ταῦτʼ οὐ καθαρὰ καὶ ἀκριβῆ καὶ σαφῆ καὶ διὰ 13 [*](2 ἀπὸ τοῦ D Φερεφαττίου MBPv 3 τούτοις D M, B mg: τοῦτο P, B in textu, τούτῳ v 4 ἀγνώς τις] ἀγνώστως M ἐγώστως B ἐγνόστως corr B mg ἐγνώστως P 6 Κόνων] μόνων P 7 περι- πεσούντες P περιπεσόντες B repetit in mg ἐξέδυσαν D 8 ὑποσκολίσαντες corr in ὑποσκελίσαντες P εἰς τὸν βίον εἰς τὸν βόρβορον P 10 συγκλεῖσαι m rec M: spatium XVIII litt B, XIII litt P 11 κατέλειπον BP v καταλιπεῖν D μήτε ex μὴ m rec M: μὴ BP μέτε φθ. P 12 δύνασθαι in mg M ἤ(κουον πολ)λὰ M litteris inclusis posthac additis 13 καὶ βλασ- φημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμʼ ἂν ἐν ὑμῖν ἔνια D) [*](14 καν] καὶ M BPv 15 τεκμίριον P ὠς M BP: τοῦ D 16 γενόμενον] γέγονεν Blass γεγενῆσθαι D τοῦτο — μιμού- μενος add in mg B2 17 γάρ τοὺς] γὰρ BP ἀλεκτρίονας P νεοκηκότας P 18 ἀγῶσιν B, sed ἀγκωσι mg B² 20 ταῦτα BPv)
156
τῶν κυρίων τε καὶ κοινῶν ὀνομάτων κατεσκευασμένα ὥσπερ τὰ Λυσίου; ἐμοὶ μὲν γὰρ ὑπάρχειν δοκεῖ. τί δέ; οὐχὶ σύντομα καὶ στρογγύλα καὶ ἀληθείας μεστὰ καὶ τὴν ἀφελῆ καὶ ἀκατάσκευον ἐπιφαίνοντα φύσιν, καθάπερ ἐκεῖνα; πάντων μὲν οὖν μάλιστα. οὐχὶ δὲ καὶ πιθανὰ καὶ ἐν ἤθει λεγόμενά τινι καὶ τὸ πρέπον τοῖς ὑποκειμένοις προσώποις τε καὶ πράγμασι φυλάττοντα; ἡδονῆς δὲ ἄρα καὶ πειθοῦς καὶ χαρίτων καιροῦ τε καὶ τῆς ἄλλης ἀπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης ἀρετῆς οὐχὶ πολλὴ μοῖρα; οὐκ ἔνεστʼ ἄλλως εἰπεῖν. εἰ γοῦν μὴ διὰ τῆς ἐπιγραφῆς, οὗ τινός ἐστιν, ἑκάτερος τῶν λόγων γνώριμος ἦν, ἀλλʼ ἀνεπιγράφοις περιετύχομεν αὐτοῖς, οὐ πολλούς ἂν ἡμῶν οἴομαι διαγνῶναι ῥᾳδίως, πό | τερος Δημοσθένους ἐστὶν ἢ Λυσίου· τοσαύτην οἱ χαρακτῆρες ὁμοιότητα πρὸς ἀλλήλους ἔχουσι. τοιοῦτός ἐστι καὶ ὁ πρὸς Ἀπολλόδωρον ὑπὲρ Φορμίωνος καὶ ὁ κατʼ Ὀλυμπιοδώρου τῆς βλάβης καὶ ὁ πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος ἥ τε πρὸς Εὐβουλίδην ἔφεσις καὶ ἡ πρὸς Μακάρτατον διαδικασία καὶ οἱ ἄλλοι πάντες οἱ ἰδιωτικοὶ λόγοι οὐ πολλῷ πλείους τῶν εἴκοσιν ὄντες. οἷς γε δὴ κατὰ τὸ παρὸν ἐντετυχηκὼς γνώση, ὁποῖα λέγω. καὶ τῶν δημοσίων δὲ ἀγώνων πολλὰ μέρη τούτῳ κατεσκεύασται τῷ χαρακτῆρι. ἔφερον δʼ ἂν ἐξ ἑκάστου τὰ παραδείγματα, εἰ μὴ πλείων
