Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡ δὲ ταῦτʼ ἤκουσεν ὁ βασιλεύς, ἐκεῖνον μὲν ἀπαγαγόντας τοὺς δορυφόρους ἐκέλευσε δῆσαι καὶ φυλάττειν ἐπιμελῶς· αὐτὸς δὲ τοὺς πιστοτάτους τῶν φίλων παραλαβὼν καὶ τὸν υἱὸν Ἄρροντα παρακαθισάμενος, μετʼ ἐκείνων ἐσκόπει, τί ποιῶν τὰς ἐπιβουλὰς αὐτῶν διακρούσεται.

τῶν μὲν οὖν ἄλλων ἕκαστος εὐήθεις ἀσφαλείας λέγων ἐδόκει τῶν δεόντων φρονεῖν οὐδέν· ὁ δʼ υἱὸς αὐτοῦ τελευταίαν ἀπεφήνατο γνώμην πρεσβυτέραν τῆς ἡλικίας, ἀξιῶν αὐτὸν μὴ σκοπεῖν, τίσι φυλακαῖς χρώμενος οὐδὲν πείσεται δεινόν, ἀλλὰ τί ποιῶν οὐ δεήσεται φυλακῆς· θαυμασάντων δὲ τὴν διάνοιαν αὐτοῦ πάντων καὶ πῶς ἂν τοῦτο γένοιτο

v.2p.182
μαθεῖν βουλομένων, Εἰ φίλους ἀντὶ πολεμίων, ἔφη, ποιήσαιο τοὺς ἄνδρας, τιμιωτέραν ἡγησάμενος τὴν σεαυτοῦ ψυχὴν τῆς καθόδου τῶν σὺν Ταρκυνίῳ φυγάδων.

καὶ ὁ βασιλεὺς τὰ κράτιστα μὲν ἔφησεν αὐτὸν λέγειν, βουλῆς δʼ εἶναι ἄξιον τὸ πρᾶγμα, πῶς εὐπρεπεῖς γενήσονται πρὸς αὐτοὺς αἱ διαλλαγαί· μεγάλην αἰσχύνην φάσκων εἶναι, εἰ κρατήσας αὐτῶν μάχῃ καὶ τειχήρεις ἔχων ἀπελεύσεται, μηθὲν ὧν Ταρκυνίοις ὑπέσχετο διαπραξάμενος, ὥσπερ ἡττημένος ὑπὸ τῶν νενικημένων καὶ πεφευγὼς τοὺς μηδʼ ἐκ τῶν πυλῶν ὑπομένοντας ἔτι προελθεῖν· μίαν δὲ μόνην ἔσεσθαι ἀποφαίνων καλὴν τῆς ἔχθρας λύσιν, εἰ παρὰ τῶν πολεμίων παραγένοιντό τινες πρὸς αὐτὸν περὶ φιλίας διαλεγόμενοι.