De Demosthenis dictione
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.
τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες 37 οὗτοι οἱ γενικώτατοι, οἱ δʼ ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρʼ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρʼ οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δʼ ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδʼ ἀνεπίμικτον, ἀλλʼ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός [*](1 ἄττα Sylburgius: αὐτὰ 4 (καὶ φίλαν) καὶ φιλάρχαιον P) [*](5 σεμνὸν B | ἐπετήδευσαν malim 6 ἀρμονίαν B | λισυ- ρᾶν B 7 μαλακὸν Sylburgius: μάλα 8 συμφοτὸς B 9 τὰ χρησιμώτατα, τὴν Krüger: χρησιμωτάτην 12 δὲ BP 15 ἀρ- μονία B | ἀκραιφνὴν B 19 πρώτου B 21 ἕκαστων B 24 φύσην B | ἂν ἐπίμικτον BP 25 συνβεβηκότων B )
38 τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ μακροσυλλάβοις--- καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα ἀπὸ τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων παραθέσεις, ὅταν ἥ τε προηγουμένη λέξις εἰς ἓν τούτων λήγῃ καὶ ἡ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἧν χρόνον τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ μηδεὶς εἴπῃ· ‘τί δὲ τοῦτό ἐστιν, ἢ πῶς ἄν τις γένοιτο χρόνος, ὃς --- μεταθῇ ὀνόματα ἀπ’ ἀλλήλων διεστάναι κατὰ τὰς τῶν φωνηέντων συμβολάς;’ δείκνυται γὰρ ὑπό τε μουσικῶν καὶ μετρικῶν ὁ διὰ μέσου τῶν [*](1 τʼ P | παρέχομαι BP 5 ποιήτητάς P 6 παραλαμβα- νόντων BPv 8 lege πανταχῇ 9 ὁ ἁδρὸς mg rubro M 12 μικροσυλλάβοις P | τὰς ἔδρας — βεβηκυίας Sylburgius, tum ὥστε pro καὶ Usener. an ἀσφαλέσι καὶ pro αὐτῶν εἶναι? | πλουσίως] πλατέως Sylburgius 13 δὲ BP 15 ἀπὸ om Sylburgius | αἱ τῶν ἑτέρων αἰ τῶν φωνηέντων B 16 ἥ τε] εἴ τε BP 17 τούτων] τούτων τινὸς λαμβάνη B | λήγῃ] λήγει BP | καὶ bis P 18 ἦν Usener: εἶναι | χρόνων P1 21 fort χρόνος οἷός τε συναφῆ ὀν. ἀπʼ ἀ. διιστάναι Usener an ὃς αἴτιος εἴη κτλ? 23 μουσικῶ BP )