Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

συγχωρηθέντος δʼ αὐτοῖς καὶ τούτου μόγις ὑπὸ τῶν πατρικίων, ἐπειδὴ τὴν δίκην ἐχρῆν λέγεσθαι, πρῶτος ἀνέβη Μηνύκιος, ἅτερος τῶν ὑπάτων, καὶ ἔλεξεν οὓς ἐπέστειλεν αὐτῷ λόγους ἡ βουλή· πρῶτον μὲν ἁπάσας τὰς εὐεργεσίας ὑπομιμνήσκων, ὅσας ἦν εἰληφὼς ὁ δῆμος παρὰ τῶν πατρικίων, ἔπειτʼ ἀξιῶν ἀντὶ πολλῶν καὶ καλῶν ἔργων μίαν ἀποδοθῆναι παρὰ τοῦ δήμου δεομένοις σφίσιν ἀναγκαίαν χάριν ἐπὶ τῷ κοινῷ

τῆς πόλεως ἀγαθῷ. πρὸς δὲ τούτοις ἐπαινῶν μὲν ὁμόνοιαν καὶ εἰρήνην, καὶ ὅσης εὐδαιμονίας ἑκάτερον τούτων αἴτιόν ἐστι ταῖς πόλεσιν ἐπιλεγόμενος, κατηγορῶν

v.3p.95
δὲ διχοστασίας καὶ πολέμων ἐμφυλίων, ἐξ ὧν πόλεις αὐτάνδρους ἀπέφαινεν ἀνῃρῆσθαι καὶ ἔθνη ὅλα διολωλέναι· παρακαλῶν δὲ μὴ τὰ χείρω αἱρεῖσθαι πρὸ τῶν κρειττόνων ὀργῇ ἐπιτρέψαντας, ἀλλʼ ἐκ λογισμοῦ σώφρονος τὰ μέλλοντα ὁρᾶν, μηδὲ τοῖς κακίστοις τῶν πολιτῶν χρῆσθαι συμβούλοις περὶ τῶν μεγίστων βουλευομένους, ἀλλὰ τοῖς κρατίστοις σφίσιν εἶναι δοκοῦσιν, ὑφʼ ὧν ᾔδεσαν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους πολλὰ ὠφελημένην τὴν πατρίδα, οἷς οὐκ ἂν δικαιώσωσιν ὡς μεταβεβλημένοις τὴν φύσιν ἀπιστεῖν.

ἓν δὲ κεφάλαιον ἦν ἁπάντων τῶν λόγων, μηδεμίαν αὐτοὺς ἐπενεγκεῖν κατὰ τοῦ Μαρκίου ψῆφον, ἀλλὰ μάλιστα μὲν διʼ αὐτὸν ἀφεῖναι τῆς δίκης τὸν ἄνδρα ἀναμιμνησκομένους, οἷος εἰς τὰ κοινὰ ἐγένετο καὶ ὅσους κατώρθωσεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τε καὶ ἡγεμονίας πολέμους, καὶ ὡς οὔτε ὅσια οὔτε δίκαια οὔτε προσήκοντα σφίσι ποιήσουσι, λόγων μὲν αὐτῷ μνησικακοῦντες φαύλων, ἔργων δʼ

ἀχαριστοῦντες καλῶν. εἶναι δὲ καὶ τὸν καιρὸν τῆς ἀφέσεως καλόν, ὅτε γʼ αὐτὸς ἥκει παρέχων τὸ σῶμα τοῖς διαφόροις καὶ στέρξων, ὅ τι ἂν ἐκεῖνοι περὶ αὐτοῦ διαγνῶσιν. εἰ δʼ οὐχ οἷοί τέ εἰσι διαλύσασθαι πρὸς ἐκεῖνον, ἀλλὰ χαλεπῶς καὶ ἀπαραιτήτως ἔχουσιν, ἐνθυμηθέντας, ὅτι ἡ βουλὴ δεησομένη περὶ αὐτοῦ πάρεισιν, ἄνδρες οἱ κράτιστοι τῆς πόλεως τριακόσιοι, παθεῖν τι καὶ ἐπικλασθῆναι τὰς γνώμας, καὶ μὴ διʼ ἑνὸς ἐχθροῦ τιμωρίαν τοσούτων δέησιν ἀπώσασθαι φίλων, ἀλλὰ

v.3p.96
πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν χάριτι δίκην ἀνδρὸς ἑνὸς ὑπεριδεῖν. ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν τελευταῖον ἐκεῖνον ἐπέθηκε τὸν λόγον, ὅτι ψήφου μὲν ἐπαχθείσης, ἐὰν ἀπολύσωσι τὸν ἄνδρα, διὰ τὸ μηδὲν ἀδικεῖσθαι τὸν δῆμον ὑπʼ αὐτοῦ δόξουσιν ἀφεικέναι·

ἐὰν δὲ κωλύσωσιν ἐπιτελεσθῆναι τὴν δίκην τοῖς δεομένοις ὑπὲρ αὐτοῦ φανήσονται κεχαρισμένοι.

