φημὶ δὴ πάντων δεξιώτατον εἶναι τὸν ῥήτορα κατὰ τὰς εἰσβολὰς τῶν λόγων καὶ χαριέστατον, ἐννοούμενος, ὅτι ἄρξασθαι μὲν καλῶς οὐ ῥᾴδιόν ἐστιν, εἰ δή τις τῇ προσηκούσῃ χρῆσθαι βούλοιτο ἀρχῇ καὶ μὴ τὸν ἐπιτυχόντα λόγον εἰπεῖν (οὐ γὰρ τὸ πρῶτον ῥηθέν, ἀλλʼ ὃ τοῦ προτεθέντος λόγου μηδαμοῦ μᾶλλον ἢ ἐπὶ πρώτου ὠφελήσειε, τοῦτο ἀρχή τε καὶ προοίμιον), ὁρῶν δὲ τὸν ῥήτορα πᾶσι κεχρημένον, οἷς τέχναι τε
p.28
παραγγέλλουσι καὶ τὰ πράγματα βούλεται. τότε μὲν γὰρ ἀπὸ τοῦ ἰδίου ἐπαίνου λέγων αὐτὸς ἄρχεται, τότε δὲ ἀπὸ τῆς διαβολῆς τοῦ ἀντιδίκου, εἰ δὲ τύχοι αὐτὸς προδιαβληθείς, τὰς αἰτίας πρῶτον ἀπολύεται τὰς καθʼ αὑτοῦ· τότε δὲ τοὺς δικαστὰς ἐπαινῶν καὶ θεραπεύων οἰκείους ἑαυτῷ τε καὶ τῷ πράγματι καθίστησι, τότε δὲ τὴν ἀσθένειαν τὴν ἰδίαν καὶ τὴν πλεονεξίαν τὴν τοῦ ἀντιδίκου καὶ τὸ μὴ περὶ τῶν ἴσων ἀμφοτέροις εἶναι τὸν ἀγῶνα ὑποδείκνυσι· τότε δὲ ὡς κοινὰ τὰ πράγματα καὶ ἀναγκαῖα πᾶσι καὶ οὐκ ἄξια ὑπὸ τῶν ἀκουόντων ἀμελεῖσθαι λέγει, τότε δὲ ἄλλο τι κατασκευάζεται τῶν δυναμένων αὐτὸν μὲν ὠφελῆσαι, τὸν δὲ ἀντίδικον ἐλαττῶσαι. ταῦτα δὲ συντόμως καὶ ἀφελῶς διανοίαις τε χρησταῖς καὶ γνώμαις εὐκαίροις καὶ ἐνθυμήμασι μετρίοις περιλαβὼν ἐπὶ τὴν πρόθεσιν ἐπείγεται, διʼ ἧς τὰ μέλλοντα ἐν ταῖς ἀποδείξεσι λέγεσθαι προειπὼν καὶ τὸν ἀκροατὴν παρασκευάσας εὐμαθῆ πρὸς τὸν μέλλοντα λόγον ἐπὶ τὴν διήγησιν καθίσταται· καὶ ἔστι μεθόριον αὐτῷ ἑκατέρας τῶν ἰδεῶν ὡς τὰ πολλὰ ἡ πρόθεσις, ἤδη δέ ποτε καὶ ἀπὸ μόνης ταύτης ἤρξατο. καὶ ἀπροοιμιάστως ποτὲ εἰσέβαλε τὴν διήγησιν ἀρχὴν λαβών. καὶ οὐκ ἄψυχος οὐδʼ ἀκίνητός ἐστι περὶ ταύτην τὴν ἰδέαν· μάλιστα δʼ ἄν τις αὐτοῦ θαυμάσειε τὴν
p.29
ἐν τοῖς προοιμίοις δύναμιν, ἐνθυμηθεὶς ὅτι διακοσίων οὐκ ἐλάττους δικανικοὺς γράψας λόγους ἐν οὐδενὶ πέφηνεν οὔτε ἀπιθάνως προοιμιαζόμενος οὔτε ἀπηρτημένῃ τῶν πραγμάτων ἀρχῇ χρώμενος, ἀλλʼ οὐδὲ τοῖς ἐνθυμήμασιν ἐπιβέβληκε τοῖς αὐτοῖς οὐδʼ ἐπὶ τὰς αὐτὰς κατενήνεκται διανοίας. καίτοι γε τοῦτο καὶ οἱ λόγους ὀλίγους γράψαντες εὑρίσκονται πεπονθότες, λέγω δὲ τὸ τοῖς αὐτοῖς ἐπιβαλεῖν τόποις· ἐῶ γὰρ ὅτι καὶ τὰ παρʼ ἑτέροις εἰρημένα λαμβάνοντες ὀλίγου δεῖν πάντες οὐκ ἐν αἰσχύνῃ τίθενται τὸ ἔργον. οὑτοσὶ δὲ καινὸς ὁ ῥήτωρ ἐστὶ καθʼ ἕκαστον τῶν λόγων κατά γε οὖν τὰς εἰσβολὰς καὶ τὰ προοίμια καὶ δυνατός, ὃ βούλοιτο, διαπράξασθαι· οὔτε γὰρ εὔνοιαν κινῆσαι βουλόμενος οὔτε προσοχὴν οὔτε εὐμάθειαν ἀτυχήσειεν ἄν ποτε τοῦ σκοποῦ. κατὰ μὲν δὴ ταύτην τὴν ἰδέαν ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον αὐτὸν ἀποφαίνομαι.
ἐν δὲ τῷ διηγεῖσθαι τὰ πράγματα, ὅπερ οἶμαι μέρος πλείστης δεῖται φροντίδος καὶ φυλακῆς, ἀναμφιλόγως ἡγοῦμαι κράτιστον αὐτὸν εἶναι πάντων ῥητόρων, ὅρον τε καὶ κανόνα τῆς ἰδέας ταύτης αὐτὸν ἀποφαίνομαι. οἴομαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον
p.30
ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς. καὶ γὰρ τὸ σύντομον μάλιστα αὗται ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς ἡδεῖαί τέ εἰσιν ὡς οὐχ ἕτεραι καὶ πιθαναὶ καὶ τὴν πίστιν ἅμα λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι μήθʼ ὅλην διήγησιν μηδεμίαν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι· τοσαύτην ἔχει πειθὼ καὶ ἀφροδίτην τὰ λεγόμενα καὶ οὕτως λανθάνει τοὺς ἀκούοντας εἴτʼ ἀληθῆ ὄντα εἴτε πεπλασμένα. ὥσθʼ ὅπερ Ὅμηρος ἐπαινῶν τὸν Ὀδυσσέα ὡς πιθανὸν εἰπεῖν καὶ πλάσασθαι τὰ μὴ γενόμενα εἴρηκε, τοῦτό μοι δοκεῖ κἂν ἐπὶ Λυσίου τις εἰπεῖν·
εἶσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
πᾶσί τε καὶ παντὸς μάλιστα τοῦτο παρεκελευσάμην ἀσκεῖν τὸ μέρος ἐν τοῖς Λυσίου παραδείγμασι ποιουμένους τὰς γυμνασίας. κράτιστα γὰρ ἂν ἀποδείξαιτο ταύτην τὴν ἰδέαν ὁ μάλιστα τοῦτον τὸν ἄνδρα μιμησάμενος.
ἐν δὲ τῷ πιστοῦσθαι τὰ πράγματα τοιοῦτός τις ὁ ἀνήρ ἐστιν.