Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

70. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρν΄· φρούριόν ἐστιν ἔρημον ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.

71. Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι ο΄ ὁ αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρῳ περιφερής· ὕδωρ ἔχει.

72. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στέδιοι ο΄· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.

73. Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδιοι π΄· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιε΄, ὑψηλὸς, ὅμοιος ἐλέφαντι.

454

74. Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα [ἐν] σταδίοις β΄ νῆσός ἐστιν ὑψηλή· Ποντία καλεῖται.

75. Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν [ἐν] σταδίοις ζ΄ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπʼ αὐτήν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν.

76. Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι ν΄.

77. Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στάδιοι π΄· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.

78. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδ΄·

455
κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός ὕδωρ ἔχει.

79. Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κ΄· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.

80. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι ν΄· ἄνυδρός”

81. Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκ΄· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.

82. Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ρι΄· αἰγιαλός ἐστιν.

456

83. Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στάδιοι ρπ΄.

84. Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπε΄· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ ἔχει.

457
Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ Κυρηναίων χώρα.

Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι β.