De Lysia

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

νυνὶ δὲ περὶ τῶν ἑξῆς διαλέξομαι, τίς ὁ πραγματικός ἐστι Λυσίου χαρακτήρ, ἐπειδὴ τὸν ὑπὲρ τῆς λέξεως λόγον ἀποδέδωκα· τουτὶ γὰρ ἔτι λείπεται τὸ μέρος. εὑρετικὸς γάρ ἐστι τῶν ἐν τοῖς πράγμασιν ἐνόντων λόγων ὁ ἀνήρ, οὐ μόνον ὧν ἅπαντες ἂν εὕροιμεν, ἀλλὰ καὶ ὧν μηθείς. οὐδὲν γὰρ ἁπλῶς Λυσίας παραλείπει τῶν στοιχείων, ἐξ ὧν οἱ λόγοι, οὐ τὰ πρόσωπα, οὐ τὰ πράγματα, οὐκ αὐτὰς τὰς πράξεις, οὐ τρόπους τε καὶ αἰτίας αὐτῶν, οὐ καιρούς, οὐ χρόνους, οὐ τόπους, οὐ τὰς ἑκάστου τούτων διαφορὰς ἄχρι τῆς εἰς ἐλάχιστον τομῆς, ἀλλʼ ἐξ ἁπάσης θεωρίας καὶ παντὸς μερισμοῦ τὰς οἰκείας ἀφορμὰς ἐκλέγει. δηλοῦσι δὲ μάλιστα τὴν δεινότητα τῆς εὑρέσεως αὐτοῦ οἵ τε ἀμάρτυροι τῶν λόγων καὶ οἱ περὶ τὰς παραδόξους συνταχθέντες ὑποθέσεις, ἐν οἷς πλεῖστα καὶ κάλλιστα ἐνθυμήματα λέγει καὶ τὰ πάνυ δοκοῦντα τοῖς ἄλλοις ἄπορα εἶναι καὶ ἀδύνατα εὔπορα καὶ δυνατὰ φαίνεσθαι ποιεῖ, κριτικὸς ὧν δεῖ λέγειν καὶ ὅτε μὴ πᾶσιν ἐξῆν χρῆσθαι τοῖς

p.26
εὑρεθεῖσι, τῶν κρατίστων δὲ καὶ κυριωτάτων ἐκλεκτικός, εἰ μὴ καὶ μάλιστα τῶν ἄλλων ῥητόρων, οὐδενός γε ἧττον. τάξει δὲ ἁπλῇ τινι κέχρηται τῶν πραγμάτων καὶ τὰ πολλὰ ὁμοειδεῖ, καὶ περὶ τὰς ἐξεργασίας τῶν ἐπιχειρημάτων ἀφελής τις καὶ ἀπερίεργός ἐστιν· οὔτε γὰρ προκατασκευαῖς οὔτʼ ἐφόδοις οὔτε μερισμοῖς οὔτε ποικιλίαις σχημάτων οὔτε ταῖς ἄλλαις ταῖς τοιαύταις πανουργίαις εὑρίσκεται. χρώμενος,. ἀλλʼ ἔστιν ἀπέριττός τις ἐλευθέριός τε καὶ ἀπόνηρος οἰκονομῆσαι τὰ εὑρεθέντα. ἐκ δὴ τούτων παρακελεύομαι τοῖς ἀναγινώσκουσιν αὐτὸν τὴν μὲν εὕρεσιν τῶν ἐνθυμημάτων καὶ τὴν κρίσιν ζηλοῦν, τὴν δὲ τάξιν καὶ τὴν ἐργασίαν αὐτῶν, ἐνδεεστέραν οὖσαν τοῦ προσήκοντος, μὴ ἀποδέχεσθαι τοῦ ἀνδρός, ἀλλὰ παρʼ ἑτέρων, οἳ κρείττους οἰκονομῆσαι τὰ εὑρεθέντα ἐγένοντο, περὶ ὧν ὕστερον ἐρῶ, τοῦτο τὸ στοιχεῖον λαμβάνειν.

ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῶν ἀρετῶν τε καὶ στοιχείων λόγον, ἐρῶ νῦν καὶ περὶ τοῦ γένους τῶν ἀμφισβητημάτων ἐν οἷς ἐστι θεωρήμασιν ἡ πολιτικὴ τέχνη. τριχῇ δὲ νενεμημένου τοῦ ῥητορικοῦ λόγου καὶ τρία περιειληφότος διάφορα τοῖς τέλεσι γένη, τό τε δικανικὸν καὶ τὸ συμβουλευτικὸν καὶ τὸ καλούμενον

p.27
ἐπιδεικτικὸν ἢ πανηγυρικόν, ἐν ἅπασι μὲν τούτοις ἐστὶν ὁ ἀνὴρ λόγου ἄξιος, μάλιστα δὲ ἐν τοῖς δικανικοῖς ἀγῶσι. κἀν τούτοις δὲ αὐτοῖς ἀμείνων ἐστὶ τὰ μικρὰ καὶ παράδοξα καὶ ἄπορα εἰπεῖν καλῶς, ἢ τὰ σεμνὰ καὶ μεγάλα καὶ εὔπορα δυνατῶς. ὁ βουλόμενος δὴ τὴν Λυσίου δύναμιν ἀκριβῶς καταμαθεῖν ἐκ τῶν δικανικῶν αὐτὴν μᾶλλον λόγων ἢ ἐκ τῶν πανηγυρικῶν τε καὶ συμβουλευτικῶν σκοπείτω. ἵνα δὲ καὶ περὶ τῶν ἰδεῶν ἐγγένηταί μοι τὰ προσήκοντα εἰπεῖν, ἐάσω τε ταῦτα περί τε προοιμίων καὶ διηγήσεων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ διαλέξομαι καὶ δηλώσω, ποῖός τίς ἐστιν ἐν ἑκάστῃ τῶν ἰδεῶν ὁ ἀνήρ. διαιρήσομαι δὲ αὐτάς, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατʼ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.