De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ | τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον, πέφυκε δʼ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι. καὶ φιλάνθρωπος. καθαρὰ γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παῤ ἡντινοῦν ἑτέραν τῶν εἰς τὴν αὐτὴν διάλεκτον εἰργασμένων. τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα [*](1 τὸ συγκρι τὸ συγκροῦσαι P 4 ταύτην τὴν B 6 ποιοῦσιν del Krüger | ἐγκολπιζομένην M ci Sylburgius: ἐγκαλπιζομένην B ἐγκαλοπιζομένην P ἐγκαλλωπιζομένην v 8 κἀναληθεστέραν] καὶ ἀληθεστέραν MBP sed ἀναληθεστέραν in mg rubro B καὶ ἀναλθεστέραν Capperonerius ἢ ἀληθεστέραν Kiessling | τε καὶ lac X litt M τε lac VIII litt B, lac XXXIII fere litt P: suppleuit Sadaeus | καὶ ante πανηγυρικὴν om M 9 ἐναγώνιον M, B mg: ἐγκώνιον BP 10 ἀπαιτεῖ P 11 quae secuntur usque ad p 139, 21, eadem exstant paullulum uariata in ep ad Pomp p 758 R sqq (∠) 12 μῖγμα] δεῖγμα ∠ 13 ὑψιλοῦ P 14 δὲ BP∠ | ἀμφοτέρων B 15 οὖ P | ἰσχὴν ΒP 17 τε γὰρ ∠v) [*](18 ναγμάτων P σωμάτων ∠ 19 ἥντινα οὖν in ἡντιν’ οὖν corr rubro M | τὴν ∠: εἰς τὴν MBP 21 ὑπεριδοῦσαν M1 )

137
κατασκευῆς ἐπιθέτου. ὅ τε πίνος αὐτῇ καὶ ὁ χνοῦς ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ λεληθότως ἐπιτρέχει χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι. καὶ ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων οὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται. καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν. ὅταν δὲ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίνεται· καὶ γὰρ ἀηδεστέρα τῆς ἑτέρας καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν ὀλίγοις. ἐκχεῖται δʼ εἰς ἀπειροκάλους περιφράσεις πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς [*](1 scholion ὁ ῥύπος ἤτοι ὁ ἐπικείμενος χνοῦς ὡς (καὶ P) ἐπὶ μήλων (μύλων B μέλων P) καὶ ἀπίων (ἀπιʼ BP) καὶ δα- μασκηνῶν (δαμασκινῶν BP) in mg rubro MBP) [*](1 πῖνος libri | καὶ ὁ χνοῦς (σχνοῦς BP) om ∠ 3 ἱλαρὸν ∠ | τεθηλὰ B 4 ηρεὐωδεστάτων B λειμύων B 5 εἰσφέρεται ∠) [*](7 καλλιεπεῖν M ci Sylburgius: κάλλιον εἰπεῖν BP, M mg κάλλιστον εἰπεῖν ∠ 9 τῆς ἑτέρας om ∠ del Sadaeus 10 παχυτέρα τῆς B | μελαίνει] μέλει B 11 τε γάρ τὸ ∠v 12 συστρέψαι δὲ ∠ 13 ἐκχεῖται εἰς ∠ χεῖται δʼ εἰς MBP 14 κενὸν om ∠ 15 δὲ ∠ | κυρίων ὀνομάτων ∠ 17 χειμάζ ται περ[ὶ] cum ras M | μὲν γὰρ ∠v 18 δὲ M∠ (codd PB) om P | μεσωνυμίας μἐ σῶν νυμίαις B ἐπωνυμίαις ∠ deinde ἄκαι- ρος δʼ — μεσωνυμίαις repetit P 19 ante σκληρὰ lac V litt B, XXII litt P | σκληρᾶς B σκληρὰς P | post σκληρὰ lac VI litt M, III litt B, XXVII litt P)
138
μεταφοραῖς. ἀλληγορίας τε περιβάλλεται πολλὰς καὶ μακράς, οὔτε μέτρον ἐχούσας οὔτε καιρόν. σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται. καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παῤ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.

6 μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ᾗ κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδʼ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δʼ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ [*](1 lac XV litt M, VI litt B. VII litt P, μεταφοραῖς suppleui: μεταφοραῖς γίγνεται ∠v | ἀλληγορί[ας] cum ras M | post πολλὰς lac XIX fere litt M, XIII litt B, item lac in P 2 οὕτε με- τρον M, sed ita ut οὔτε με postea additum sit: τρον BP | σχή- μαυρ sic B 3 ἐσχάτης P 4 Γοργιείοις Reiskius: γοργίοις MBP γοργείοις ∠ 5 πολὺς ὁ τελέτης Usener: πολυτέλειά τις MBP πολὺς ὁ τελετὴς ∠ | ἐστιν ἐν τοῖς ∠v 7 πρότερον om ∠ 9 ἐξηλλασμένης P ἐξηλασμένης B 10 ᾗ add ∠ | κέχρι- ται P | Πλάτων τῆς τοιαύτης φράσεως ∠ | δὴ Cobet: ἂν MBP om ∠ 12 καὶ περὶ ∠v 14 ἐξενηνεγμένος P ἐξενηνεσμένος B) [*](15 βουλόμενον ∠(M), Reiskius: βουλόμενος τά suppeditat ∠) [*](16 μὲν om ∠ 17 αὐτοῦ P | διώκει P 18 ἰσχὴν B 19 καὶ ante δοκ- om ∠ 20 δὲ P∠ | ἀμωμήτως MBP 21 εἰσφέ- ρει P | καθάπαξ ἢ βραχύ τι κομιδῆ MBP: ἢ κομιδῆ βραχύ τι ∠ )

139
βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ μέντοι καὶ οἱ κατʼ αὐτὸν ἐκεῖνον γενόμενοι ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ νῦν ἂν ἠδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίοιυ καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστʼ οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.|