[*](1 τε om BPv 2 [Λυ]σίου cum ras B ὑπάρχειν BPM mg: ἄρχει M in textu 9 τῆς ἄλλης ἀπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης ἀρετῆς] τοῖς ἄλλοις ἅποσιν ἃ τοῖς λυσιακοῖς ἐπαν- θοῦσιν ἆρα MBP v 11 ἐστιν add mg B2 14 λυσίου ex λύρου corr B2 15 ἔχουσ]ι] cum ras M 17 ὀ.λυμπιοδώρου una littera erasa M τῆς del Krüger 18 εὐουλίδην BP 20 εἴ- κοσι MBPv 22 ὁποῖα λέγω] οἷς οἶδα ἐγὼ M ΒPv Ammaeum adloquitur cf p157,16 διμοσίων P 23 ἔφερον ex ἔφερων M ἔφερεν in mg ἔφερον B) 157
ἔμελλε τοῦ μετρίου γενήσεσθαι ὁ λόγος. ἐν οἷς δῆλός ἐστι περὶ καλλιλογίαν καὶ σεμνότητα καὶ πάσας τὰς ἐπιθέτους κατασκευὰς οὐ μᾶλλον ἐσπουδακὼς ἢ περὶ τὴν ἀκρίβειαν. ὁ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τοὺς πρέσβεις τοὺς παρὰ Φιλίππου ῥηθεὶς λόγος, ὃν ἐπιγράφει Καλλίμαχος ὑπὲρ Ἁλοννήσου, ὁ τὴν ἀρχὴν τήνδε ἔχων· Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, ἂς Φίλιππος αἰτιᾶταιʼ ὅλος ἐστὶν ἀκριβὴς καὶ λεπτὸς καὶ τὸν Λυσιακὸν χαρακτῆρα ἐκμέμακται εἰς ὄνυχα, ἐξαλλαγῆς δὲ ἢ σεμνολογίας ἢ δεινότητος ἢ τῶν ἄλλων τινός, ἃ τῇ Δημοσθένους δυνάμει παρακολουθεῖν πέφυκεν, ὀλίγην ἐπίδειξιν ἔχει. τίς οὖν ἐστι κἀν τούτοις ἡ διαφορά; καὶ πῶς ἂν διαγνοίη τις, ὅταν εἰς τὸν ἀναγκαῖον καταβῇ χαρακτῆρα ὁ Δημοσθένης, πῇ κρείττων ἐστὶ Λυσίου καὶ κατὰ τὴν λέξιν; ἀξιοῖς γὰρ δὴ καὶ τοῦτο μαθεῖν. φυσική τις ἐπιτρέχει τοῖς Λυσίου λόγοις εὐστομία καὶ χάρις, ὥσπερ ἔφην καὶ πρότερον, ἧ προὔχει πλὴν Δημοσθένους τῶν ἄλλων ῥητόρων. αὕτη μέντοι, καθάπερ νότιός τις αὖρα, μέχρι προοιμίου καὶ διηγήσεως αὐτὸν ἄγει, ὅταν δʼ εἰς τοὺς ἀποδεικτικούς ἔλθῃ λόγους, ἀμυδρά τις γίνεται καὶ ἀσθενής, ἐν δὲ δὴ τοῖς παθητικοῖς εἰς τέλος ἀποσβέννυται· τόνος γὰρ οὐ πολύς αὐτῇ πρόσεστιν οὐδʼ ἰσχύς.
