Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τέως μὲν οὖν ἡσυχία τε καὶ σιγὴ κατεῖχεν

v.1p.304
ἀμφοτέρας τὰς δυνάμεις· ἔπειτα ἀναβοήσεις τε ἀθρόαι παρʼ ἀμφοτέρων αὐτῶν ἐγίνοντο καὶ παρακελεύσεις τοῖς μαχομένοις ἐναλλὰξ εὐχαί τε καὶ οἰμωγαὶ καὶ παντὸς ἄλλου πάθους ἐναγωνίου φωναὶ συνεχεῖς, αἱ μὲν πρὸς τὰ δρώμενά τε καὶ ὁρώμενα ὑφʼ ἑκατέρων,

αἱ δὲ πρὸς τὰ μέλλοντά τε καὶ ὑποπτευόμενα· καὶ ἦν πλείω τὰ εἰκαζόμενα τῶν γινομένων. ἥ τε γὰρ ὄψις ἐκ πολλοῦ διαστήματος γινομένη πολὺ τὸ ἀσαφὲς εἶχε, καὶ τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ το βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα, αἵ τε συνεχεῖς τῶν μαχομένων ἐπεμβάσεις καὶ ὑπαναχωρήσεις καὶ εἰς τὸ ἀντίπαλον αὖθις ἀντιμεταστάσεις πολλαὶ καὶ ἀγχίστροφοι γινόμεναι τὸ ἀκριβὲς τῆς γνώμης ἀφῃροῦντο· καὶ ταῦτα ἐπὶ πολὺν ἐγίνετο χρόνον.

ῥώμην τε γὰρ σώματος ἔτυχον ὁμοίαν ἔχοντες ἑκάτεροι καὶ τὸ γενναῖον τῆς ψυχῆς ἰσόρροπον ὅπλοις τε καλλίστοις ἐσκεπασμένοι τὰ σώματα ὅλα καὶ γυμνὸν οὐδὲν ἀπολιπόντες μέρος ὅ τι καὶ τρωθὲν ὀξεῖαν ἔμελλεν οἴσειν τὴν τελευτήν, ὥστε πολλοὶ Ῥωμαίων τε καὶ Ἀλβανῶν ἐκ τοῦ φιλονεικεῖν τε καὶ συμπαθεῖν τοῖς σφετέροις ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος ἀγωνισταί τε μᾶλλον ἐβούλοντο ἢ θεαταὶ τῶν, δρωμένων γεγονέναι.

ὀψὲ δʼ οὖν ποτε ὁ πρεσβύτατος τῶν Ἀλβανῶν τῷ πρὸς αὐτὸν ἀντιτεταγμένῳ συμπλέκεται παίων τε καὶ παιόμενος

v.1p.305
ἄλλας ἐπʼ ἄλλαις πληγὰς καί πως τυγχάνει τοῦ Ῥωμαίου διὰ βουβῶνος ἐνέγκας τὸ ξίφος. ὁ δὲ τοῖς τε ἄλλοις τραύμασι κεκαρωμένος ἤδη καὶ τὴν τελευταίαν πληγὴν θανατηφόρον ἔχων ὑπολυθέντων τῶν μελῶν καταρρυεὶς ἀποθνήσκει.

ὡς δὲ τοῦτʼ εἶδον οἱ θεαταὶ τῆς μάχης ἅμα πάντες ἀνεβόησαν, Ἀλβανοὶ μὲν ὡς νικῶντες ἤδη, Ῥωμαῖοι δʼ ὡς κρατούμενοι. τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι. ἐν ᾧ δʼ ἐγίνετο ταῦτα, ὁ παρασπίζων τῷ πεσόντι Ῥωμαῖος ὁρῶν ἐπὶ τῷ κατορθώματι περιχαρῆ τὸν Ἀλβανὸν ὠθεῖται ταχὺς ἐπʼ αὐτὸν καὶ πολλὰ μὲν τραύματα δούς, πολλὰ δὲ αὐτὸς λαβὼν τυγχάνει πως κατὰ τῆς σφαγῆς αὐτοῦ

βάψας τὸ ξίφος καὶ διαχρησάμενος. μεταβαλούσης δὲ τῆς τύχης ἐν ὀλίγῳ τά τε τῶν ἀγωνιζομένων ἔργα καὶ τὰ τῶν θεωμένων πάθη, καὶ Ῥωμαίων μὲν ἀναθαρρησάντων ἐκ τῆς πρότερον κατηφείας, Ἀλβανῶν δὲ ἀφῃρημένων τὸ χαῖρον, ἑτέρα πάλιν ἀντιπνεύσασα τοῖς τῶν Ῥωμαίων κατορθώμασι τύχη τούτων μὲν ἐταπείνωσε τὰς ἐλπίδας, τὰ δὲ τῶν πολεμίων φρονήματα ἐπῆρεν. τοῦ γὰρ Ἀλβανοῦ πεσόντος ὁ τὴν πλησίον αὐτοῦ ἔχων στάσιν ἀδελφὸς συμπλέκεται τῷ καταβαλόντι, καὶ τυγχάνουσιν ἀμφότεροι κατὰ τὸν αὐτὸν χρόνον πληγὰς ἐξαισίους ἐξενέγκαντες κατʼ ἀλλήλων, ὁ μὲν Ἀλβανὸς τοῦ Ῥωμαίου κατὰ τοῦ μεταφρένου καὶ μέχρι τῶν σπλάγχνων βάψας τὸ ξίφος, ὁ

v.1p.306
δὲ Ῥωμαῖος ὑπελθὼν τὴν προβολὴν τοῦ πολεμίου καὶ τῶν ἰγνυῶν τὴν ἑτέραν ὑποτεμών.