Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ διεβοήθη ταῦτα, πολλὴ σπουδὴ καὶ παράταξις ἐγίνετο τῶν τε δημοτικῶν καὶ τῶν πατρικίων· τῶν μὲν ὡς τιμωρησομένων τὸν αὐθαδέστατον,

v.3p.91
τῶν δʼ ἵνα μὴ γένοιτο ὑποχείριος τοῖς ἐχθροῖς ὡς ὑπὲρ τῆς ἀριστοκρατίας ἀγωνιζόμενος. ἐδόκει δὲ πᾶσα κινδυνεύεσθαι ἡ τοῦ βίου καὶ τῆς ἐλευθερίας δικαίωσις ἐν τῷ τότε ἀγῶνι ἀμφοτέροις. ἐπιστάσης δὲ τῆς τρίτης ἀγορᾶς ὁ μὲν ἐκ τῶν ἀγρῶν ὄχλος, ὅσος οὔπω πρότερον, συνεληλυθὼς εἰς τὴν πόλιν ἕωθεν εὐθὺς κατεῖχε τὴν ἀγοράν· οἱ δὲ δήμαρχοι συνεκάλουν τὸ πλῆθος ἐπὶ τὴν φυλέτιν ἐκκλησίαν, χωρία τῆς ἀγορᾶς περισχοινίσαντες, ἐν οἷς ἔμελλον αἱ φυλαὶ στήσεσθαι καθʼ αὑτάς.

καὶ τότε πρῶτον ἐγένετο Ῥωμαίοις ἐκκλησία κατʼ ἀνδρὸς ψηφοφόρος ἡ φυλετικὴ πολλὰ δὲ ἐναντιουμένων τῶν πατρικίων, ἵνα μὴ τοῦτο γένηται, καὶ τὴν λοχῖτιν ἀξιούντων συνάγειν ἐκκλησίαν, ὥσπερ αὐτοῖς πάτριον ἦν. ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὅτε μέλλοι ψῆφον ἐπιφέρειν ὁ δῆμος ὑπὲρ ὁτουδήτινος ὧν ἐπιτρέψειεν ἡ βουλή, ἐκάλουν μὲν οἱ ὕπατοι τὴν λοχῖτιν ἐκκλησίαν, ἱερὰ πρότερον ἐπιτελέσαντες, ἃ νόμος αὐτοῖς ἐστι, καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου τινὰ ἐξ αὐτῶν ἔτι γίνεται.

συνῄει δὲ τὸ πλῆθος εἰς τὸ πρὸ τῆς πόλεως Ἄρειον πεδίον ὑπό τε λοχαγοῖς καὶ σημείοις τεταγμένον ὥσπερ ἐν πολέμῳ, ἐπέφερον δὲ τὴν ψῆφον οὐχ ἅπαντες ἀναλαβόντες, ἀλλὰ κατὰ τοὺς ἰδίους ἕκαστοι λόχους, ὁπότε κληθεῖεν ὑπὸ τῶν ὑπάτων. ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν

v.3p.92
λόχων καὶ τούτων εἰς ἓξ διῃρημένων συμμορίας πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆς οὐσίας καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοις· ἐν οἷς ἦσαν ἱππέων μὲν ὀκτωκαίδεκα λόχοι, πεζῶν δʼ ὀγδοήκοντα.

δευτέρα δʼ ἐψηφοφόρει συμμορία τῶν ὑποδεεστέρων τοῖς βίοις καὶ τὴν ὑποβεβηκυῖαν τάξιν ἐν ταῖς μάχαις μαχομένων καὶ ὁπλισμὸν οὐ τὸν αὐτὸν ἐχόντων τοῖς πρωτοστάταις, ἀλλʼ ἐλάττονα· τοῦτο δὲ τὸ πλῆθος εἰς εἴκοσι λόχους συντεταγμένον ἦν, προσέκειντο δʼ αὐτοῖς δύο ἶλαι τεκτόνων καὶ χαλκοτύπων καὶ ὅσοι ἄλλοι πολεμικῶν ἔργων ἦσαν χειροτέχναι. οἱ δʼ ἐν τῇ τρίτῃ συμμορίᾳ καλούμενοι λόχους μὲν ἐξεπλήρουν εἴκοσι, τίμημα δʼ εἶχον ἔλαττον τῶν δευτέρων καὶ τάξιν τὴν ἐπʼ ἐκείνοις ἐλάττονα, καὶ ὅπλα οὐκ ἴσα τοῖς πρὸ

αὐτῶν ἔφερον. οἱ δὲ μετὰ τούτους καλούμενοι τίμημά τʼ οὐσίας ἔλαττον εἶχον καὶ τάξιν ἐν πολέμῳ τὴν ἀσφαλεστέραν ἐλάμβανον καὶ ὁπλισμὸν εὐσταλέστερον εἶχον· διῄρηντο δʼ εἰς εἴκοσι καὶ οὗτοι λόχους· συνετάττοντο δὲ καὶ τούτοις δύο λόχοι βυκανιστῶν καὶ σαλπιστῶν. πέμπτη δʼ ἐκαλεῖτο συμμορία τῶν ὀλίγου πάνυ τετιμημένων ἀργυρίου, ὅπλα δʼ ἦν αὐτῶν σαυνία καὶ σφενδόναι· οὗτοι τάξιν οὐκ εἶχον ἐν φάλαγγι, ἀλλὰ ψιλοὶ καὶ κοῦφοι συνεστρατεύοντο τοῖς ὁπλίταις εἰς τριάκοντα λόχους διῃρημένοι.