[*](7 [Demosthenes] περὶ Ἁλοννήσου or VII 1) [*](1 γενήσεσθαι B mg, M sed γενή postea additum: γενῆσθαι P, B in textu, γενέσθαι v 2 καλλολογίαν M B 3 οὐ add Vliet) [*](4 πρὸς] περὶ MBPv 5 λόγον mg B 6 immo περὶ | ἀλο- νήσου MBPv 7 ἔχων om V 10 ἐξαλαγῆς BP 13 ἡ διμοσθέ- νους δυνάμει παρα ἡ διαφορὰ B1 διαγνοίην P 14 ἀναγκαῖον] Λυσιακὸν malit Usener 15 πὴ M, B mg: τῆ BP 20 δʼ M, B mg: om BP 21 ἔλθει P) 158
παρὰ δὲ τῷ Δημοσθένει πολὺς μὲν ὁ τόνος, αὐτάρκης δʼ ἡ χάρις, ὥστε κἀν ταύτῃ τῷ διαρκεῖ καὶ μετρίῳ νικᾶν κἀν ἐκείνῳ τῷ παντὶ προέχειν. τοῦτο παρατήρημα δεύτερον, ᾧ διαγνοίη τις ἂν τὴν Δημοσθένους διάλεκτον, ὅταν εἰς ταῦτα τἀναγκαῖα συνάγηται. οὐ γὰρ ὥσπερ τὴν ἐξαλλαγὴν καὶ περιττολογίαν καὶ πάντας τοὺς ἐπιθέτους ἐκδύεται κόσμους, οὕτως καὶ τὸ μέγεθος καὶ τὸν τόνον, ἀλλʼ ἔστιν αὐτῆς ἀναφαίρετος οὗτος εἴτʼ ἄρα συγγενὴς εἴτε ἀσκήσει παρὼν εἰς ῥῆσιν. ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους. καὶ ταῦτʼ ἤδη γνώριμα οἷς λέγω, καὶ οὐθὲν δεόμεθα παραδειγμάτων.
14 ὥστε περὶ μὲν τοῦ χαρακτῆρος . τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξύ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρʼ Ἰσοκράτους τε καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνη φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δʼ ἐκ τῶν ἄλλων δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστη καὶ μετριωτάτη κατασκευῇ λέξεως κεχρῆσθαι ὁ [*](1 δημοσθένήου P post πολὺς M repetit αὐτῆ πρόσεστιν sed et rasura et punctis deletum est αὐτάρκις in αὐτάρκης corr P) [*](2 μετρίω ex μέτρια B2 5 αὐτὰ Reiskius τὰ ἀναγκαῖα B1) [*](7 ἐκδύνεται B 9 ῥῆσιν postea add M εἰς χρῆσιν Reiskius εἰρήσεται Usener 10 ἐπιτά cum lac IV litt M ἐπιτάσις B1 ἀναέσεις B ἀναλόγους: να postea add M 11 ταῦ]τʼ ἢ]δη cum ras B, in M δ postea additum est δεόμεθα M sed ἔθα postea additum 13 χαρακτῆρος—14 τοῦ om Pv sine lacuna post χαρακτῆρος lac VIII litt M, XIV litt B: fort τούτου ἅλις intercidit 14 ἑκατέρων] ἑκατέρου M BP v v ὃ ἀτελὲς Sadaeus: ὃν ἀτελῆ 16 προτέρου] πρότερον MSP v σελευτέου P 19 ἄλλων addidi 20 ὑπὲρ] περὶ MBPv 21 καλλήστη P )
159
λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας· ‘Ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ᾿ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παῤ ὑμῶν ἐπιμελείας δεόμε|νον’ καὶ τὰ ἑόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας· ‘Πολλὰ μὲν δὴ παῤ ἡμῖν ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου’ καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου· ‘Πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν
[*](7 Demosthenes de falsa legatione or XIX 258 14 De- mosthenes κατʼ Ἀριστοκράτους or XXIII 65 20 Demosthenes πρὸς Λεπτίνην or XX 68) [*](3 τοῦτο postea add M 4 βραχυτούτοις P ἐνειδόσι P 5 ἔστω Krüger 6 αἰσχ[ί]νου cum ras M 7 [ἄν]δρες cum ras M 9 ἐπὶ καιροῦ τοῦτο D 12 ὃ καὶ D | εὐτυχίας D: συντυχίας MBPv 13 τὰ add Sylburgius 15 οἷα οἷα P οἵα οἵα B 17 ὑπὲρ D | ἐστιν εἰπεῖν καλὰ v ex D | μυθώδε P 20 κόνωνʼ ἀσκοπεῖτε P) [*](21 μέμψασθαι μεμψαμένους μεμψαμένους B | αὐτῷ post πεπραγμένα v 22 ἐκείνων P 23 ἀνὴρ post γὰρ v | ἔστι BP ) 160
αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης’ καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· ‘ Ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· | οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖανʼ καὶ τὰ συναπτόμενα τούτοις.