De Demosthenis dictione
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.
15 τοῦτον ἔγωγε τὸν χαρακτῆρα --- εἴ τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, διʼ ἣν οὔτε τὰ Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους κράτιστα ἡγοῦμαι οὔτʼ ἐν τοῖς Λυσιακοῖς τοῖς ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως ἀρετὴν τίθεμαι, τοῦτʼ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόν- τες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου [*](3 Demosthenes περὶ τοῦ στεφάνου or XVIII 60) [*](1 αὐτ[ὴν] cum ras M αὐτῶν BP μετὰ postea add M) [*](2 Πειραιέως ex Πειραι posthac M item ἀσθε(νοῦς) | ἡμὲν BP | οὔσας B 3 ἐκ δὲ postea inseruit M | ὑπὲρ] περὶ MBPv) [*](4 πρὸ τοῦ postea add M | καὶ ex D add v 7 διεκώλιον P διεκωλύθη D 8 περὶ om D uncis seclusit v 11 προδότων B1 | φορὰν — συνέβη γενέσθαι D 12 οὐδείς πω πρότερον D) [*](15 ἔγεγε B1 | lacunae signa addidi 17 τὰ περιττὰ Reiskius) [*](18 ἐν Sadaeus: ἐπὶ 19 συνεσκευασμένοις in mg MB 21 δηκαστήρια P)
16 εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι, τὰς ἄριστα δοκούσας ἔχειν παῤ ἑκατέρῳ τῶν ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν ὑπο|θέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι.