Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

κατʼ ἀρχὰς μὲν οὖν ἀποτροπαίοις τισὶ καὶ ἐξακεστηρίοις θυσίαις ἐπειρῶντο παραιτεῖσθαι τοὺς ἐνισταμένους σφίσι δαίμονας· ὡς δʼ οὐδὲν ἐπέραινον, ἐπὶ μαντείας ἐτράποντο τὴν μὲν διάνοιαν τῆς ἐπιχειρήσεως ἀπόρρητον φυλάττοντες, τοῦτο δὲ μόνον ἀξιοῦντες μαθεῖν, εἰ καιρὸς ἤδη πράττειν, ἃ βούλονται. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι πονηρὰν καὶ ὀλέθριον

v.2p.220
βαδίζουσιν ὁδὸν καί, εἰ μὴ μεταθήσονται τὰ βουλεύματα, τὸν αἴσχιστον ἀπολοῦνται τρόπον, δείσαντες μὴ φθάσωσιν αὐτοὺς ἕτεροι τὰ κρυπτὰ εἰς φῶς ἐξενέγκαντες, αὐτοὶ μηνυταὶ γίνονται πρὸς τὸν ἐνδημοῦντα τῶν ὑπάτων.

ὁ δʼ ὕπατος ἐπαινέσας αὐτοὺς καὶ πολλὰ ὑποσχόμενος εὖ ποιήσειν, ἐὰν καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις ἐπιδείξωνται, τούτους μὲν ἔνδον παρʼ ἑαυτῷ κατεῖχεν οὐδενὶ φράσας· τοὺς δὲ τῶν Λατίνων πρέσβεις ἀναβαλλόμενος τέως καὶ παρέλκων τὴν ἀπόκρισιν τότε εἰσαγαγὼν εἰς τὸ βουλευτήριον τὰ

δόξαντα τοῖς συνέδροις ἀποκρίνεται πρὸς αὐτούς· ἄνδρες φίλοι τε καὶ συγγενεῖς ἀπαγγέλλετε ἀπιόντες πρὸς τὸ κοινὸν τῶν Λατίνων, ὅτι Ῥωμαίων ὁ δῆμος οὔτε πρότερον Ταρκυνιήταις ἀξιοῦσιν ἐχαρίσατο τὴν τῶν τυράννων κάθοδον, οὔθʼ ὕστερον ἅπασι Τυρρηνοῖς, οὓς ἦγε βασιλεὺς Πορσίνας, ὑπὲρ τῶν αὐτῶν δεομένοις καὶ πόλεμον ἐπάγουσιν ἁπάντων πολέμων βαρύτατον ἐνέκλινεν, ἀλλʼ ἠνέσχετο γῆν τε κειρομένην ὁρῶν καὶ αὐλὰς ἐμπιπραμένας, τειχήρης γενόμενος ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μηθὲν ὧν μὴ βούλεται πράττειν κελευσθείς· ὑμῶν τʼ, ὦ Λατῖνοι, τεθαύμακεν, εἰ ταῦτʼ εἰδότες οὐδὲν ἧττον δέχεσθαι τοὺς τυράννους καὶ τὴν Φιδήνης πολιορκίαν λύειν ἐπιτάττοντες ἥκετε

v.2p.221
καὶ μὴ πειθομένοις πόλεμον ἀπειλεῖτε. παύσασθε δὴ ψυχρὰς καὶ ἀπιθάνους τῆς ἔχθρας παραβαλλόμενοι προφάσεις καὶ εἰ διὰ ταῦτα μέλλετε διαλύειν τὸ συγγενὲς καὶ τὸν πόλεμον ἐπικυροῦν, μηθὲν ἔτι ἀναβάλλεσθε.