τοῖς δημοσίοις ἀγῶσι πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῶν ὑποθέσεων ἀποβλέπων κέχρηται τῇ τοιαύτη κατασκευῇ πολλάκις, ἐν δὲ τοῖς ἰδιωτικοῖς λόγοις, οὓς περὶ μικρῶν συμβολαίων ἰδιώταις ἀνθρώποις γέγραφε, τὴν κοινὴν καὶ συνήθη λέξιν ἐπιτηδεύει, σπανίως δέ ποτε τὴν περιττὴν καὶ οὐδὲ ταύτην ἐπʼ αὐτοφώρῳ, ἀλλʼ ὥστε λαθεῖν. εἰ δὲ κἀνταῦθα τῷ γένει τῆς ἐξαλλαγῆς ὅλῳ πολεμῶν ταῦτʼ εἴρηκεν Αἰσχίνης, ἄτοπόν τι ποιεῖ πρᾶγμα, ταύτην διασύρων τὴν δεινότητα, ἧς πλείστης τῷ ῥήτορι δεῖ. τὸ γὰρ μὴ τοῖς πολλοῖς ὁμοίως ἐκφέρειν τὰς νοήσεις, ἀλλʼ ἐπὶ τὸ [*](4 τις τις Β καὶ om Β 5 χνευάζει P 6 λεγομένην inserui, λέ- γεσθαι 〈τὴν〉 mauolt Usener 7 περιττὴν ἐργίαν τῶν περιττὴν ἐρ- γασίαν B ἐξηλαγμένην B 14 ἁμαρτάνοντας corr in ἁμαρτάνον- τος P δεύδεται Β 19 ἀνθρώποι Ρ γέγραφε] ἔγραφε MBP ἔγραψε Sylburgius v 20 ἐπιτηδεύειν B 21 αὐτοφόρῳ M, P ut uidetur, αὐτοφέρω et in mg αὐτοφώρῳ B 25 τὸ γὰρ] τῶ γὰρ ΒP )
250
σεμνότερον καὶ ποιητικώτερον ἐκβιβάζειν τὴν ὀνομασίαν παρὰ τῆς πολιτικῆς δυνάμεως μάλιστα ἀπαιτοῦμεν. ταῦτα μὲν οὖν ἐγκώμια τῆς Δημοσθένους δεινότητος ὄντα ὡς ἁμαρτήματα φέρων Αἰσχίνης οὐκ ἀληθῶς μέν, εὐλόγως δʼ ἴσως, ἐχθρὸς ὤν καὶ οὐδὲν ἄλλο διαβάλλειν δυνάμενος, ἀπερισκέπτως, ὡς ἐγὼ κρίνω, συκοφαντεῖ.