Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτʼ εἶξαι βουλομένη. ἦν δʼ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι· τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς.
ἡ δʼ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο. ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος·
αἱ δʼ ἄλλαι κατελύθησαν ἀρχαί. οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον. κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν
καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος· τοῖς δʼ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας.