Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ τῆς συνωμοσίας αὐτῶν τοιόσδε ἦν λογισμός. τοὺς μὲν ἡγεμόνας τῆς ἐπιχειρήσεως ἔδει φυλάξαντας νύκτʼ ἀσέληνον τὰς ἄκρας καὶ τοὺς ἐρυμνοὺς τῆς πόλεως τόπους καταλαβέσθαι· τοὺς δὲ θεράποντας, ὅταν αἴσθωνται κρατοῦντας ἐκείνους τῶν ἐπικαίρων χωρίων· ἀλαλαγμῷ δὲ τοῦτʼ ἔμελλεν

v.2p.219
αὐτοῖς γενήσεσθαι φανερόν· ἀποκτεῖναι τοὺς δεσπότας καθεύδοντας, ταῦτα δὲ διαπραξαμένους τάς τε οἰκίας διαρπάσαι τῶν εὐπόρων καὶ τὰς πύλας τοῖς τυράννοις ἀνοῖξαι.

ἡ δʼ ἐν παντὶ καιρῷ σώζουσα τὴν πόλιν καὶ μέχρι τῶν κατʼ ἐμὲ χρόνων παραμένουσα θεία πρόνοια διεκάλυψεν αὐτῶν τὰ βουλεύματα μηνύσεως θατέρῳ τῶν ὑπάτων γενομένης Σολπικίῳ, ἣν ἐποίησαν ἀδελφοὶ δύο Ταρκύνιοι, Πόπλιος καὶ Μάρκος, ἐκ Λαυρέντου πόλεως, κορυφαιότατοι τῶν μετασχόντων τῆς συνωμοσίας, ὑπὸ θείας ἀνάγκης βιαζόμενοι.

ἐφίσταντο γὰρ αὐτοῖς, ὅτε κοιμηθεῖεν, ὄψεις ὀνείρων φοβεραὶ τιμωρίας ἐπαπειλοῦσαι μεγάλας, εἰ μὴ παύσαιντο καὶ ἀποσταῖεν τῆς ἐπιθέσεως, διώκεσθαί τε ὑπὸ δαιμόνων τινῶν καὶ παίεσθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι καὶ ἄλλα πολλὰ καὶ σχέτλια πάσχειν τελευτῶντες ἐδόκουν· ὑφʼ ὧν περίφοβοι καὶ τρόμῳ παλλόμενοι διηγείροντο καὶ οὐδὲ καθεύδειν διὰ τὰ δείματα ταῦτʼ ἐδύναντο.