οἱ δʼ ἀπορώτατοι τῶν πολιτῶν οὐκ

v.3p.93
ἐλάττους τῶν ἄλλων ἁπάντων ὄντες ἔσχατοι τὴν ψῆφον ἀνελάμβανον, ἕνα μόνον ἔχοντες λόχον· οὗτοι στρατειῶν τʼ ἦσαν ἐλεύθεροι τῶν ἐκ καταλόγου καὶ εἰσφορῶν τῶν κατὰ τιμήματα γινομένων ἀτελεῖς καὶ διʼ

ἄμφω ταῦτʼ ἐν ταῖς ψηφοφορίαις ἀτιμότατοι. εἰ μὲν οὖν ἐπὶ τῶν πρώτων λόχων, οὓς οἵ θʼ ἱππεῖς ἐξεπλήρουν καὶ τῶν πεζῶν οἱ τὴν πρώτην τάξιν ἐν τοῖς πολέμοις λαμβάνοντες, ταὐτὸ φρονήσαιεν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι, τέλος εἶχεν ἡ ψηφοφορία, καὶ οὐκέτι τοῖς λοιποῖς ἓξ καὶ ἐνενήκοντα λόχοις ἀνεδίδοτο ἡ ψῆφος· εἰ δὲ μὴ τοῦτο γένοιτο, ἡ δευτέρα συμμορία τῶν δύο καὶ εἴκοσι λόχων ἐκαλεῖτο, καὶ ἡ τρίτη· καὶ τοῦτο συνέβαινεν, ἕως οὗ ταὐτὸ φρονήσωσιν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι.

καὶ τὰ μὲν πολλὰ τῶν ἀγωνισμάτων ἐπὶ τῶν πρώτων κλήσεων τέλος ἐλάμβανεν, ὥστε μηδὲν ἔτι δεῖν τῶν ἐσχάτων. σπανίως δέ που πρᾶγμα οὕτως ἐνδοιαζόμενον ἐνέπιπτεν, ὥστε μέχρι τῆς ἐσχάτης ψήφου τῆς τῶν ἀπορωτάτων προελθεῖν· καὶ ἦν ὥσπερ τέρας τοῦτο σχισθέντων δίχα τῶν προτέρων δύο καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων τὴν τελευταίαν ψῆφον ἐπενεχθεῖσαν ἐκείναις αἰτίαν γενέσθαι τῆς ἐπὶ θάτερα ῥοπῆς.

οἱ μὲν οὖν συναγωνιζόμενοι Μαρκίῳ ταύτην ἠξίουν καλεῖν τὴν ἀπὸ τῶν τιμημάτων ἐκκλησίαν ὑπολαμβάνοντες τάχα μὲν ἐπὶ τῆς πρώτης κλήσεως ὑπὸ τῶν ὀκτὼ καὶ ἐνενήκοντα λόχων ἀπολυθήσεσθαι τὸν

v.3p.94
ἄνδρα, εἰ δὲ μή γʼ ὑπὸ τῆς δευτέρας ἢ τρίτης. οἱ δὲ δήμαρχοι ταῦθʼ ὑφορώμενοι καὶ αὐτοὶ τὴν φυλετικὴν ἐκκλησίαν ᾤοντο δεῖν συνάγειν καὶ τοῦ ἀγῶνος ἐκείνην ποιῆσαι κυρίαν, ἵνα μήθʼ οἱ πένητες τῶν πλουσίων μειονεκτῶσι μήθʼ οἱ ψιλοὶ τῶν ὁπλιτῶν ἀτιμοτέραν χώραν ἔχωσι, μήτʼ ἀπερριμμένον εἰς τὰς ἐσχάτας κλήσεις τὸ δημοτικὸν πλῆθος ἀποκλείηται τῶν ἴσων, ἰσόψηφοι δὲ καὶ ὁμότιμοι πάντες ἀλλήλοις γενόμενοι μιᾷ κλήσει τὴν ψῆφον ἐπενέγκωσι κατὰ φυλάς.

καὶ ἐδόκουν δικαιότερα οὗτοι τῶν ἑτέρων ἀξιοῦν δημοτικὸν οἰόμενοι δεῖν, ἀλλʼ οὐκ ὀλιγαρχικὸν εἶναι τὸ τοῦ δήμου δικαστήριον, καὶ τὴν περὶ τῶν ἀδικούντων τὸ κοινὸν διάγνωσιν ἁπάντων εἶναι κοινήν.