De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

3 τρίτη λέξεως --- ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύ|μαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ λάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ τῇ βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τάδε· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, [*](6 Theophrasti περὶ λέξεως fr IV Schmidt 19 Thrasy- machi fr I S) [*](1 δεινὸς B | αὐτῶν MBP | ἀμφοτέροις B 3 ἰδέα inter- cidisse putat Sylburgius ἰδέα seu ἁρμονία Krüger | ἧν ο ἡ sic P 5 καταστάσας B 6 Καλχηδόνιος Vliet: χαλκηδόνιος) [*](10 ἀμήχανος B 12 ἀσκήσαντες MB 13 ἀποδειξαμένους Sylburgius: ἀποδεξαμένους 14 εἰ δὴ H. Schenkl: ἣ | πηγή Sadaeus: λοιπή | τῆς om BPv 17 δυνάμει δὲ ὡς Sauppius: δυναμέως· ὡς δὲ | τῇ Reiskius add 18 θήσω post ἐξ ἑνὸς v inserit inde a Sylburgio 19 ὦ Ἀθηναῖοι v ὦ ⦵ M ω B ωθεν sic P 20 τοῦ παλαιοῦ del Vlist | καὶ τῶν πραγμάτων Sauppius suspectat. frustra meo quidem iudicio hiatus ex hoc fragmento remouere Blassius studuit )

133
ἡνίκα | σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δʼ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε . --- τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς --- αὐτούς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δʼ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δʼ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τούς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν εἰπεῖν, ὅτῳ γε --- λυπεῖσθαι ἐπὶ τοῖς [*](3 ἐπειδὴ δʼ postea add M, ἡ in ras: καὶ ἐπειδὴ BP 4 τοσοῦτον BP | ἡμοῖς P 4 et 5 lac XX litt M, XV litt B. XVI litt et uersus totius P 5 lac XIX litt M, qui non habet nisi συμφο, συμφορᾶς deinde lac XIII fere litt B, συμφορὰς cum lac VII litt P 7 τύχης] τέχνης μὴ δὲ τῆς τύχης B | δὲ deleui δὴ Sylburgius 8 καρτερώτατος MBP: corr Usener) [*](9 ἐνεξαμαρτάνειν Reiskius: ἐξαμαρτάνειν 10 ὑποσχεί- σει P 11 καὶ del Sauppius fort uerbum latet 12 γέ- ναισθαι P | κινδύνῳ] διὰ κινδύνων MB διὰ κίνδυνον P 13 τῆς μὲν P 14 ὁμονίας P 16 ὑβρίζειν—17 ἀγαθῶν sine lacunae indicio om Pv 18 ἐμάνημεν, ἃ M: ἐμάνυ μὲν ἃ B ἐμάνη μέν, ὃς P 20 γεγωνίσκειν] γιγνώσκειν εἰπεῖν MBP γιγνώσκειν ἢ εἰπεῖν Reiskius γιγνώσκων εἰπεῖν Blass | post ὅτῳ γε lacunae signum (excidit uelut προσήκει μᾶλλον) addidi, post νομίζειν Blass)
134
παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δʼ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.ʼ τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

4 ἡ δὲ Ἰσο κράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐκτήσατο ἐπὶ σοφίᾳ, ἀγῶνα μὲν οὔτʼ ἴδιον οὔτε δημόσιον οὐδένα πώποτε τἀνδρὸς ἀγωνισομένου [*](1 post νομίζειν in P εἴωθεν τί δῆτα uerba repetuntur) [*](2 τοιοῦτον del Usener 4 παρά λόγον Usener: προλέγων) [*](5 φιλονεικοῦντας MB 7 πράττειν πράττοντες Pv 8 σφετέρῳ Cobet: ἑτέρῳ MBP ἐν τῷ τῶν ἑτέρων deleto λόγῳ Blass | σκέψασθαι BP 10 ῥᾴστη Sylburgius: ῥᾴστην | κοινω- τάτη M 11 ἐπέκεινα Reiskius: ἐκείνων 12 γνώμης] μνήμης Sauppius conieci ἀκοῇ μὲν (cf Thucyd I 23, 3 τὰ τε πρότε- ρον ἀκοῇ λεγόμενα) seu ἀκοὴν ἀνάγκη λέγειν τῶν παλαιοτέρων (uelut ἀκοὴν τεθνεῶτος οὐ ζῶντος μαρτυρεῖν Demosthenes). ἀκούειν ἀνάγκη λεγόντων τῶν παλαιοτέρων Reiskius ἀκούον- τας (?) ἀνάγκη λέγειν τῶν παλαιοτέρων Blass 15 μέση τοῖς B) [*](16 δυ[εῖ]ν cum ras M | lac IV litt M, XII B. XV fare P: suppleuit Sylburgius 18 lac X litt M, XII fere B, XXXVII fere P: suppleuit Sylburgius 19 Ἕλλη cum lac XXI litt M, Ἕλλησιν cum lac VII litt B. XXXVI fare litt P: suppleui)

135
γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐθὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέ χρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, τὴν ἁπλῆν φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραίζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτʼ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν διʼ εὐλαβείας | μὲν [*](1 lac XVI—XVIII litt σαμένου M, lac VIII litt νισομένου B. XXXVIII fere litt νισομένου P: suppleui γραφὰς δὲ συν- ταξαμένου bis scripsit P 2 εἰδέαν MBP | οὕτινα B 3 δια- πλειόνων MB 5 λσιακῆς B λυρακῆς P 8 συν[η]θεστάτοις cum ras M 10 τὴν ἁπλῆν seclusi 12 εἴληφε] ἀνείληφε MBPv 13 BP in mg rubro σημείωσαι 14 λύρου P λύροῦ B) [*](15 κατ[απ]λήξασθαι cum ras M 18 ἐκμέμακται siue ἐκ- μέμαχεν Krüger: ἐκμέμακεν 19 ζελοῦσα corr in ζηλοῦσα P 21 οὔτ᾿ ἐν Sadaeus: οὔτε 22 εὐεπίαν MBP)
136
λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων διʼ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δʼ ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλʼ ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατʼ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ἄψυχον καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.