παυσαμένου δὲ τοῦ Μηνυκίου παρελθὼν ὁ δήμαρχος Σικίννιος οὔτʼ αὐτὸς ἔφη προδώσειν τὴν ἐλευθερίαν τῶν δημοτῶν οὔτε τοῖς προδιδοῦσιν ἐπιτρέψειν ἑκών, ἀλλʼ εἰ τῷ ὄντι παρέχουσιν οἱ πατρίκιοι τὸν ἄνδρα ἐπὶ δίκην τοῖς δημοτικοῖς, ἀναδώσειν περὶ αὐτοῦ ψῆφον, ἄλλο δὲ ποιήσειν παρὰ ταῦτʼ οὐδέν.

μετὰ ταῦτα παρελθὼν ὁ Μηνύκιος εἶπεν· ἐπειδὴ πάντως, ὦ δήμαρχοι, ψῆφον ἐπενεχθῆναι περὶ τοῦ ἀνδρὸς προθυμεῖσθε, μηθὲν ἔξω τοῦ ἐγκλήματος κατηγορεῖτε· ἀλλʼ ἐπειδὴ τυραννίδι αὐτὸν ἐπιχειρεῖν εἰσηγγείλατε, τοῦτο διδάσκετε καὶ περὶ τούτου τὰς πίστεις φέρετε. λόγων δʼ, ὧν αὐτὸν αἰτιᾶσθε κατὰ τοῦ δήμου πρὸς τὴν βουλὴν εἰπεῖν, μήτε μέμνησθε μήτε κατηγορεῖτε. ἀφεῖσθαι γὰρ αὐτὸν ἐψηφίσατο ταύτης τῆς αἰτίας τὸ συνέδριον, καὶ ἐπὶ ῥητοῖς ἥκειν εἰς τὸν δῆμον ἐδικαίωσε.

καὶ μετὰ τοῦτʼ ἀνέγνω τὸ προβούλευμα. ὁ μὲν δὴ ταῦτʼ εἰπών τε καὶ ἐπιμαρτυράμενος κατέβη. τῶν δὲ δημάρχων πρῶτος μὲν διέθετο τὴν κατηγορίαν Σικίννιος

v.3p.97
ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς, πάνθʼ ὅσα πράττων ἢ λέγων ὁ ἀνὴρ κατὰ τοῦ δήμου διετέλεσεν εἰς κατασκευὴν τυραννίδος ἀναφέρων· ἔπειτα μετʼ ἐκεῖνον οἱ δυνατώτατοι τῶν δημάρχων εἰπεῖν.

ὡς δὲ παρέλαβεν ὁ Μάρκιος τὸν λόγον, ἀρξάμενος ἄνωθεν ἀπὸ τῆς πρώτης ἡλικίας διῆλθεν, ὅσας ἐστρατευμένος ἦν ὑπὲρ τῆς πόλεως στρατείας, καὶ ὅσους εἰληφὼς ἐπινικίους παρὰ τῶν στρατηγῶν στεφάνους πολεμίων τε τοὺς ληφθέντας αἰχμαλώτους ὑπʼ αὐτοῦ καὶ πολιτῶν τοὺς διασωθέντας ἐν τοῖς ἀγῶσι· καὶ παρʼ ἕκαστον τῶν λεγομένων τά τʼ ἀριστεῖα ἐπεδείκνυτο καὶ τοὺς στρατηγοὺς μάρτυρας παρείχετο καὶ τῶν πολιτῶν τοὺς διασωθέντας ἐξ ὀνόματος ἐκάλει.

οἱ δὲ παρῄεσαν ὀλοφυρόμενοι καὶ δεόμενοι τῶν πολιτῶν, μὴ τὸν αἴτιον σφίσι τῆς σωτηρίας ὡς πολέμιον ἀπολέσαι, μίαν τʼ ἀντὶ πολλῶν ψυχὴν αἰτούμενοι καὶ παραδιδόντες ἑαυτοὺς ἀντʼ ἐκείνου χρῆσθαι, ὅ τι βούλονται. ἦσαν δʼ οἱ πλείους αὐτῶν ἐκ τοῦ δημοτικοῦ γένους καὶ πολλὰ τῷ κοινῷ χρήσιμοι· ὧν τάς τʼ ὄψεις καὶ τὰς δεήσεις διʼ αἰσχύνης ὁ δῆμος λαμβάνων εἰς οἴκτους καὶ δάκρυα ἐτράπετο.