Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὸν μὲν οὖν θάνατον, ὃν αὐτὸς ἐμαυτοῦ κατεψηφισάμην, ὅτʼ ἐπὶ τὴν πρᾶξιν ἔμελλον ὁρμᾶν, οὐ παραιτοῦμαι· βασάνους δὲ καὶ τὰς ἄλλας ὕβρεις εἴ μοι παρείης, πίστεις δοὺς ἐπὶ θεῶν ὑπισχνοῦμαί σοι μέγα πρᾶγμα δηλώσειν καὶ πρὸς τὴν σωτηρίαν ἀνῆκόν σοι.

ὁ μὲν δὴ ταῦτʼ ἔλεγε καταστρατηγῆσαι τὸν ἄνδρα διανοούμενος· ὁ δʼ ἔξω τοῦ φρονεῖν γεγονὼς καὶ ἅμα κινδύνους ἐκ πολλῶν μαντευόμενος ἀνθρώπων οὐκ ἀληθεῖς δίδωσιν αὐτῷ διʼ ὅρκων τὸ πιστόν. μετὰ δὲ τοῦθʼ ὁ Μούκιος καινότατον ἐνθυμηθεὶς ἀπάτης τρόπον, ὃς ἐν ἀφανεῖ τὸν ἔλεγχον εἶχε, λέγει πρὸς αὐτόν· ὦ βασιλεῦ, Ῥωμαίων ἄνδρες τριακόσιοι τὴν αὐτὴν ἔχοντες ἡλικίαν ἐκ τοῦ γένους τοῦ τῶν πατρικίων ἅπαντες ἐβουλευσάμεθα συνελθόντες ἀποκτεῖναί σε καὶ τὸ πιστὸν ὅρκοις παρʼ

ἀλλήλων ἐλάβομεν. ἔδοξε δʼ ἡμῖν βουλευομένοις ὅστις ὁ τῆς ἐπιβουλῆς ἦν τρόπος, μήθʼ ἅπαντας ἅμα χωρεῖν

v.2p.181
ἐπὶ τὸ ἔργον, ἀλλὰ καθʼ ἕνα, μήτε φράζειν ἕτερον ἑτέρῳ πότε καὶ πῶς καὶ ποῦ καὶ τίσιν ἀφορμαῖς χρησάμενος ἐπιθήσεταί σοι, ἵνα ῥᾷον ἡμῖν ὑπάρχῃ τὸ λαθεῖν. ταῦτα διανοηθέντες ἐκληρωσάμεθα, καὶ πρῶτος ἄρξαι τῆς πείρας ἔλαχον ἐγώ. προειδὼς οὖν, ὅτι πολλοὶ καὶ ἀγαθοὶ τὴν αὐτήν μοι διάνοιαν ἕξουσιν ἐπιθυμίᾳ δόξης, ὧν ὡς εἰκάσαι τις ἀμείνονι τύχῃ χρήσεται τῆς ἐμῆς, σκόπει, τίς ἔσται σοι πρὸς ἅπαντας ἀρκοῦσα φυλακή.