Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπὶ τῆς τούτων ἀρχῆς Αἰκανοὶ μὲν εἰς τὴν Λατίνων χώραν ἐμβαλόντες ἀπήλασαν ἀνδράποδα καὶ βοσκήματα πολλὰ λῃστρικῇ ἐφόδῳ χρησάμενοι· Τυρρηνῶν δʼ οἱ καλούμενοι Οὐιεντανοὶ τῆς Ῥωμαίων γῆς πολλὴν ἠδίκησαν προνομαῖς. τῆς δὲ βουλῆς τὸν μὲν πρὸς Αἰκανοὺς πόλεμον εἰς ἕτερον ἀναβαλομένης χρόνον, παρὰ δὲ Οὐιεντανῶν δίκας αἰτεῖν ψηφισαμένης, Αἰκανοὶ μὲν ἐπειδὴ τὰ πρῶτα αὐτοῖς κατὰ νοῦν ἐχώρησε, καὶ οὐθεὶς ὁ κωλύσων τὰ λοιπὰ ἐφαίνετο, θράσει ἐπαρθέντες ἀλογίστῳ λῃστρικὴν μὲν οὐκέτι στρατείαν ἔγνωσαν ποιεῖσθαι, δυνάμει δὲ βαρείᾳ ἐλάσαντες ἐπὶ πόλιν Ὀρτῶνα κατὰ κράτος αἱροῦσι· καὶ διαρπάσαντες τά τʼ ἐκ τῆς χώρας καὶ τὰ τῆς πόλεως ἀπῄεσαν εὐπορίαν πολλὴν ἀγόμενοι.

Οὐιεντανοὶ δὲ

v.3p.270
πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλʼ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες· καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι. ταῦτα παρʼ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τʼ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν.

ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι

βοηθοῦσα. οὐ μὴν ἴσχυσάν γʼ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλʼ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος. καὶ μετὰ ταῦτʼ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι· στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν. ἄλλο δʼ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη.