Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβύτατος τοιάδε· ἐδεξάμεθʼ ἄν, ὦ πάτερ, τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ πάσχειν ὑπεμείναμεν ὅ τι ἂν δοκῇ τῷ δαιμονίῳ· τεθνάναι γὰρ ἂν βουλοίμεθα μᾶλλον ἢ ζῆν ἀνάξιοι γενόμενοι σοῦ τε καὶ τῶν προγόνων. τὸ δὲ πρὸς τοὺς ἀνεψιοὺς συγγενὲς οὐχ ἡμεῖς πρότεροι λύσομεν, ἀλλʼ ὡς ὑπὸ τῆς τύχης διαλέλυται στέρξομεν.

εἰ γὰρ Κορατίοις ἔλαττον κρίνεται τοῦ καλοῦ τὸ συγγενές, οὐδὲ Ὁρατίοις τιμιώτερον φανήσεται τὸ γένος τῆς ἀρετῆς. ὁ δὲ πατὴρ ὡς ἔμαθε τὴν διάνοιαν αὐτῶν περιχαρὴς γενόμενος καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανὸν πολλὰς ἔφη χάριτας εἰδέναι τοῖς

v.1p.302
θεοῖς, ὅτι παῖδας ἔδωκαν αὐτῷ γενέσθαι καλοὺς καὶ ἀγαθούς· ἔπειτα περιλαβὼν ἕκαστον αὐτῶν καὶ τὰς ἡδίστας ἀποδοὺς ἀσπασμῶν τε καὶ φιλημάτων φιλοφροσύνας, Ἔχετʼ, ἔφη, καὶ τὴν ἐμὴν γνώμην, ὦ παῖδες ἀγαθοί, καὶ πορευθέντες ἀποκρίνασθε Τύλλῳ

τήν τʼ εὐσεβῆ καὶ καλὴν ἀπόκρισιν. οἱ μὲν δὴ χαίροντες ἐπὶ τῇ παρακελεύσει τοῦ πατρὸς ἀπῄεσαν καὶ προσελθόντες τῷ βασιλεῖ ἀναδέχονται τὸν ἀγῶνα, κἀκεῖνος συγκαλέσας τὴν βουλὴν καὶ πολλοὺς ἐπαίνους τῶν νεανίσκων διαθέμενος ἀποστέλλει πρέσβεις πρὸς τὸν Ἀλβανὸν τοὺς δηλώσοντας, ὅτι δέχονται Ῥωμαῖοι τὴν αἵρεσιν καὶ παρέξονται τοὺς Ὁρατίους διαγωνιουμένους ὑπὲρ τῆς ἀρχῆς.

ἀπαιτούσης δὲ τῆς ὑποθέσεως καὶ τὸν τρόπον διεξελθεῖν τῆς μάχης ἀκριβῶς καὶ τὰ μετὰ ταύτην γενόμενα πάθη θεατρικαῖς ἐοικότα περιπετείαις μὴ ῥᾳθύμως διελθεῖν πειράσομαι καὶ περὶ τούτων ἐπʼ ἀκριβείας ἕκαστον, ὡς ἐμὴ δύναμις, εἰπεῖν. ἐπειδὴ γὰρ ὁ χρόνος ἧκεν ἐν ᾧ τέλος ἔδει λαβεῖν τὰς ὁμολογίας, ἐξῄεσαν μὲν αἱ τῶν Ῥωμαίων δυνάμεις πανστρατιᾷ, ἐξῄεσαν δὲ μετὰ ταῦθʼ οἱ νεανίσκοι τοῖς πατρῴοις θεοῖς εὐξάμενοι καὶ προῆγον ἅμα τῷ βασιλεῖ κατευφημούμενοί τε ὑπὸ παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου καὶ παττόμενοι τὰς κεφαλὰς ἄνθεσιν· ἤδη δὲ καὶ ἡ τῶν Ἀλβανῶν ἐξεληλύθει στρατιά.

ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων

v.1p.303
ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν· ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν ἢ τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες· καὶ μετʼ οὐ πολὺ παρῆν τούς τε Κορατίους ὁ τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους ὁ τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ.

γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν. παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθʼ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.